Ancient Greek · ~2 min
46.40.1 to 46.40.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.40.1-2
Not analysed yet
τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτʼ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθʼ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν· τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν· τά τε χρήματα ἃ ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοις