Ancient Greek
ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ.
Cassius Longinus, Ars rhetorica 1
Not analysed yet
Περὶ δὲ τῆς οἰκονομίας καὶ διοικήσεως προοιμίων καὶ διηγήσεων καὶ πίστεων καὶ ἐπιλόγων ἀναγκαῖον προειπεῖν τοσοῦτον, ὅτι τοῖς μὲν προοιμίοις πλείοσιν ἐν τοῖς μεγάλοις πράγμασι καὶ διαβεβλημένοις χρηστέον ἐὰν δὲ ὑπὲρ μικρῶν καὶ φαύλων ὁ λόγος ,μικρὸν ἔστω τὸ προοίμιον. χρηστέον δὲ τοῖς προοιμίοις καὶ πρὸ τῶν. παραδόξων ἐπιχειρημάτων, καὶ πρὸ παντὸς τοῦ μέλλοντος δόξειν οὕτω πως ἔχειν, κἀν ταῖς ἀρχαῖς κὰν ταῖς τελευταῖς τῶν κατασκευαζομένων, ὡς ἄν ἀφορίζῃς καὶ διαρθροῖς τὰ εἰρημένα, καὶ τὸν λόγον ἀναλαμβάνῃς μερίζων ταῖς τῶν προοιμίων ἐμβολαῖς τὰ ζητούμενα· πιθανώτατον γὰρ τοῦτο καὶ ῥητορικώτατον τὸ γένος τῶν λόγων ὃ κέκληται προοίμιον, ἡ παρασκευὴ καὶ θεραπεία τῶν ἀκροωμένων. ὅτῳ δὲ ἂν λόγῳ μὴ προσῇ ταῦτα, στέρεται τῆς πιθανότητος ἀναισθησίαν ἐνδεικνύμενος τοῦ λέγοντος καὶ πολλὴν ἀμαθίαν, εἰ μήτε ὧν πάσχουσιν οἱ ἀκούοντες μήτε ὧν αὐτὸς λέγει πραγμάτων κριτὴς γίνεται διʼ ὧν αἱ τῶν προοιμίων ἔννοιαι παρίστανται πραϋνόντων, ἐπαγγελλομένων ἐπαγωγήν, συγγνώμην ἡμῖν αἰτουμένων, προτυπουμένων τὰ μέλλοντα καὶ προκαθισταμένων τὴν ἀκρόασιν ἐξ ὧν ἂν ὑπείπωμεν.