Ancient Greek · ~4 min
Book 46, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.9
Not analysed yet
τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτʼ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας· ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθʼ ὅσα βούλει διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους (ἐγὼ μόνος ὑμᾶς φιλῶ,ʼ καὶ εἰ οὕτω τύχοι, (καὶ ὁ δεῖνα, οἱ δʼ ἄλλοι πάντες μισοῦσι,ʼ καὶ (ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δʼ ἄλλοι πάντες ἐπιβουλεύουσι,ʼ καὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι. κἂν μέν τι χρηστὸν ὑφʼ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπʼ αὐτὸ ἐπιγράφεις, θρυλῶν (ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, καὶ δι’ ἐμὲ ταῦτα οὕτω πέπρακται· ̓ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων (μὴ γὰρ ἐστρατήγουν ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευον; ʼ καὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ τι τῶν δεόντων εἰπεῖν ποιούμενος,