Ancient Greek · ~4 min
1.6 to 1.8
Cassius Longinus, Prolegomena Longini commentariique reliquiae 1.6-8
Not analysed yet
Γέγονε δὲ ἀπὸ τοῦ μείρω ῥήματος, ὅ ἐστι μερίζω, ἀφʼ οὗ παρὰ τῷ ποιητῇ (I 612) ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. ὡς γὰρ παρὰ τὸ σείω σεῖστρον γίνεται καὶ παρὰ τὸ δέρω δέρτρον καὶ παρὰ τὸ φέρω φέρτρον, οὕτω καὶ παρὰ τὸ μείρω μέρτρον καὶ μέτρον. ὄνομα γοῦν ἐστὶ καὶ ἐκ τῆς ἐτυμολογίας τοῦ μερισμοῦ. Περὶ δὲ ὅρου μέτρου νῦν εἰπεῖν οὐκ ἀναγκαῖον· αὐτὸς γὰρ ὁ Ἡφαιστίων αἰτιᾶται τὸν Ἡλιόδωρον, ὅτι τοῖς ὑπαρχομένοις γράφει· τοῖς γὰρ ἀπείροις καὶ μήπω τῆς μετροποιίας γεγευμένοις ἀδύνατον νοῆσαι ὸν ὅρον. Ἐπιγέγραπται δὲ ἐγχειρίδιον, οὐχ ὥς τινες ᾠήθησαν παρὰ τὸ ξίφος διὰ τὸ ὀξύνειν τῶν μετιόντων τὰς ψυχάς, ἀλλὰ διὰ τὸ ἐν χερσὶν ἔχειν τοὺς βουλομένους τὰ κεφάλαια τῶν μετρικῶν παραγγελμάτων. τι δὲ ταῦτα οὕτως ἔχει, Ἡλιόδωρος τοῦ ἐγχειριδίου ἀρχόμενος οὕτως λέγει· τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς γέγραπται τὸ βιβλίον τοῦτο.