Ancient Greek
Section 31
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 31
Not analysed yet
[Διὰ τί λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵματος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ μέρη. τοῦτο δὲ γίνεται παραπησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν.