Ancient Greek
Section 55
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 55
Not analysed yet
Διὰ τί ἡ λευκὴ γῆ ἄφορος κατὰ τὸ πλεῖστον; ὅτι κατάψυχρός ἐστιν, ἡ μέλαινα δὲ πολύθερμος· καὶ ἡ μὲν ἑρπετῶν ἐστι γεννητική (ψυχρὰ δὲ ταῦτα), ἡ δὲ καρπῶν (θερμοὶ δὲ οὗτοι). καὶ γὰρ τῶν γυναικῶν αἱ μέλαιναι ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν αὑταῖς πλέον θερμόν, πολυτόκοι.