Ancient Greek
Section 84
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 84
Not analysed yet
Διὰ τί ἐν τοῖς ῥήγμασιν ἐπὶ τῶν ἐκ πληγῆς ῥηγνυμένων, τὸ μὲν ὑπογάστριον οὐ ῥήγνυται ἐκτὸς ὄν, τὸ δὲ περιτόναιον ἔνδον ὄν, ῥήγνυται; τούτου ἡ αἰτία αὐτὴ τῶν σωμάτων ἡ φύσις τὸ μὲν ὑπογάστριον σαρκῶδές ἐστι, τὸ δὲ περιτόναιον τεταμένον· ἀντιπάσχον οὖν τῷ προσπίπτοντι, ῥήγνυται. τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἄνευ τραυμάτων καταγμάτων.