Ancient Greek · ~4 min
Fragment 1, Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον
Cassius Longinus, Prolegomena Longini commentariique reliquiae 1.9
Not analysed yet
Ἤρξατο δὲ αὐτὸς ὁ Ἡφαιστίων, ὡς ἔφην, ἀπὸ υλλαβῆς. ὕλη γὰρ τοῖς μέτροις ἡ συλλαβή, καὶ ἄνευ ταύτης οὐκ ἂν συσταίη τὸ μέτρον· τὸ δέ ποιοῦν πρὸ τοῦ ποιηθέντος, ὅθεν ἀπὸ συλλαβῆς ἄρξασθαι δίκαιον. οὐκ ἀπὸ τοῦ γένους δὲ ἤρξατο, ἀλλʼ ἀπὸ τοῦ εἴδους. διαφέρει δὲ εἶδος καὶ γένος, ᾗ γένος μέν ἐστι ὸ πρωτότυπον εἰς εἴδη διαιρεθῆναι δυνάμενον, εἶδος δὲ τὸ ἀπὸ τοῦ γένους διηρημένον, οἷον εἴ τις λέγοι ζῷον γένος, εἴδη δὲ αὐτοῦ ἄνθρωπον ἵππον καὶ τὰ λοιπά. οὐκοῦν γένος μέν ἐστιν ἡ συλλαβή, εἴδη δὲ αὐτῆς βραχεῖα καὶ μακρὰ καὶ ἡ κοινὴ καλουμένη. οὐκ ἔδοξεν οὖν αὐτῷ ἀπὸ τοῦ γένους ποιήσασθαι τὴν ἀρχὴν (τεχνικὸς γὰρ οὗτος ὁ λόγος καὶ οὐ πάνυ τοῖς μέτροις συμβάλλεται) οὐδὲ ὅρῳ τὴν συλλαβὴν περιλαβεῖν οὐδὲ τὸν περὶ αὐτῆς εἰπεῖν λόγον τῆς ἐτυμολογίας· καὶ γὰρ ἐν τοῖς τεχνικοῖς ἔλεγχον ἔσχεν ὁ ὅρος, ὅτι ἡ συλλαβὴ παρὰ τοῦτο ὠνόμασται, παρὰ τὸ ποσότητα στοιχείων εἰς ταὐτὸν συλλαμβάνειν ὧν ἔξεστιν ὑφʼ ἕνα. φθόγγον παραλαβεῖν· οὐχ γὰρ ἂν εἴποι τις τὰς μονογραμμάτους. ἀλλὰ ταῦτα μὲν ζητείτωσαν ἱ τεχνικοί. —