Ancient Greek · ~3 min
46.39.1 to 46.39.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.39.1-2
Not analysed yet
μέχρι μὲν οὖν τούτων ὁ Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν. ἡ δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, πάνθʼ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, ἐπʼ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι διʼ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον