Ancient Greek · ~4 min
Book 46, Chapter 42
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.42
Not analysed yet
ἀκούοντες δὲ ταῦτα οἱ ἐν τῷ ἄστει τέως μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἦγον, ἐπεὶ δὲ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον συμπεφρονηκότας ᾔσθοντο, θεραπεύειν τε αὖθις ἤρξαντο, ἀγνοοῦντες τοὺς λόγους οὓς πρὸς τὸν Ἀντώνιον ἐπεποίητο, καὶ τῷ πολέμῳ τῷ πρὸς ἐκείνους προσέταξαν. ὁ οὖν Καῖσαρ καὶ τοῦτον μέν, εἴ πως ὕπατος διʼ αὐτὸν ἀποδειχθείη, ὑπεδέξατο· πάνυ γάρ τι ἔπρασσεν διά τε ἄλλων καὶ διὰ τοῦ Κικέρωνος ὅπως χειροτονηθείη, οὕτως ὥστε καὶ συνύπατον αὐτὸν ὑποσχέσθαι οἱ ποιήσειν. ἐπεὶ δʼ οὐδʼ ὣς ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφʼ ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ πρὸς τὸν Ἀντώνιον ἔφερεν· τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦνʼ, ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε.