Ancient Greek · ~5 min
48.21.1 to 48.21.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.21.1-4
Not analysed yet
δύο μὲν δὴ ἔθνη τοῖς Ῥωμαίοις ἐν τῇ Λιβύῃ ἐκείνῃ, ὥσπερ εἶπον, ἦν· ἦρχον δὲ πρὸ τῆς τῶν τριῶν ἀνδρῶν συνωμοσίας τοῦ μὲν Νομαδικοῦ Τίτος Σέξτιος, τοῦ δὲ ἑτέρου ὅ τε Κορνουφίκιος καὶ Δέκιμος Λαίλιος, ὁ μὲν τὰ τοῦ Ἀντωνίου, οἱ δὲ τὰ τοῦ Καίσαρος φρονοῦντες. καὶ τέως μὲν ὁ Σέξτιος ἀνέμενεν ὡς καὶ ἐκείνων (πολὺ γὰρ πλείω δύναμιν εἶχονʼ ἐς τὴν ἀρχὴν αὐτοῦ ἐσβαλούντων, καὶ παρεσκευάζετο ὡς καὶ ἐνταῦθα αὐτοὺς ἀμυνούμενος· ἐπεὶ δὲ διέμελλον, κατεφρόνησέ τε αὐτῶν, καὶ προσεπαρθεὶς ὑπό τε βοὸς φθεγξαμένης, ὥς φασιν, ἀνθρωπίνῃ φωνῇ καὶ κελευσάσης αὐτῷ τῶν προκειμένων ἔχεσθαι, καὶ ἐξ ἐνυπνίου διʼ οὗ ταῦρός τις κατορωρυγμένος ἐν τῇ πόλει Τούκκῃ παρῃνεκέναι οἱ ἔδοξε τὴν κεφαλὴν αὐτοῦ ἀνελέσθαι καὶ ἐπὶ κάμακος, ὡς καὶ ἐκ τούτου νικήσοντι, περιφέρειν, οὐκ ἐμέλλησεν, ἄλλως τε καὶ ὅτι τὸν ταῦρον ἐν τῷ χωρίῳ ἐν ᾧ τὸ ἐνύπνιον εἶναι ἔφη εὗρεν, ἀλλʼ αὐτὸς ἐς τὴν Ἀφρικὴν προενέβαλε. καὶ τὸ μὲν πρῶτον τό τε Ἀδρυμητον καὶ ἄλλα ἄττα χωρία, ἀνελπίστοις σφίσι προσπεσών, κατέσχεν· ἔπειτα δὲ ἀφυλάκτως διʼ αὐτὸ τοῦτʼ ἔχων ἐλοχίσθη τε ὑπὸ τοῦ ταμίου, καὶ πολὺ μέρος τοῦ στρατοῦ ἀποβαλὼν ἐς τὴν Νουμιδίαν ἀνεχώρησε. καὶ ἔτυχε γὰρ ἄνευ τῆς τοῦ ταύρου κεφαλῆς δυστυχήσας, τήν τε ἧτταν ἐς τοῦτο ἀνέφερε, καὶ παρεσκευάζετο