Ancient Greek · ~1 min
Book 48, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.29.3
Not analysed yet
πράξαντας, καταδέξασθαι ἐπʼ ἀδείᾳ. τοσοῦτος μὲν δὴ καὶ τῶν στάσεων καὶ τῶν πολέμων παράλογός ἐστι, δίκῃ μὲν οὐδὲν τῶν τὰ πράγματα ἐχόντων νομιζόντων, πρὸς δὲ δὴ τάς τε ἀεὶ χρείας καὶ τὰ συμφέροντά σφων τό τε φίλιον καὶ τὸ πολέμιον ἐξεταζόντων, καὶ διὰ τοῦτο τοὺς αὐτοὺς τοτὲ μὲν ἐχθροὺς τοτὲ δὲ ἐπιτηδείους σφίσι πρὸς τὸν καιρὸν ἡγουμένων.