Ancient Greek · ~2 min
Book 46, Chapter 39
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.39.3
Not analysed yet
τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο·