Ancient Greek
Section 7
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 7
Not analysed yet
Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ᾽ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ᾽ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συντρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀποσυλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει.