Ancient Greek · ~2 min
Book 48, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.29.2
Not analysed yet
διʼ ἀγγέλων ἐπὶ τῷ Καίσαρι πεποιημένου. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα ὁ Καῖσαρ ὑπέμεινε πάντας μὲν τοὺς ἐν τῷ πολέμῳ τῷ κατὰ τὸν Λούκιον τὸν τοῦ Ἀντωνίου ἀδελφὸν μεταστάντας πρὸς αὐτόν, καὶ ἐξ αὐτῶν γε τῶν σφαγέων ἔστιν οὓς ὄντας, ἄλλους τε καὶ τὸν Δομίτιον, πάντας δὲ καὶ τοὺς ἐκτεθέντας ἐν τοῖς λευκώμασιν, ἢ καὶ ἄλλως πως τῷ τε Βρούτῳ καὶ τῷ Κασσίῳ συμπολεμήσαντας καὶ μετὰ τοῦτο τὰ τοῦ Ἀντωνίου