Ancient Greek
Book 59, Chapter 25
Cassius Dio Cocceianus, Historiae Romanae (versio 2 in volumine 2) 59.25.8
Not analysed yet
ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρχους καλέσας καὶ ἄλλους δύο εἰσῆλθεν ἐν χιτωνίσκῳ, καὶ λέγει αὐτοῖς "ἰδοὺ ὑμεῖς τρεῖς ἐστε ὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμνός· ἐὰν μισῆτέ με, φονεύσατέ με." ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ [Exc. Vat.] προσέπεσον καὶ παρεκάλουν μηδὲν τοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρησεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸς ὕποπτος περὶ τὴν φιλίαν αὐτῶν διέκειτο, κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρουεν αὐτοὺς ἀλλήλοις. Petr. Patr. exc. Vat. 30 (p. 205 Mai. =p. 187, 26—188, 2 D.)