Ancient Greek
Section 80
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 80
Not analysed yet
Διὰ τί οἱ μελαγχολικοί, ὀργίλοι καὶ δύσθυμοι; ἐπειδὴ τὸ πάθος περί τε κοιλίαν ὑφίσταται καὶ τοῦ στομάχου τὸ πέρας, ὃ συνάπτει τῷ στόματι τῆς κοιλίας. ἐκεῖσε οὖν ὑγρῶν διεφθορότων, συναθροισμὸς ἀποτελεῖται, καὶ αἰτία γίνεται τῶν λεχθέντων· πρόδηλον δὲ τοῦτο κἀκ τῶν ὑγιαινόντων μέν, ἀρχῇ δὲ τροφῆς χρησαμένων. δυσεντευξίαι γὰρ συμβαίνουσι. καὶ οἱ ὑδροφοβικοί, ἐπιβουλεύεσθαι δοκοῦντες, ἀτροφοῦσι σχεδόν.