Ancient Greek
48.20.3 to 48.20.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.20.3-4
Not analysed yet
τισὶ καταλιπὼν ἀνέπλευσεν. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν πρότερον μὲν διʼ ἑτέρων, ὥσπερ εἴρηται, καταλαβεῖν ἐπεχείρησε, μὴ δυνηθεὶς δὲ διά τε τὸν Καλῆνον καὶ διὰ τοὺς ἄλλους τοὺς τὰ τοῦ Ἀντωνίου πράττοντας αὐτὸς τότε κατέσχε, τόν τε Καλῆνον τεθνηκότα νόσῳ εὑρὼν καὶ τὸ στράτευμα αὐτοῦ ἀκονιτὶ προσθέμενος. κἀν τούτῳ τὸν Λέπιδον ἀγανακτοῦντα τῇ τῆς ἀρχῆς τῆς ἐπιβαλλούσης αὐτῷ στερήσει ἰδὼν ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵνʼ ὡς παρʼ ἑαυτοῦ μόνου αὐτήν, ἀλλʼ οὐ καὶ παρὰ τοῦ Ἀντωνίου λαβὼν οἰκειότερόν οἱ προσφέρηται.