Ancient Greek
ΚΕΦ. ΙΑ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΑ..1
Not analysed yet
οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ’ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ Ἁγίου Πνεύματος δίδοται. ᾿Ιδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ᾿Αποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἃν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. Τοῦ Χρυσοστόμου. Οὐκ ἃν εἶδεν εἰ μή τι αἰσθητὸν ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα τὴν μιαρίαν τοῦ Σίμωνος· χρήματα διατί προσήνεγκε; καίτοι οὐκ εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῶ,” καὶ τὰ ἑξῆς. *Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος. Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῶ λόγω τούτῳ. Τοῦ Αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἃν εἴποι, εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα. Φεοφίλου ἐπισκόπου Ἀλεξανδρείασ. Τὰς ἐκκλησιαστικὰς χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ ῾Ιεροβοὰμ κακὰ, ἵνα μὴ μελέτη καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν. Ἡ γὰρ καρδία σου οὐκ ἐστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ. Τοῦ Χρυσοστὀμου. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εξ ἀνεπιγράφου. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα τὸ Ἅγιον ἡγησάμενος. Διδύμου. Προαιρετικὴ τροπὴ ἣ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα- βολῆς· ὅθεν παρέλκει τὸ “μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ’ οὐ ματαίως εἴρηται τὸ “μετανόησον οὖν·” αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου δὲ μὴ ὄντος φύσει κακοῦ, ἣ ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ’ ἄλλος τις εὑρεθείη τοιοῦτος. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Τοῦ Χρυσοστόμου. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ῄ· ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “δεήθητε ὑμεῖς “ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα. Τοῦ ἁγίου Ἀθανασίου ἐκ Τοῦ Πρὸσ Τοὺσ Λεγομένουσ Καθαροὺσ Λόγου Γ. Πρὸς οὖν τὴν προυποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας “διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ “λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ “Θεοῦ·” καὶ τοσαῦτα κατ’ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκῳ· θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ “τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεται σοι “ἡ ἐπίνοια τῆς καρδίας σου·” μέγα γάρ σοι καὶ τοῦτο· καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, “μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια “τῆς καρδίας σου· σου·” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ’ ὅτι τὰ δυσίατα πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “τοῦ Κυρίου·” ἀλλ᾿ ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “εἰ ἄρα ἀφεθήσεται σοι ἡ ἐπί- “νοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον “ἀδικίας ὁρῶ σε ὄντα· καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Ἀποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· “δεήθητε ὑμεῖς ὑπὲρ “ἐμοῦ πρὸς τὸν Κύριον·” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ὅπως “μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε· οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος ᾿Απόστολος, οὔτ’ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ υποθέμενος καὶ εἰπών; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον. ᾿Αποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν n ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρή- κατε. Τοῦ Χρυσοστὀμου. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “εἰ ἄρα ἀφεθήσεται σοι· οὐχ ὡς συγχωρηθέντος ἃν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ’ ἔθος καὶ τοῖς προφήταις τοῦτο ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ’ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερὰ ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε- γομενος. Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόλον τοῦ Κυρίου. Τοῦ Χρυσοστομου. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν. ῾Υπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο. Τοῦ Αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά- νοῦσιν.