Ancient Greek
Section 43
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 43
Not analysed yet
Διὰ τί ἐπὶ μὲν τῶν ζώντων καιομένων, φλύκταιναι ἐπανίστανται, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς; Ῥητέον, ὄτι ἐπὶ τῶν ζώντων σωμάτων καὶ πνεύματά πως ὑπέσπαρται ἐν ὅλῳ τῷ σώματι, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς· ἢ ὅτι τῶν μὲν νεκρῶν τὰ σώματα ἄθρυπτα καθέστηκε, τῶν δὲ ζώντων τοιαῦτά ἐστιν, ὥστε καὶ περιτένειαν ὑπομένειν καὶ δύνασθαι περιτείνεσθαι. προενεχθέντος οὖν τοῦ πυρός, γίνεταί τις ὁλκὴ ὕλης περὶ τὴν ἐπιφάνειαν καὶ ἀποτελεῖ τὰς φλυκταίνας. ἐπὶ οὖν τῶν νεκρῶν σωμάτων αὗται οὐ γίνονται, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς τὸ οὐσιοποιὸν τῆς φλυκταίνης.