Ancient Greek
Section 45
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 45
Not analysed yet
Διὰ τί τρίψαντες τὸν ὀφθαλμόν, παυόμεθα τῶν πταρμῶν; ἢ διότι ἡ ἀναπνοὴ γίνεται αὕτη τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρίψιν. [ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρῶν. ἢ ὅτι ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος·] ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὲ καὶ ἐάν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.