Ancient Greek · ~2 min
Book 47, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.31.1
Not analysed yet
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, οἱ Ταρσεῖς Τίλλιον Κίμβρον φονέα τε τοῦ Καίσαρος ὄντα καὶ τότε Βιθυνῶν ἄρχοντα πρός τε τὴν τοῦ Κασσίου ἐπικουρίαν ἐπειγόμενον ἐπεχείρησαν τῶν τοῦ Ταύρου διόδων εἶρξαι, προεκλιπόντες δὲ αὐτὰς ὑπὸ δέους παραχρῆμα μὲν ἐσπείσαντο αὐτῷ, νομίσαντες ἰσχυρὸν αὐτὸν εἶναι, μετὰ δὲ τοῦτο τὴν ὀλιγότητα τῶν στρατιωτῶν κατανοήσαντες οὔτε τῇ πόλει αὐτὸν ἐδέξαντο οὔτε τὰ ἐπιτήδειά οἱ παρέσχον.