Ancient Greek
Section 29
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 29
Not analysed yet
Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβανόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεωτέρων ὄντων τῶν διειργότων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμπεριεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος.