Ancient Greek
Section 57
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 57
Not analysed yet
Διὰ τί σημεῖον πωρωθέντων ὀστῶν τὸ τὰς ἐπιδεσμίδας ἐφαιμάσσεσθαι, καίπερ τοῦ κατάγματος ἄνευ τραύματος συστάντος; ὅτι ἡνίκα συρρεῖ ὁ πῶρος, τὰς ἐσπαρμένας τοῖς ἀραιώμασι τῶν ὀστῶν ῥανίδας τοῦ αἵματος θλίβει.