Ancient Greek · ~2 min
Book 48, Chapter 21
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.21.5
Not analysed yet
ὡς καὶ αὖθις στρατεύσων. κἀν τούτῳ φθάσαντες οἱ ἐναντίοι ἀντεσέβαλον ἐς τὴν ἀρχὴν αὐτοῦ· καὶ οἱ μὲν ἄλλοι Κίρταν ἐπολιόρκουν, ὁ δὲ δὴ ταμίας ἐπʼ ἐκεῖνον σὺν τοῖς ἱππεῦσιν ὥρμησε, καί τισιν ἱππομαχίαις κρατήσας τὸν συνταμίαν προσεποιήσατο. πραχθέντων δὲ τούτων ὁ Σέξτιος νεαλῆ τινα ἐπικουρίαν προσλαβὼν ἀνεκινδύνευσε, καὶ τόν τε ταμίαν ἀντενίκησε καὶ τὸν Λαίλιον κατατρέχοντα τὴν χώραν ἐς τὸ ἔρυμα