Ancient Greek · ~5 min
47.30.3 to 47.30.7
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.30.3-7
Not analysed yet
ναῦς λάβῃ· κἀνταῦθα ἀποληφθεὶς μετʼ ὀλίγων ἐκινδύνευσε. διαφυγὼν δʼ οὖν ἀπήντησέ τε τῷ Κασσίῳ προσελαύνοντι, καὶ συμβαλὼν αὐτῷ ἡττήθη. κατακλεισθείς τε ἐς τὴν Λαοδίκειαν ἐπορθεῖτο, τῆς μὲν ἠπείρου παντελῶς εἰργόμενος (ἄλλοι τε γὰρ τῷ Κασσίῳ καὶ Πάρθοι τινὲς ἐβοήθησανʼ, ταῖς δὲ δὴ ναυσὶ ταῖς τε Ἀσιαναῖς καὶ ταῖς Αἰγυπτίαις, ἃς ἡ Κλεοπάτρα αὐτῷ ἔπεμψε, καὶ προσέτι καὶ τοῖς χρήμασι τοῖς παρʼ αὐτῆς ἐλθοῦσιν ἰσχύων, μέχρις οὗ ὁ Στάϊος τό τε ναυτικὸν συνεκρότησε, καὶ ἐς τὸν τῶν Λαοδικέων λιμένα ἐσπλεύσας τούς τε ἀνταναχθέντας ἐκράτησε καὶ ἀπέκλεισέν οἱ καὶ τὴν θάλασσαν. τότε γὰρ ἀμφοτέρωθεν τῆς ἐπαγωγῆς τῶν ἐπιτηδείων εἰρχθεὶς ἐπεκδρομὴν μὲν σπάνει τῶν ἀναγκαίων ἐποιήσατο, καταραχθεὶς δὲ διὰ ταχέων ἐς τὸ τεῖχος, καὶ προδιδόμενον αὐτὸ ἰδών, ἐφοβήθη μὴ ζῶν ἁλοίη καὶ ἑαυτὸν κατεχρήσατο. ὅπερ που καὶ Μᾶρκος Ὀκτάουιος ὑποστράτηγος αὐτοῦ ἔπραξε. καὶ οἱ μὲν ταφῆς ὑπὸ τοῦ Κασσίου, καίπερ τὸν Τρεβώνιον ἄταφον ῥίψαντες, ἠξιώθησαν· οἵ τε συστρατεύσαντές σφισι καὶ περιγενόμενοι καὶ σωτηρίας καὶ ἀδείας, καίτοι πολέμιοι ὑπὸ τῶν οἴκοι Ῥωμαίων νομισθέντες, ἔτυχον. οὐ μέντοι οὐδʼ οἱ Λαοδικεῖς κακόν τι πλὴν συντελείας χρημάτων ἔπαθον. ἀλλʼ οὐδὲ ἄλλος οὐδείς, συχνῶν μετὰ τοῦτο ἐπιβουλευσάντων τῷ Κασσίῳ, ἐκολάσθη.