Ancient Greek · ~4 min
Book 46, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.8
Not analysed yet
λόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, ᾧ τοὺς κατηγόρους παρασκευάσας ἔπειτα οὕτω συνεῖπες ὥστʼ αὐτὸν καταδικασθῆναι, τά τε συγγράμματα ἃ κατὰ τῶν φίλων συγγράφεις, ἐφʼ οἷς οὕτω σαυτῷ ἀδικοῦντι σύνοισθα ὥστε μηδὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνήσασθαι ἃ πάντων αἴσχιστόν ἐστιν ὁμολογῆσαι. ἀλλʼ ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δεδωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν· τὰ δὲ δὴ σὰ παιδεύματα τίς οὐκ ἂν θαυμάσειεν; τίνα δʼ ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους διʼ ὧν ἂν κακουργήσειν τι προσδοκήσῃς. καὶ διὰ τοῦτο τούς τε νεωτέρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν προλείπεις.