Ancient Greek · ~4 min
47.31.2 to 47.31.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.31.2-5
Not analysed yet
ἐπειδή τε φρούριόν τι ἐπιτειχίσας σφίσιν ἐς τὴν Συρίαν ἀπῆρε, προτιμότερον τὸ τῷ Κασσίῳ βοηθῆσαι τοῦ τὴν πόλιν αὐτὸς ἐξελεῖν ποιησάμενος, τοῦτό τε ἐπιστρατεύσαντες αὐτῷ παρεστήσαντο, καὶ πρὸς τὰ Ἀδανὰ ὅμορά τέ σφισι καὶ διάφορα ἀεὶ ὄντα ὥρμησαν, πρόφασιν ὡς καὶ τὰ τοῦ Κασσίου πρασσοντα ποιησάμενοι. πυθόμενος δὲ ταῦτα ἐκεῖνος πρότερον μέν, ὡς ἔτι ὁ Δολοβέλλας ἔζη, Λούκιον Ῥοῦφον ἐπʼ αὐτοὺς ἔπεμψεν, ὕστερον δὲ καὶ αὐτὸς ἦλθε, καὶ (ἤδη γὰρ ἀμαχεὶ τῷ Ῥούφῳ προσεκεχωρήκεσανʼ ἄλλο μέν σφας οὐδὲν δεινὸν εἰργάσατο, τὰ δὲ χρήματα τά τε ἴδια καὶ τὰ δημόσια πάντα ἀφείλετο. κἀκ τούτου Ταρσεῖς ἐπαίνους τε παρὰ τῶν τριῶν ἀνδρῶν (ἐκεῖνοι γὰρ τὰ πράγματα ἤδη τὰ ἐν τῇ Ῥώμῃ εἶχονʼ καὶ ἐλπίδα ἀντιλήψεσθαί τι ἀντὶ τῶν ἀπολωλότων ἔλαβον· ἥ τε Κλεοπάτρα διὰ τὴν συμμαχίαν ἣν τῷ Δολοβέλλᾳ ἔπεμψεν, εὕρετο τὸν υἱόν, ὃν Πτολεμαῖον μὲν ὠνόμαζεν, ἐπλάττετο δὲ ἐκ τοῦ Καίσαρος τετοκέναι καὶ κατὰ τοῦτο Καισαρίωνα προσηγόρευε, βασιλέα τῆς Αἰγύπτου κληθῆναι.