Ancient Greek
Chapter 1
Cassius Longinus, Ars rhetorica 1.10
Not analysed yet
Ἐπειδὴ δὲ εἴρηται καὶ περὶ τούτων ἀποχρώντως τε καὶ μετρίως, μνημονευτέον ἐστὶ τῶν ἐπιλόγων, ὧν ἡ μὲν δύναμις καὶ τὸ ἔργον ἀναμνῆσαι τὰ εἰρημένα ταῖς ἐπανόδοις, αὐξῆσαί τε τὸ ὁμολογηθὲν εἴτε κρεῖττον εἴτε χεῖρον τοῖς μερισμοῖς καὶ τῇ παραθέσει τῶν ὁμοίων καὶ τῶν ἐναντίων ὅταν γὰρ ἀποδειχθῇ τι πρᾶγμα, οὕτω τὸ πρᾶγμα αὔξεται. χρηστέον δὲ τοῖς ἐπιλόγοις ὥσπερ καὶ τοῖς προοιμίοις πολλαχῆ· καὶ γὰρ ἐν τοῖς καθʼ ἕκαστον ἀποδεικνυμένοις τὸ εἶδος αὐτῶν χρήσιμον, καὶ πρὸς τῷ τέλει τοῦ λόγου δραστήριον καὶ καταπρακτικόν, τόν τε δικαστὴν παροξύνει δοῦναι ψῆφον ἣν βούλεται, ἢ τοὐναντίον ὡς ὁ φεύγων παραιτεῖται. αὔξει δὲ μάλιστα ἡ αἰτία καὶ τὸ τέλος, ἐὰν ἐξετάσῃς τὰ συμβαίνοντα ἐξ ἑκά`στου καὶ τὰς ἀρχὰς τῶν πραγμάτων· αὐτὸ γὰρ ἕκαστον κατὰ μόνας μικρόν, ἕτερον δὲ ἐξ ἑτέρου δεικνύων, ὡς ἀποβαίνειν πέφυκεν, αὐξήσεις καὶ τὰ μὴ γενόμενα, γενέσθαι δὲ ὅμως δυνάμενα τῷ πράγματι προστιθείς. δῆλον δὲ ὅτι καὶ καθαιρεῖται τοῦ πράγματος τὸ μέγεθος καὶ ἡ ἀξία τῷ ἐναντίῳ, ὅταν ἐλέγχῃς τὴν αὔξησιν τοῦ κατηγοροῦντος καὶ τοὺς λόγους καὶ τὰ παλαίσματα τῆς τέχνης, ἀφαιρῶν μὲν αὐτοῦ τὰ μὴ γενόμενα, μόνα δὲ τηρῶν τὰ πεπραγμένα, καὶ ταῦτα ἐλαττῶν τοῖς σμικροτέροις ἀπείκαζε καὶ δείκνυε, ὅτι οὕτως ἂν πᾶν παντὶ ὅμοιον γένοιτο καὶ τὸ σμικρότατον τῷ μεγίστῳ, εἴ τις τὰ μὴ συμβάντα διεξίοι, καὶ λογίζοιτο ὡς γεγονότα, καὶ τῶν αὐτῶν τιμημάτων καὶ κολάσεων πάντα δεήσεται· τοῦτο δὲ τῶν ἀδικωτάτων, μίαν τιμωρίαν εἶναι πᾶσι τοῖς ἀδικήμασι. τοιαῦτα πρὸς τὴν αὔξησιν λεκτέον, καὶ διὰ τούτων τὸ πρᾶγμα σμικρότατον ποιεῖν ἐπιχειρητέον, ἐξ ὧν τὴν ὀργὴν τῶν δικαζόντων τιθασσεύοντες ἐκλύσομεν. αἱ δὲ ἀφορμαὶ αἱ τῶν πίστεων τοῖς ἐπιλόγοις ἐκ τῆς αὐτῆς διαιρέσεως ἧς διῃρήκαμεν, (καὶ ὅτι μὲν) μέγα ἐστὶν ἢ μικρὸν καὶ φαῦλον τὸ πρᾶγμα τοῦτο κατασκευάζειν ἐν τοῖς ἐπιλόγοις εἰώθαμεν, τὸ δὲ εἰ γεγένηται ἢ μή, δεῖται ἑτέρων ἀποδείξεων καὶ τῆς πρώτης ψήφου τὸ τοιοῦτον καὶ τοῦ πρώτου λόγου.