Ancient Greek
ΚΕΦ. ΙΓ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΓ..1
Not analysed yet
Περὶ τῆς οὐρανόθεν θείας κλήσεως Παύλου εἰς ἀποστολὴν o Χρίστου. Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ Ἀρχιερεῖ, ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν, πρὸς τὰς συναγωγὰς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τὲ καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ῾Ιερου- σαλήμ. Τοῦ Αὐτοῦ Ἀξίως εἶπε τὸν Παύλου ζῆλον, καὶ δείκνυσιν ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται, καὶ οὐδέπω κορεσθεὶς τῷ φόνῳ Στεφάνου· οὐκ ἐνεπλήσθη τῷ φόνῳ τῆς ἐκκλησίας καὶ τῆ διασπορᾷ. ἰδοὺ τοῦτο ἐπλήρου τὸ παρὰ τῷ Χριστῷ εἰρημένον· ὅτι “οἱ ἀπο- “κτένοντες ὑμᾶς δοξοῦσι λατρείαν προσφέρειν τῷ Θεῷ·” οὗτος δὴ οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι, μὴ γένοιτο· ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι· ἐκεῖνοι δὲ οὐκ ἂν οὔτε τῶν ἐν Ἰεροσολύμοις ἐφρόντισαν· ἑνὸς γὰρ ἦσαν μόνου τοῦ τιμῆς ἀπολαύειν· διατί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; μέγ’ ἄλη ἡ πόλις ἦν· βασιλικὴ ἦν· ἐφοβεῖτο μὴ ἐκείνη προκαταλήφθη· καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα· οὐ προσέρχεται τῷ ἄρχοντι ἀλλὰ τῷ ἱερεῖ. Τοῦ Αὐτοῦ ῾Υποκείσθω τοίνυν ὡς ἐν πίνακι ἡ ψυχὴ Παύλου· οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμον· οὐδὲν γὰρ βλασφημίας χεῖρον· ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζεν, καὶ εἶδεν οὐ παρὰ ῥαθυμίαν καὶ βλακίαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας· ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ’ ἐπίγνωσιν τὸν ζῆλον εἶχε· δίδωσιν αὐτὸ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν τὴν εἰκόνα ἀπέδειξε. λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε τὸν χρόνον, ἀλλ’ εὐθέως ἐφάνη τεχνίτης ἄριστος· καὶ πρῶτον δεικνύει τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λεῖπον σῶμα τῆς πολιτείας τῆς ἀκριβοῦς. Οἱ μὲν οὑν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς μετὰ πολλῆς τῆς ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβουμένων, ταραττόντων, οὗτος εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο· διὸ καὶ ἔλεγε· “θέατρον ἐγενήθημεν τῷ “κόσμῳ·” ἐν μέσῳ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ, καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου, τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Καὶ μεθ’ ἕτερα—Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον ἐὰν βουλώμεθα· οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν· διάτοι τοῦτο καὶ τὰ πρότερα ἀναγράφει τὰ ἐναντία τούτοις· ἵνα μαθὼν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον οὖν ὅτι Παῦλος βλάσφημος ἦν, καὶ διώκτης καὶ ὑβρίστης, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς· καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας μεθ’ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς ἐκκλησίας. Καὶ μετ’ ὀλίγα—Καὶ ἡνίκα εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας καὶ γυναῖκας, θορύβου καὶ ταραχῆς πάντα πληρῶν· ἀλλ’ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, υἷος γέγονε· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προ- αἱρέσεως ἐλευθερίᾳ ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλῦον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν η πονηρία. Ἐκ τοῦ προτασσομένου προλόγου τῆσ βίβλου τοῦ Ἀποστόλου Παύλου P. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο· παν- ταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας· πολλάτε ἢν καὶ μεγάλα τὰ παρ’ αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν Ψ ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ τὰ μέγιστα κατορθοῦν ἐνόμιζε· καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ’ ὀλίγα —Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβροςr περι- κλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω- λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφα- νεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέωνs τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ- σεῖν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγα- πητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραυτίκα τὸ σύνταγμα τῆς μα- νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει. Τοῦ Χρυσοστόμου. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες· ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν. Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ 4οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγουσαν ἀυτῷ. τοῦ Αὐτοῦ. Διατὶ μὴ ἐν Ἱεροσολύμοις ; διατὶ μὴ ἐν Δα- μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ’ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα. ᾿Αμμωνíου Πρεσβυτéρου. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στόμα οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ ᾿Ανανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχὼν, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τελείους βαπτίζοντες. Σαοὺλ, Σαοὺλ, τί με διώκεις; εἶπε δὲ, τίς εἶ Κύριε; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις. Τοῦ Αὐτοῦ Καὶ οὐδὲν αὐτῷ λέγει οὐ λέγει πίστευσον, οὐδὲ ὅλως τοιοῦτον οὐδὲν, ἀλλ’ ἐγκαλεῖν μονονουχὶ λέγων, τι παρ’ ἐμοῦ μέγα ἣ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ’ ὀλίγα—Μὴ νομίσης πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἐθαύμαζον. Ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ “κλητὸν” ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην· ἐνταῦθα τοῦ μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, ἣ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ. Τοῦ Αὐτοῦ Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον. Τοῦ Αὐτοῦ ἐκ Τοῦ Εἰσ Τὴν NB ὁμιλίαν. Ὦ φιλανθρωπία δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί με διώκεις; τὸν πατέρα τὸν ἑαυτοῦ μιμεῖται· καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραικῷ λέγει· “λαός μου τι ἐποίησά σοι; ἣ τί ἐλύπησά σε; “ἣ τί παρηνόχλησά σοι; ἀποκρίθητι μοι.” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· “Σαῦλε τί με διώκεις;” τι οὖν ἐκεῖνος; “τίς “εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν εὐγνώμονα· “τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ὢ σοφία δεσπότου· διατὶ μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίησας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεννηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ’ “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις·” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ἠγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ’ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ’ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωριου, λέγει, “ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις ὃν οἰδας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο. Ἀλλ’ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν. Τοῦ Αὐτοῦ Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλεσεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀνα- βλέψει. Διδύμου. Ἐπεὶ ὁ εἰπὼν τῶ Παύλῳ Ἰησοῦς· “Σαοὺλ, τί με διώκεις; “αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων τῶν αἱρετικῶν τοῦ εἰπόντος “τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ἐγὼ Κύριος ὁ Θεός;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περιίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλίψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαι φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγορευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες “βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὐ γὰρ περὶ αἰσθητῆς ὄψεως ἣ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν πρὸς τοὺς εἰπόντας, “μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν; “τὸ “εἰ “τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.” Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὶν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Διδύμου. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν ἀναγεγραμμένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ’ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ’ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ’ αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμήνενυσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “τίς εἶ Κύριε; “οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦλον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τε- θεᾶσθαι. Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Εὐσεβίου. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἱν οὖν μὴ τὰ τοιαῦτα μερίζηται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τοῦ Χρυσοστóμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Τοῦ Αὐτοῦ Τοφλὀς ἦν· τι τούτου ἴσον γένοιτο; τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγὴ γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατὶ δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατὶ οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγγενέσθι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ’ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε q, τότε ἀποκρίνεται, ἵνα μή τις εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατὶ δὲ οὐκ ἔνδον ἐν τῇ πόλει κατηυγάσθη τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; οὐκ ἃν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν· ὅπου γε κἀκεῖ ἀκούοντες ἔλεγον, ὅτι βροντῆς ἐστιν ἄνωθεν ἐνεχθείσης φωνή· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ· καὶ δεδεμένος εἰσήγετο· οὐ περικειμένων αὐτῷ δεσμῶν· καὶ εἷλκον αὐτὸν, τὸν προσδοκήσαντα αὐτοὺς ἕλξειν· καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν· κατεγίνωσκε γὰρ ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξομολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν· εἰ δὲ λέγοι τις ἀνάγκης εἶναι τὸ πρᾶγμα· καὶ ὁ Ἐλύμας τὰ αὐτὰ ἔπαθε· πῶς οὖν οὐ μετέστη; τί δὲ ἀναγκαστικωτερον του σεισμοῦ του ἔπι τῆς ἀναστάσεως; τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων; τῶν σημείων τῶν ἄλλων; τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; ἀλλ’ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά· οἱ Ἰουδαῖοι διατί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; ὅτι ἠλήθευε δῆλον ἦν· οὐ γὰρ ἃν μετέθετο μὴ γενομένου τούτου· ὥστε πάντα πιστεῦσαι ἔδει· τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐκ ἦν οὗτος ἥττων, καὶ ἀξιοπιστότερος ἀθρόον μεταβεβλημένος· οὐ συνεγένετο τινὶ τῶν πιστῶν· ἀλλ’ ἐν Δαμασκῷ μετεβάλετο· μᾶλλον δὲ πρὸ τῆς Δαμάσκου τοῦτο ἔπαθεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ᾿Ανανίας· καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος, ᾿Ανανία· ὁ δὲ εἶπεν, ἰδοῦ, ἐγὼ, Κύριε· ὁ δὲ Κύριος πρὸς αὐτόν· ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν· καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι, τῷ γένει Ταρσέα. ᾿ΑΜΜΩΝÍΟΥ ΠΡΕΣΒΥΤÉΡΟΥ. Ὅτι καὶ Ἀνανίας Διάκονος ἦν· ὡς καὶ αὐτὸς Παῦλος μαρτυρεῖ ἐν τοῖς Κανόσι· διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ διὰ τὸν γεγονότα διωγμόν. Τοῦ ΧΡΥΣΟΣΤÓMOY. Τί δήποτε οὐδένα τῶν ἀξιοπίστων μεγάλων οὔτε εἵλκυσεν, οὐδὲ μετέστησε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; ὅτι οὐκ ἔμελλε δι’ ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι’ αὐτοῦ τοῦ Χριστοῦ ἐπεὶ καὶ οὕτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον· ἅμα γὰρ φωτισθεὶς ἔμελλεν ἐπίστασθαι πολλὴν τοῦ Πνεύματος χάριν, ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς· ὅτι γὰρ οὐ τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον. ᾿Ιδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Τοῦ Αὐτοῦ Οὐκ εἶπε πρὸς αὐτὸν, διαλέχθητι καὶ κατήχησον αὐτόν· εἰ γὰρ εἰπὼν ὅτι εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε, πολλῷ μᾶλλον εἰ τοῦτο εἶπε, ὥστε, φησὶν, οὐ διαπιστήσει σοι. ᾿ΑΜΜΩΝÍΟΥ. Σημειωτέον ὅτι ἐκεῖνα τὰ ῥήματα r λέγεται, ἅπερ κοινωφελῆ ἐστι, καὶ συμβάλλεται εἰς θεοσέβειαν· ὅσα ἔχει τοῦ Κυρίου τὴν παράστασιν ἣ ἀγγέλου· καθ’ ὃν ἃν δέ ἐστιν ἰδικὰ, οὐκ ὀφείλει λαλεῖσθαι· πλὴν εἶ’ καὶ ἰδικὴ τοῦ Σαύλου ἦν ἡ ὠφέλεια· ἀλλ’ οὖν ἴασις παράδοξος συμβᾶσα πάλιν εἰς θεοσέβειαν τὸν ἄνθρωπον προσκαλεῖται. ᾿Απεκρίθη δὲ ᾿Ανανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίνσεν ἐν Ἰερουσαλήμ· Τοῦ Αὐτοῦ Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; οὔπω καλῶς ᾔδεισαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ μετ’ ὀλίγα— Εἰ πρὸς αὐτὸν ἀντεῖπε, πολλῷ μᾶλλον εἰ ἄγγελον ἔπεμψε· διὰ τοῦτο οὐδὲ πρὸ τούτου ὁ Φίλιππος ἀκούει τὸ γινόμενον, ἀλλ’ ὁρᾶ τὸν ἄγγελον· καὶ τότε τὸ Πνεῦμα προστάττει αὐτῷ κολληθῆναι τῷ ἅρματι· ὅρα δὲ ἐνταῦθα πῶς αὐτοῦ τὸν φόβον ὑποτέμνεται· πηρός ἐστι, φησὶ, καὶ εὔχεται, καὶ σὺ δέδοικας; οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου ἦν καὶ ἀναβαλλομένου, οὐκ ἀπιστοῦντος. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Τοῦ Αὐτοῦ Πόθεν τοῦτο δῆλον; εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι· οὐχ ὡς οὐκ εἰδότος τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλὰ τούτων ὄντων, πῶς δύναταί, φησι, ταῦτα γενέσθαι; ἐπεὶ καὶ ἐκεῖνοι λέγουσι, “τίς δύναται σωθῆναι; “τοῦτο γεγένηται ἵνα πιστεύση τῷ ἐρχομένῳ· ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ· προσεύχεται, φησὶν, μὴ φοβοῦ. Καὶ μετ’ ὀλίγα—“Εἶδε,” φησὶν, “ἐν ὁράματι ἄνδρα ᾿Ανανίαν·” διὰ τοῦτο γὰρ ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἢ; καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητὴν, οὕτως ἐφοβεῖτο· ὅρα δὲ, Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι οὕτως ἐποίησε. Τοῦ Αὐτοῦ Ὅρα, φησὶ, τίνι με παραδίδως· φοβοῦμαι μή ποτέ με εἰς ῾Ιεροσόλυμα ἀπαγάγῃ· τι με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν τὴν ἀρετὴν πάντοθεν τοῦ ἀνδρός· τὸ μὲν γὰρ παρὰ ᾿Ιουδαίων ταῦτα λέγεσθαι θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ τούτους οὕτω φοβεῖσθαι μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται· καὶ φόβος δείκνυται, καὶ ὑπακοὴ μείζων μετὰ τὸν φόβον· ὄντως γὰρ ἰσχύος χρεία. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε ᾿Ισραήλ. Τοῦ Αὐτοῦ Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκὰλος, καὶ πολλῇ χρήσεται τῇ παρρησίᾳ. Τοῦ Αὐτοῦ ᾿Εκ περιουσίας τὸν φόβον ἔλυσεν, εἴγε μέλλοι οὕτω προθύμως τὰ ἡμέτερα φρονεῖν, ὡς καὶ πολλὰ πάσχειν· “σκεῦος δὲ καλεῖται δικαίως, δεικνύντος τοῦ λόγου ὡς οὐκ ἔστι φυσικὴ ἡ κακία· “σκεῦος,” φησὶν, “ἐκλογῆς·” τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. μὴ δὲ νομίσῃ τις ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν, οὐδὲ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς λεγομένοις, ἀκούσας τὸ ὄνομα Παύλου. Τοῦ Αὐτοῦ Ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης ἀποδείκνυται. Διδύμου. Οἱ τὰς φύσεις δογματίζοντες, φασὶ Παῦλον ὄντα ἀνεπίδεκτον εἶναι κακίας· κρατύνουσι δὲ τοῦτο αὐτῶν τῶν τὸ φρόνημα καὶ ἐκ τῆς προκειμένης λέξεως, εἰπόντος τοῦ Θεοῦ περὶ αὐτοῦ, “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος·” οὐ γὰρ “ἔσται” γέγραπται, φησὶν ἐκεῖνοι· ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ἡ μαρτυρία αὕτη γέγονεν, ὅτε ἐξ οἰκείας προαιρέσεως πεισθεὶς ὁ ἀνὴρ τῷ χρησμῷ ἀπῆλθεν ἐπὶ τῷ συντυχεῖν τῷ ᾿Ανανίᾳ· διὸ καὶ ἀκόλουθον τυγχάνει, τὸν τοσαύτην ἐνδειξάμενον μετάνοιαν ἐν ῥοπῇ καιροῦ ὑπάρξαι τοῦ εἶναι ἐκλογῆς σκεῦος· πρὸς τούτοις καὶ μηδὲ φαγεῖν ἐφ’ ὅλας τρεῖς ἡμέρας, δεῖγμα ἦν τῆς σφοδρᾶς μετανοίας καὶ νηστείας· δυνατὸν δὲ εἰπεῖν, ὅτι ὁ Θεὸς ὁ τὰ μέλλοντα γινώσκων ἀκριβῶς ὡς τὰ παρόντα, ἐμαρτύρησε διὰ τὴν μέλλουσαν αὐτοῦ ὑπηρεσίαν, ὡς ἤδη “σκεῦος ἐκλογῆς” ὑπῆρχεν· ἄλλος δὲ λέξει, ὅτι θεοσεβὴς ὣν, ζήλῳ τῷ μετὰ ἀγνοίας ἐδίωκε τοὺς πιστεύοντας τῷ Σωτήρι’, ὡς ἀποστάτας τοῦ Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ. καὶ ἐπεὶ θεικῇ πὼς προθέσει τοῦτο ἔπραττεν, εἰ καὶ πεπλανημένως, εἰς τὴν πρόθεσιν αὐτοῦ σκοπήσας ὁ χρηματίσας εἶπε, “τί με διώκεις; εὐθέως γὰρ ἐπήκουσε τῷ καλοῦντι, καὶ κατάλληλα τῇ κλήσει ἔπραξεν· ἐπαύσαντο δὲ ἃν τῆς ἀπάτης οἱ τὰς φύσεις φρονοῦντες, εἰ ἐπιστήσαντες ἤσαν τοῦ ἐκλογῆς εἶναι αὐτὸν σκεῦος· τοῦ ἐκλεγομένου οὐ φύσιν ἀλλὰ βίον σκοποῦντος. Tαῦτα, οὔπω τῆς χάριτος παρούσης, ἐμαρτύρησεν ὁ ταῖς καρδίις ἐμβατεύων ἡμῶν· μὴ οὖν σφάλλωμεν ἑαυτοὺς, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλον τινά· τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτο ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Οὕτως ἐπιδώσει ἡ διδασκαλία· ὥσπερ ἐξέπληττε τούτῳ, οὕτω κἀκείνω. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἄμα καὶ ἐντρεπτικῶς· εἰ ἐκεῖνος πάντα πείσεται ὁ οὕτω μεμηνὼς, σὺ δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλεις; καλῶς ἔχει, φησὶν, ἄφες αὐτὸν πεπληρῶσθαι· διὰ τοῦτο ταῦτα λέγει, τυφλός ἐστιν ὅλος· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἵνα πάλιν δήσῃ; μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ’ ὑμῶν χρήσεται· πρὸς τὸ ἵνα ἀναβλέψῃ ταῦτα εἴρηται· οὐ γὰρ μόνον, φησὶν, οὐδὲν ἐργάσεται εἰς ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά· τὸ δὴ θαυμαστὸν, ὅτι τὸ πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Ἀπῆλθε δὲ Ἀνανίας, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς εἰς αὐτὸν τὰς χεῖρας, εἶπε, Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι· “᾿Ιησοῦς,” φησιν, “ὁ ὀφθείς “σοι ἐν τῇ ὁδῷ·” καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ Πνεύματος ἔμαθεν· ἵνα ἀναβλέψῃς, φησί. Καὶ μετ’ ὀλίγα—Ταῦτα λέγων τὰς χεῖρας ἐτίθει· ἀνέβλεψε δὲ παραχρῆμα· τινὲς φασὶ, πηρώσεως εἶναι σημεῖον τοῦτο· διατί μὴ ἐπήρωσεν αὐτοῦ τοὺς ὀφθαλμούς· τοῦτο παραδοξότερον ἦν, ὅτι ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ. ᾿ΑΜΜΩΝÍΟΥ. Καὶ ἡ ἴασις διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως γίνεται, ὡς κατάγοντος θείαν δύναμιν ἰατικὴν τοῦ σχήματος ἐπὶ τῆς χειρρτονίας, καὶ τῆς ἐπὶ τῶν βαπτισθέντων χειροθεσίας. Τοῦ ΧΡΥΣΟΣΤÓΜΟΥ. Οὐκ εἶπεν ὁ πηρώσας, ἀλλ’ “ὁ ὀφθείς σοι·” ὅρα καὶ τοῦτον οὐκ ἀλαζονικόν· ἀλλ’ ὥσπερ ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· “τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐλαβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν οὕτω καὶ οὕτος, Ἰησοὺς ὁ “ὀφθείς σοι·” τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο· διπλῆ πήρωσις λύεται. Τοῦ Αὐτοῦ Καὶ μὴν οὐκ ὤφθη· ἀλλὰ διὰ πραγμάτων ὤφθη· καὶ εὐθέως ἐπήγαγε, θέλων συσκιάσαι τὴν κατηγορίαν· “ὅπως ἀνα- “βλέψῃς, καὶ πλησθῇς Πνεύματος Ἁγίου.” οὐχὶ ἐλέγξαι ἦλθον τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεάν· ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον, τούτων λεγομένων τῶν ῥημάτων, τοῦ Πνεύματος μετασχεῖν. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Τοῦ Αὐτοῦ Ὅρα καὶ ἐξησθενηκὼς ἦν ἀπὸ τῆς ὁδοιπορίας, ἀπὸ τοῦ φόβου, καὶ τοῦ λιμοῦ, καὶ τῆς ἀθυμίας· βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, ἐτύφλωσε τὸν ἄνθρωπον, πρὶν ἣ ἐλθεῖν τοῦτον· καὶ ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες· οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία. Τοῦ Αὐτοῦ Ἰδῶν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρονισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἐτέρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη. Τοῦ Αὐτοῦ Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ὁ ὀφθείς σοι·” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι ᾿Ιησοῦς ὁ σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν. *Περὶ ἰάσεως κοὶ βαπτίσματος Παύλου διὰ Ἀνανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ᾿Απο- στόλους. Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε. Τοῦ ἁγίου Εἰρηναίου Ἐπισκόπου Λὂυγδούνων. Παῦλος μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ἀνανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός· τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν. Τοῦ Τοῦ ΧΡΥΣΟΣΤΌΜΟΥ. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο· “ὅτι οὗτός ἐστιν “ὁ Υἱὸς τοῦ Θεοῦ.” Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Τοῦ Χρυσοστóμου. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ “εἰς τοῦτο ἐλήλυθεν· οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγενετο. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, Τοῦ Αὐτοῦ Ἄτε νομομαθὴς ὣν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον. Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. Τοῦ Αὐτοῦ Τουτέστιν ὅτι μετ’ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εῖ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Τοῦ Αὐτοῦ Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ Ιουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι’ ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ ΣαύΛῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. Τοῦ Χρυσοστóμου. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζόμενον, ἀλλ’ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Τοῦ Αὐτοῦ Ἵνα ἀνύποπτον ἢ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίνδυνον διαφυγὼν, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ’ ἀπέρχεται ἔνθα μειζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπιστον ἦν· διὰ τοῦτο μεθ’ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ’ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἰεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορίσσθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλλον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν. Τοῦ Αὐτοῦ ἐκ Τοῦ ΠΡÒΣ ΚΟΡΙΝΘÍΟΥΣ B ἐπιστολῆσ ὑπομνήματοσ. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ’ ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῃτεῖτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός. Σευήρου ἀρχιεπισκόπου ᾿Αντιοχεíας. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τύπτεσθαι ταῖς πρώταις προσβολαῖς, ἱν ἐφ’ ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν ᾿Ισ- “ραὴλ,” καὶ τὰ ἑξῆς. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἰερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής. Τοῦ Χρυσοστóμου. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἰεροσόλυμα, ἀλλ’ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἰεροσόλυμα· καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “οὐδένα “τῶν Ἀποστόλων εἶδον·” νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς ᾿Αποστόλους· ἣ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τι γὰρ λέγει; “οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς ῾Ιεροσόλυμα· ἣ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε· ἣ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ᾿Αποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὣν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ’ αὐτῶν ἔμαθον· ἣ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ’ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς ῾Ιεροσόλυμα, εἶτα εἰς Συρίαν· ἣ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καρσαρείαν· καὶ τὸ διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα· ἣ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πὼς οὔκ ἐστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ’ “ἐπειρᾶτο,” φησὶ, “κολλᾶσθαι τοῖς μαθηταῖς·” οἱ δὲ “ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ’ ἀπὸ τῶν ἐν ῾Ιεροσολύμοις· οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ. Τοῦ Αὐτου. “᾿Επειρᾶτο,” φησὶ, “κολλᾶσθι τοῖς μαθηταῖς·” ἀναισχύντως προσῆλθεν, ἀλλ’ ὑπεσταλμένως· μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐ ἃν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν q ἤγαγε πρὸς τοὺς Ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῆ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Τοῦ Αὐτοῦ Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιόπιστος εἶναι. Καὶ μετ’ ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί· χρηστὸς σφόδρα ἦν· καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ ᾿Ιωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη· γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ’ αὐτόν. Καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ῾Ιερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλλη- νιστας· Τοῦ Χρυσοστóμου. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, δὲ ᾿Απόστολοι οὐκ ἐπίστευον αὐτῶ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· “ἐλάλει,” φησὶ, “καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς·” τοὺς Ἑλληνιστὶ, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Τοῦ Αὐτοῦ τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβηθέντες λοιπὸν μὴ ταὐτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ r πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπίνως· εἰ γὰρ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ’ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ. Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου, Τοῦ Αὐτοῦ Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν· ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου νεύματος ἐπλη- θύνετο. Τοῦ Αὐτοῦ Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ’ ἑαυτον ἕκαστος.