Ancient Greek · ~2 min
Book 47, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.24.6
Not analysed yet
αἴτιον δὲ ὅτι ἡ μήτηρ αὐτοῦ Πώλλα προμαθοῦσα τὴν ἐπιβουλήν, καὶ δείσασα περί τε τῷ Κασσιῳ μὴ προκαταληφθῇ (σφόδρα γὰρ αὐτὸν ἠγάπἀ καὶ περὶ τῷ υἱῷ μὴ καταφωραθῇ, τό τε ἐπιβούλευμα αὐτὴ ἑκοῦσα τῷ Κασσίῳ προεμήνυσε καὶ τὴν σωτηρίαν τοῦ παιδὸς ἀντέλαβεν. οὐ μέντοι καὶ βελτίω αὐτὸν ἐποίησεν· πρός τε γὰρ τὸν Καίσαρα καὶ πρὸς τὸν Ἀντώνιον ἀπὸ τῶν εὐεργετῶν ἀπηυτομόλησεν.