Ancient Greek · ~7 min
Fragment 1, Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον
Cassius Longinus, Prolegomena Longini commentariique reliquiae 1.5
Not analysed yet
Το δὲ μέτρον λέγεται πολλαχῶς. καὶ γὰρ τὴν εὐμετρίαν μέτρον προσαγορεύομεν ὡς ὁ εἰπὼν μέτρον ἄριστον —εἴτε σοφὸν ἀπόφθεγμα εἶτε θεῖον ἀνάθημα. Ἀπόλλωνι μὲν γὰρ ἁρμοδιώτατον, ἐπεὶ καὶ μέτρων ὑρετής. —Λέγεται δὲ μέτρον καὶ αὐτὸ τὸ μετροῦν καὶ τὸ μετρούμενον· ὡς ὅταν εἴπωμεν τὸν μέδιμνον μέτρον καὶ τὸ ἐν αὐτῷ μετρηθὲν ,ἀμφότερα δὲ καλεῖται μέδιμνος· καὶ αὖ πάλιν εἰ εἴποιμι χόα τὸ σκεῦος, ἐν ᾧ μετρῶ ποσότητά τινα, καὶ ὐτὴν τὴν ποσότητα χόα · —καὶ αὖ πάλιν αὐτὸ τὸ ξύλον, ὃ μόνον ἔχει πῆχυν, πῆχυν προσαγορεύομεν· –οὕτως μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς θεωρίας πολλαχόθεν λέγεται μέτρον· Μέτρον τε γὰρ καλοῦμεν πᾶν τὸ μὴ πεζόν, ὡς ὅταν εἴπω τὰ ὲν Πλάτωνος πεζά, τὰ δὲ Ὁμήρου μέτρα. μέτρον καλεῖται καὶ εἶδος ἕκαστον, ὡς ὅταν εἴπω μέτρον ἰωνικὸν καὶ μέτρον ἰαμβικὸν καὶ μέτρον τροχαϊκόν. μέτρον καλεῖται καὶ στίχος ἕκαστος, ὡς ὅταν εἴπω· ἡ πρώτη Ὁμήρου ῥαψῳδία μέτρα ἔχει ἑξακόσια καὶ δέκα –τοῦτο δὲ Ὀδυσσεὺς ὁ μετρικὸς ἐσημειώσατο· –ἔτι τοίνυν μέτρον καλοῦμεν τὴν συζυγίαν, τουτέστι τὴν διποδίαν, ὡς ὅταν τὸ ἰαμβικὸν τὸ ἀπὸ ἕξ ποδῶν συγκείμενον τρίμετρον καλῶμεν. μέτρον καλοῦμεν καὶ τὸν πόδα . . . . . . . μέτρον καλοῦμεν καὶ τὸν χρόνον, ὅν τινες τῶν ῥυθμικῶν σημεῖον προσαγορεύουσιν. ὅτι δὲ τοῦτο οὕτως ἔχει, παράδειγμα τεθήσεται, ὅ τινες μὲν Ὀρφέως, τινὲς δὲ τῆς Πυθίας ὑπολαμβάνουσι· περὶ γὰρ τῶν ἐπῶν λέγων ἢ λέγουσα ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. Καὶ ταῦτα οὕτως ἔχει ὥσπερ εἴρηκα. μέτρον γὰρ καὶ ὸ μετροῦν καὶ τὸ μετρούμενον· οὕτως καὶ ἐπὶ τῶν προειρημένων αὐτὸ τὸ μετρούμενον τουτέστι τὸ ποίημα μέτρον προσαγορεύεται, καὶ ἕκαστον τῶν μετρούντων τῆς ὁμοίας τετύχηκεν ὀνομασίας. χρόνος γὰρ συλλαβὴν ποιεῖ, συλλαβὴ δὲ πόδα, ποὺς δὲ συζυγίαν, συζυγία δὲ στίχον, στίχος δὲ ποίημα. πάντα οὖν εἰκότως μέτρα προσαγορεύεται.