Ancient Greek
Section 53
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 53
Not analysed yet
Διὰ τί ἐν τοῖς καύμασιν οἱ περιοδικῶς νοσοῦντες φρικιῶσιν; ὅτι ἀραιωθέντων τῶν πόρων, ἔξω τὸ θερμὸν διαπνεῖ· πυκνωθέντων δέ, ἔσω ἀποκλείεται· χωρήσαντος οὖν ἔξω τοῦ ἐν ἡμῖν θερμοῦ, κατάψυξις γίνεται. φρίκαι δὲ συστελλομένων διὰ ψῦξιν τῶν σωμάτων, συνίστανται.