Ancient Greek
Section 82
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 82
Not analysed yet
Διὰ τί οἱ δυσπνοοῦντες ἦχον συριγματώδη ἠχοῦσιν; ὅτι μύσις τίς ἐστι καὶ σύμπτωσις πόρων τῶν ἐν τῷ πνεύμονι πάθος. διὰ στενοῦ τοίνυν τόπου πνεύματος φερομένου, ἦχος τοιοῦτος ἀποτελεῖται. συναντῶσι δὲ καὶ βῆχες τούτοις, διὰ τὴν ἐκ τῆς παρατρίψεως θερμασίαν, πλειόνων συνδιδομένων ὄγκων εἰς τὰς τῶν βρόγχων κοιλότητας, κἀκείνων ἀπὸ τοῦ πνεύματος ἅμα κοπτομένων.