Ancient Greek · ~36 min
ΚΕΦ. ΙΔ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΔ..1
Not analysed yet
Περὶ Αἰνέα s παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου. Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κετελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Τοῦ Αὐτοῦ Καθάπερ γάρ τις στρατηγὸς περιῄει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ· ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὄρα πανταχοῦ αὐτὸν επιτρεχοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἢν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ καὶ ταλαιπωρεῖ. Εὖρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν t ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα u, ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον. Τοῦ Χρυσοστόμου. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· “καὶ εἶδον αὐτόν,” φησι, “πάντες οἱ κατοικοῦντες Λύδδαν, καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως ὥστε οὐκ εἰκότως ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν· καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι· ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο· “ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Διδύμου. Πόλλην διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ σκίμποδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, “Αἰνέᾳ ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ, τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ἔγειρε, ἆρον τὸν κρά- “βάττον σου καὶ περιπάτει, οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, “ἀνάστα, καὶ ἆρον τὸν κράβαττον καὶ περιπάτει·” ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγεγονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ἀνάστας “οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ἀνάστα, “στρῶσον σεαυτῷ.” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνηθέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον αἴροντος καὶ περιπατοῦντος s. ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ’ οὐ συγκρίνοντες τὸν ᾿Ιησοῦν Πέτρῳ· ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, “ἰᾶται “σε ᾿Ιησοῦς Χριστός·” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα. Ἐν ᾿Ιοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά· ἡ διερμηνευομένη λέγεται Δορκάς. Τοῦ Χρυσοστóμου. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως καὶ νήφουσα ὥσπερ δορκάς· πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν. Διδύμου. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκόπου· πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ’ ἡ εἰς τοὺς ὄντας ἁγίους. Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Τοῦ Χρυσοστομου. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγαθῶν ἔργων, ὅσα ἐποίει. μετ’ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπεινοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν· καὶ ἐποίει καὶ εἰργάζετο. Διδύμου. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον· ἐλεγκτέον αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς “πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὣν ἐποίει, ὑπῆρχε· ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλίδωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θηρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ. Ὅρα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ’ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ μετ’ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “λούσαντες,” φησὶν, “ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι τὰ ἔπι νεκρῷ πάντα ἐποίησαν. Διδύμου. Διατὶ περιέμειναν ἀποθανεῖν; διατί μὴ Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν· *Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἢν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰόππῃ. Ἐγγὺς δὲ οὔσης Λύδδης τῆ ᾿Ιόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορ- κἀς. Τοῦ Χρυσοστóμου. Οὐ παρακαλοῦσιν, ἀλλ’ ἐπιτρέπουσιν, τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται προτροπὴ. Τοῦ Αὐτοῦ ἐκ Τοῦ ὑπομνήματοσ τῆσ Τῆσ Πρὸσ Ῥωμαίουσ Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦτον· πολλάκις δὲ, οὐδ’ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορωτάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνεται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἃν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρος, άπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις κἂν θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ’ ἀπελεύσῃ κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοῖχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες, ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνεργοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους u οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρίᾳ, θεραπεύων, διορθούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ’ ἃν ἶσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον. ΕΞ ἀνεπιγράφου· Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν. Ἐκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος. Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα, προσηύξατο. Τοῦ Αὐτοῦ Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν. Τοῦ Αὐτοῦ Ὅρα τὴν ἐπιτεταμένην εὐχήν. Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν ἀυτὴν. Τοῦ Αὐτοῦ Ὅρα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός· ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφθαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού- μενος. Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Τοῦ Αὐτοῦ ῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελφὴν, ἣ ὅτι θαῦμα είδον· ταῖς δὲ, εἰς u προστασίαν. Γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευον ἐπὶ τὸν Κύριον. Τοῦ Αὐτοῦ Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύσωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν· ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευσαν, εἰ μὴ πάλιν εἶδον σημεῖα· τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμελητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο; Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ. Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες.