Ancient Greek
Book 59, Chapter 30
Cassius Dio Cocceianus, Historiae Romanae (versio 2 in volumine 2) 59.30.1c
Not analysed yet
[Exc. Vat.] ὅτι μετὰ τὴν τελευτὴν Γαΐου ὁ δῆμος διὰ τὸ εἰπεῖν αὐτὸν ὅτι ἔδει πάντας ἔχειν ἕνα τράχηλον ἐμπαίζων αὐτῷ ἔλεγεν· "ἡμεῖς ἕνα μὲν αὐχένα οὐκ ἔχομεν πολλὰς δὲ χεῖρας. Petr. Patr. Exc. Vat. 35 (p. 206 Mai. =p. 188, 2932 Dind.) ὅτι πολλοὶ τῶν συνασελγαινόντων καὶ συνεξημαρτηκότων αὐτῷ ἤχθοντο καὶ ἐταράττοντο καὶ τοὺς στρατιώτας πολλὰ πειραθέντες καταστῆσαι οὐκ ἠδύναντο, Βαλέριος δὲ Ἀσιατικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστόν τινα τρόπον κατέπαυσεν· διατρεχόντων γὰρ αὐτῶν καὶ πυνθανομένων τίς Γάιον ἀπέσφαξεν, ἵνα δίκην παρ' αὐτοῦ λάβωσιν, ἀνῆλθεν εἰς περιφανὲς χωρίον καὶ ἐβόησεν αὐτοῖς· "εἴθε [αἴθε cod.] ἐγὼ αὐτὸν ἀπέκτεινα·" καὶ ἐκ τούτου καταπλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. Petr. Patr. exc. Vat. 36 (p. 206 sq. Mai. =p. 189, 1—10 Dind.)