Ancient Greek
ΚΕΦ. ΙΒ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΒ..1
Not analysed yet
Ὅτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν ο, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη. Τοῦ Αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἃν ἀπὸ Ἰεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτοι ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατὶ; ἀλλ’ “ἀναστὰς ἐπορεύθη·” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπάνιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ’ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλοφύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱεροtκταλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν ῾Ησαΐαν τὸν προφήτην. Τοῦ Αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὣν, ἤρχετο προσκυνήσων εἰς ᾿Ιεροσόλυμα· καὶ πολλὴ ἡ σπουδὴ, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ- ματι. ᾿ΕΞ Ἀνεπιγράφου. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν· οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν Ρ· “Αἰθίοπες τοὺς βασιλέων πα- “τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ’ ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν· “ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην. Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαίαν τὸν προφήτην· Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλότερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ’ ἡμέρως. Σευήρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν ᾿Ησαΐου τοῦ προφήτου βιβλίον· καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατὴς, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῶ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγωγίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγεκεκρυμμένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι’ ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτότοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ’ ὑπόστασιν ἥνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται. Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ εἶπεν, πῶς γὰρ ἃν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἢν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Εἰρηναίου. τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν “Χριστόν·” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αἰθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι παρουσίαν, καὶ “ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὅρα πὼς οἰκονομεῖται· πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ’ ὀλίγα— Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ’ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν ὅτι καὶ οἲδε ταῦτα, καὶ βούλεται διδάξαι. ΚΥΡÍΛΛΟΥ. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς πεπρᾶχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “τὴν γενεὰν αὐτοῦ τίς “διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὑπάρξις τοῦ μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὔπω κἀς ἡμᾶς γενόμενος. Φεοδώρου ἩΡΑΚΛΕÍΑΣ. Τὸ ἑκούσιον τοῦ Σωτῆρος ἐν πειρᾷ τῶν οἰκονομουμένων σημαίνεται· ὡς γὰρ πρόβατον ἀγόμενον εἰς θυσίαν ἣ ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν, ἀνάγκῃ τε δαμαζόμενα οὐδὲ βληχᾶσθαι τὸ ἐνδόσιμον ἔχει, οὕτως αὐτὸς ἑκὼν ἐν τῷ πάσχειν ἀπεσιώπα. Ἐν τῆ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τοῦ Αὐτοῦ. τὴν παράνομον καὶ ἄδικον κρίσιν ἐπ’ αὐτῷ γενομένην δηλοῖ τῆς ἀληθείας κρυβείσης. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τοῦ Αὐτοῦ. τὴν μετὰ τὴν ἀνάστασιν γενομένην δόξαν, καὶ τὴν ἐν γένει αὐτοῦ ἀξίαν, ἣν ἡ τῶν οἰκονομηθέντων ὑπέδειξε πεῖρα, τίς ἔσται ἱκανὸς λόγῳ φράσαι; αὐτοῦ μὲν θανάτῳ ὑποβαλλομένου, πάντων δὲ εἰς ἀφθαρσίαν χάριτι αὐτοῦ ζωοποιουμένων καὶ πίστει λυτρουμένων. Εὐσεβίου ΚΑΙΣΑΡΕÍΑΣ. Διελθὼν αὐτοῦ τὰ πάθη τὴν τῶν ἀκουόντων διάνοιαν ἐπὶ τὴν τῆς γενέσεως αὐτοῦ φαντασίαν, ἐπιλέγων “τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;” τότε γὰρ μάλιστα μεῖζόν τις λήψεται θαῦμα τῆς τῶν τοσούτων ὑπομονῆς, ὅταν εἰς ἔννοιαν ἔλθῃ, τίς ὣν καὶ ποῖος, καὶ ἐκ Θεοῦ γεγενημένος μονογενὴς Υἱὸς ταῦτα πάντα ὑπέστη. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἀπὸ ΛÓΓΟΥ Μϛ. Ἦν γὰρ ὁ αὐτὸς καὶ ἀγενεαλόγητος ὡς Θεὸς, καὶ κατὰ σάρκα γένος ἐπιγραφόμενος. Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τοῦ Αυτοῦ ἐκ τοῦ ΠΡÒΣ ᾿ΙΟΥΛΙΑΝÒΝ ΣΥΝΤÁΓΑΜΑΤΟΣ. Τοῦ γὰρ εἰς θάνατον ἑκουσίως καταβεβηκότος ἤρθη ἀπὸ τῆς γῆς ἡ ζωή· καὶ μετεωρίσθη καὶ διήλασε καὶ ὑπερανέβη τοὺς οὐρανοὺς, ὅτι βασιλεὺς ὑπῆρχε τῆς δόξης, καὶ ἡ αὐτοκαταφύσιν ο ζωὴ, καὶ κύριος τῶν δυνάμεων, καὶ θρόνον ἔχων τὸν ἀνωτάτω· καθὰ καὶ αἱ δυνάμεις αἱ ἐν οὐρανοῖς ἐπέγνωσάν τε καὶ ὡμολόγησαν· ἣ καὶ διὰ τὴν περὶ ἡμᾶς οἰκονομίαν, καὶ τὴν ἑκούσιον κένωσιν τῆς κατὰ τὸ πάθος ἐπὶ γῆς ἀτιμίας καὶ ἀδοξίας ἠνέσχετο· τοῦτο διδούσης εὐλόγως αὐτῷ τῆς καθ’ ὑπόστασιν αὐτῷ καὶ ἀδιαιρέτως ἡνωμένης σαρκός· περὶ ἣν τὸ πάθος καὶ ἡ ἐντεῦθεν ἀτιμία συνέβαινε· κατὰ Θεοῦ μὲν τολμωμένη τοῦ σεσαρκωμένου, ψαῦσαι δὲ μηδὲ δυναμένη τοῦ ἀπαθοῦς, ὅπερ ἀδύνατον. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Τὸ ὅλως εἰδέναι ὅτι ἄλλως καὶ περὶ ἄλλων λέγουσιν οἱ προφῆται, ἣ ὅτι περὶ ἑαυτῶν ἑτέρῳ προσώπῳ διαλέγονται, σφόδρα περιεσκεμμένη ἐστὶν ἡ ἐρώτησις. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτι- σθῆναι; Διδύμου. Ἐπιστατέον ὡς πολλὴ σπουδὴ ὑπῆρχε τοῖς χριστιανίζουσι περὶ τὸ αἰσθητὸν βάπτισμα· διττοῦ γὰρ ὄντος τούτου διδομένου ὅτε μὲν δι’ ὕδατος, ὅτε δὲ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί· οὐ διὰ τὴν ὑπεροχὴν τοῦ ἐν Πνεύματι βαπτίσματος κατεφρόνουν τοῦ σωματικωτέρου· συμβάλλεται γὰρ καὶ τοῦτο εἰς σωτηρίαν, κατὰ τὴν ἀνάστασιν τοῦ σώματος. ἔστι δὲ διὰ τῆς προκειμένης βίβλου τῶν Πραξέων τῶν Ἀποστόλων πολλὰ θηρεῦσαι παραστατικὰ τοῦ χρησίμου τοῦ ἐξ ὕδατος βαπτίσματος. Εἶπε δὲ αὐτῷ, εἰ πιστεύεις ἐξ ὅλης καρδίας σου ἔξεστιν· ἀποκριθεὶς δὲ εἶπε, πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν Χριστόν· καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν· ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Ἅγιον ἐπέπεσεν ἐπὶ ’τον εὐνοῦχον. Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Ὁρᾶς ὅτι τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης τὸ πᾶν εἶχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· εἰ δὲ πολλὴν τὴν ἐπιθυμίαν δείκνυσιν, μὴ θαυμάσῃς· αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε. Ἄγγελος δὲ Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν οδὸν αὐτοῦ χαίρων. Τοῦ Αὐτοῦ Ὅρα προθυμίαν, ὅρα ἀκρίβειαν. Τοῦ Αὐτοῦ Διατί ἥρπασεν αὐτόν; τὸ γενόμενον θαυμασιώτερον ἐδείκνυτο· καὶ τότε οὐκ ἤδει· ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο· “ἐπορεύετο γάρ,” φησι, “χαίρων.” Τοῦ Αὐτοῦ Ἵνα θεῖον δειχθῇ τὸ γινόμενον· ἵνα μὴ νομίσῃ ὅτι ἄνθρωπος ἐστὶν ἁπλῶς. Διδύμου. Ἡ προκειμένη ἁρπαγὴ ἰσοδυναμοῖ τῇ Ηλιοῦ· καὶ ἐπεὶ ἁρπαγεὶς ὁ Φίλιππος ἐκ τόπου εἰς τόπον μετηνέχθη, ἀκόλουθον καὶ τὸν Ἡλίαν ἀναληφθέντα ἐκ τοῦ περὶ γῆν τόπου, εἰς ἕτερον χῶρον μετενεχθῆναι· κἂν ὅπου μὲν σημαίνηται τὰ ὀνόματα τῶν τόπων εἰς ἃ μετενέχθησαν, ὅπου δὲ μὴ σημαίνηται. οἱ ἁρπαγέντες καὶ ἀναληφθέντες, Φίλιππος μετὰ τὴν ἀρπαγὴν εὑρέθη εἰς Ἄζωτον· Παῦλος εἰς τρίτον οὐρανὸν καὶ ἕως τοῦ Παραδείσου μετατεθεὶς, ἤκουσεν ἀρρήτων ῥημάτων. Εἰς τοῦτο λήψῃ καὶ τὸν Ἀμβακούμ· καὶ αὐτὸς γὰρ μετεωρίσθη ὑπὸ ἀγγέλου ἐκ τῆς ῾Ιερουσαλὴμ εἰς Βαβυλῶνα· ᾿Ηλίας δὲ ἀνελήφθη μετενεχθεὶς οὐκ ἐν ὡρισμένῳ τόπῳ· εἴρηται γὰρ ἀναληφθῆναι αὐτὸν ὡς εἰς τὸν οὐρανόν· αὕτη δὲ ἡ λέξις δηλοῖ ὅτι οὐκ εἰς τὸν οὐρανόν· οὐ μὴν ποῦ γέγονεν ὁρίζει. συμφώνως τοῖς εἰρημένοις καὶ Ἑνὼχ μετατεθεὶς ἐκ τόπου εἰς τόπον γέγονε· σαφῶς γὰρ τοῦτο παρίσταται ἐκ τοῦ μετατεθεῖσθαι αὐτόν. Ἐπειδὴ δὲ οὐκ εἴρηται ποῦ ἐν ταῖς δεδημοσιευμέναις βίβλοις, ἐν ἀποκρύφοις λέγεται ὅτι ἐν τῷ Παραδείσῳ. Ἐὰν οὕτως ἔχῃ, συνεπίσκεψαι καὶ περὶ τοῦ Ἡλιοῦ, μὴ ἄρα τὸ ὡς εἰς τὸν οὐρανὸν ταὐτόν ἐστι τοῦ ἐν τῷ Παραδείσῳ· ἀναμφιβόλως δὲ περὶ τοῦ Σωτῆρος εἴρηται, ὡς μετὰ τὴν ἀνάστασιν εἰς τὸν οὐρανὸν ἀνελήφθη· πολλαὶ γὰρ μαρτυριαι εἰσι πέρι τουτου. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος, εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Τοῦ Χρυσοστόμου. Οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ· συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος, καὶ ἐλύπησεν ἂν ἐκεῖνος ἀνανεύσας καὶ ἀρνησάμενος, οὔπω τοῦ καιροῦ ὄντος· Τοῦ Χρυσοστóμου. Μέγα καὶ ὁ Φίλιππος ἐκέρδανεν· ἤκουε περὶ τῶν προφητῶν, περὶ ᾿Εζεκιὴλ, Ἀμβακοὺμ, καὶ τῶν ἄλλων, εἶδεν ἐπ’ αὐτοῦ γενόμενον· ἐντεῦθεν δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴγε ἐν Ἀζώτῳ εὑρέθη· ἐκεῖ αὐτὸν ἔστησεν, ἔνθα λοιπὸν καὶ εὐαγγελίζεσθαι ἔδει.