Ancient Greek
Section 9
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 9
Not analysed yet
Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέσεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπούλωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ᾽ ὅτε γίνεται, ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μήνιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ᾽ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελκοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπικείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι.