Ancient Greek · ~2 min
46.41.4 to 46.41.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.41.4-5
Not analysed yet
ἐψηφίσαντο. καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα, ὥσπερ ὡς ἀληθῶς μειράκιόν τέ τι καὶ παῖδα, ἅπερ που διεθρύλουν, ὄντα, σοφῶς μετακεχειρίσθαι ἔδοξαν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ, ὅτι παῖς ἤκουε, δεινῶς ἀγανακτῶν οὐκέτʼ ἐς ἀναβολὰς ἐποιήσατο, ἀλλʼ ἐπί τε τὰ ὅπλα καὶ ἐπὶ τὴν ἰσχὺν αὐτῶν ἐτράπετο. καὶ πρός τε τὸν Ἀντώνιον κρύφα διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς αὐτός τʼ ἐνενικήκει καὶ ἡ βουλὴ πολεμίους ἐψήφιστο, συνήθροιζε, καὶ κατηγορίας παρʼ αὐτοῖς καὶ κατὰ τῆς γερουσίας καὶ κατὰ τοῦ δήμου πολλὰς ἐποιεῖτο.