Ancient Greek · ~4 min
Book 47, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.25
Not analysed yet
ὁ δʼ οὖν Βροῦτος ὡς τάχιστα τήν τε τοῦ Ἀντωνίου τοῦ Μάρκου πείρασιν καὶ τὴν τοῦ ἀδελφοῦ αὐτοῦ σφαγὴν ἔμαθεν, ἔδεισε μὴ καὶ ἄλλο τι ἐν τῇ Μακεδονίᾳ παρὰ τὴν ἀπουσίαν αὐτοῦ νεωτερισθῇ, καὶ εὐθὺς ἐς τὴν Εὐρώπην ἐπειχθεὶς τήν τε χώραν τὴν τοῦ Σαδάλου γενομένην παρέλαβεν (ἄπαις γὰρ τελευτῶν τοῖς Ῥωμαίοις αὐτὴν κατέλιπἐ, καὶ ἐς Βησσοὺς ἐμβαλών, εἴ πως ἀμύναιτό τε ἅμα αὐτοὺς ὧν ἐκακούργουν, καὶ ὄνομα ἀξίωμά τε αὐτοκράτορος, ὡς καὶ ῥᾷον ἐκ τούτου τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ προσπολεμήσων, περιβάλοιτο, ἀμφότερα διεπράξατο, Ῥασκυπόριδός οἱ δυνάστου τινὸς ἐς τὰ μάλιστα βοηθήσαντος. ἐντεῦθεν δὲ ἐς τὴν Μακεδονίαν ἐλθὼν καὶ πάντα τὰ ἐκεῖ κρατυνάμενος ἐς τὴν Ἀσίαν αὖθις ἀνεκομίσθη. Βροῦτος μὲν ταῦτά τε ἔπρασσεν, καὶ ἐς τὰ νομίσματα ἃ ἐκόπτετο εἰκόνα τε αὑτοῦ καὶ πιλίον ξιφίδιά τε δύο ἐνετύπου, δηλῶν ἐκ τε τούτου καὶ διὰ τῶν γραμμάτων ὅτι τὴν πατρίδα μετὰ τοῦ