Ancient Greek · ~80 min
ΚΕΦ. ΙΗ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΗ..1
Not analysed yet
Κατασφαγὴ Ἰακώβου τοῦ Ἀποστόλου. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκ- κλησίας. Τοῦ Χρυσοστόμου. Καλῶς λέγει ὅτι Ἡρώδης ὁ βασιλεὺς οὗτος, οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. ἰδοὺ πειρασμὸς ἕτερος· ὅρα ὅπερ ἐξ ἀρχῆς εἶπον· πῶς τὰ πράγματα πλέκεται· πῶς δι’ ἀνέ- σεως καὶ θλίψεως πάντα ὑφαίνεται· οὐκέτι οὐκέτι οὔτε τὸ συνέδριον, έδριον, ἀλλ’ ὁ βασιλεύς· μείζων ἡ ἐξουσία· χαλεπώτερος ὁ πόλεμος, ὅσῳ πρὸς χάριν ἐγένετο τοῖς Ἰουδαίοις. Τοῦ Αὐτοῦ “Κακῶσαι τινὰς τῶν ἀπὸ τῆς ἐκκλησίας,” φησί· καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως ἐποίει· τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Χριστός· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.” Ἀμμωνίου. Θέα ὅτι οἱ πιστοὶ ἄνδρες, καὶ τὸ ἐξ αὐτῶν στῆμα Ἐκκλησία καλεῖται. Ποῖον καιρόν; τὸν ἐπὶ Κλαυδίου Καίσαρος· Γάιος γὰρ αὐτοκράτωρ Ρωμαίων Ἀγρίππαν καθίστησι βασιλέα τῆς Ἰουδαίας, τὸν Ἡρώδην ἐξορίσας διαβιοῦν ἐν Λουγδούνῳ τῆς g Γαλλίας] σὺν καὶ τῇ γυναικὶ Ἡρωδιάδι· οὗτός ἐστιν ὁ κατὰ τὸ πάθος τοῦ Κυρίου, ὡς Ἱστορεῖ Ἰώσηπος ἐν τῷ ἴη λόγῳ τῆς Ἀρχαιολογίας, καὶ Εὐσέβιος ἐν τῷ β' λόγῳ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας· ἣ οὖν διαφωνία τοῦ ὀνόματος ἐνταῦθα τὸ λέγειν ἀντὶ Ἀγρίππᾳ Ἡρώδην, ἣ κατὰ σφάλμα ὡς εἰκὸς γραφικὸν γέγονεν· ἢ κατὰ διωνυμίαν εἴρηται· ἐπεὶ καὶ ο χρόνος καὶ αἰ πράξεις ’τον αὐτὸν ὄντα δεικνύουσιν τουτεστιν Ἀγρίππαν ἐπὶ Κλαυδίου Καίσαρος, ὃς μετὰ Γάιον γέγονεν αὐτο- κρατωρ. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Τοῦ Χρυσοστόμου. Ἁπλῶς καὶ ὡς ἔτυχεν· εἰ δέ τις ζητοίη, διατὶ συνεχώρησεν ὁ Θεὸς, ἐροῦμεν ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν, ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· τρίτον δεικνὺς ὅτι κατὰ συγχωρησιν αὐτοῦ γέγονε τοῦτο. Τοῦ Αὐτοῦ Οὕτως ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην ταύτῃ δωρεὰν μεγίστην νομίσαι χαρίσεσθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. Τοῦ Αὐτοῦ Εἶδες αὐτῶν τὴν ἀνδρείαν; ἵνα γὰρ μηδεὶς ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο συγχωρεῖ καὶ ἀναιρε- θῆναι καὶ τοὺς κορυφαίους, μάλιστα Στέφανον καὶ Ἰάκωβον· πεί- θων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ἀμμωνίου. Σημειωτέον ὅτι Ἰάκωβος πρῶτος ἐμαρτύρησεν ἀπὸ τῶν δώδεκα μαθητῶν, ὑπὸ Ἡρώδου ἣ σφαγεὶς ἣ ἀποτμηθεὶς τὴν κεφαλήν. Τοῦ Χρυσοστόμου. Ἦν γὰρ καὶ ἕτερος Ἰάκωβος ὁ τοῦ Κυρίου ἀδελφός· διὰ τοῦτο ἐπεσημήνατο εἰπὼν τὸν ἀδελφὸν Ἰωάννου. Πέτρου σύλληψις πρὸς g Ἠρώδου· ὅπως τὲ αὐτὸν θείῳ θελήματι h ἄγγελος ἐξείλατο τῶν εἰργμῶν. Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Τοῦ Αὐτοῦ Ὑπὲρ τινῶν αὐτοῖς ἐχαρίζετο φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Τοῦ Αὐτοῦ “Ἰδῶν δὲ ὅτι ἀρεστόν ἐστι,” φησὶ, τοῖς Ἰουοαιοις ἀρεστὸν φόνος; καὶ φόνος ἄδικος κακίας; ἀσέβεια ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο· δέον γὰρ τοὐναντίον ποιεῖν· ἐγκόπτειν αὐτῶν τὴν ὁρμὴν, ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὣν τῶν νοσούντων, ἀλλ’ οὐκ ἰατρός· καίτοι μύρια παραδείγματα δείγματα ἔχων, καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου· καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν, πόλεμον ἤγειρε χαλεπόν. ’Hσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων. Τοῦ Αὐτοῦ Πἀλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ πράττειν οὐκ ἤθελον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι σαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτὸν, βουλόμενος μένος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Τοῦ Αὐτοῦ Καὶ τοῦ θύμου τοῦτό, φησιν, ἦν καὶ τοῦ δέους. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις· τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου δοκιμωτέρου γινομένου καὶ τὴν ἀνδρίαν τὴν οἰκείαν. Τοῦ Αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγὼν, καὶ τὸ ἐκεῖνον ἀναιρεθῆναι περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῆ· προσευχὴ χὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Τοῦ Αὐτοῦ Φιλοστοργίας ἦν ἡ προσευχὴ, πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον· “ἐκτενὴς,” φησὶ, “προσευχή·” ἀκούσατε πῶς διέκειντο πρὸς τοὺς διδασκάλους· οὐκ ἐστασίασαν, οὐκ ἐθορύ- βησαν, ἀλλ’ ἐπὶ εὐχὴν ἐτράπησαν ὄντως συμμαχίαν τὴν ἄμαχον. Τοῦ ἁγίου Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ Τῆσ Πρὸσ Μήτραν Πρωτεύοντα ἐπιστολῆσ. τοῦτο καὶ ὑμᾶς ἡμῖν τοῖς βραχέσι παρακαλοῦμεν συνεισφέρειν, καὶ ἱκετείαις καὶ δά- κρυσι· τὰ γὰρ κοινὰ πάθη τῆς Ἐκκλησίας καὶ κοινῶν δεῖται δεήσεων· οὕτω γὰρ καὶ Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐν τῇ φυλακῇ δύσιν ἀλύσεσι δεδεμένου, καὶ φρουρᾷ στρατιωτῶν παραδεδομένου, φησὶ τὸ βιβλίον τῶν Πραξέων, προσευχὴ δὲ ἦν “ἐκτενὴς ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. τοῦτοί k νυν Ἀποστόλον τῆς συμμαχίας δεηθέντος τῶν ὑπὸ τῆς Εκκλησίας ἀναπεμπομένων εὐχῶν, πῶς ἡμεῖς οἱ ἀτελεῖς καὶ τῇ ἁμαρτίᾳ σύντροφοι, μὴ πολλῷ μᾶλλον αἰτήσωμεν ταύτας ἡμῖν συνεισφέρεσθαι παρὰ τῶν πιστῶν, γνησίων μελῶν ὄντων τῆς ἐκκλη- σίας καὶ πεπαιδευμένων, στενάζειν μετ’ αἰσθήσεως θεοφιλοῦς καὶ πνευματικῆς; Ὅτε δὲ ἔμελλε προαγαγεῖν αὐτὸν ὁ Ἡρώδης, τῆ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν ρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων. Τοῦ Χρυσοστόμου. Κατ’ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε· καὶ φῶς ἔλαμψε, φησὶ, ἐν τῷ οἰκήματι, ἴνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου· εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον, εἰ μὴ τοῦτο γεγόνει, πολλῷ πλεὸν οὕτως παρετάττετο πρὸς τὸν θανατον· τὸ γὰρ πολλῶν ἡμερῶν ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Τοῦ Αὐτοῦ Ὄρα δὲ Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα οὐδὲ ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ· αὐτῇ τῇ νυκτὶ ᾖ προάγεσθαι ἔμελλε, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν· καὶ πάλιν ἰσχύει πλῆθος ὅταν καὶ ἀρετὴ ᾐ· καὶ τοσοῦτον ἰσχύει, ὡς κεκλεισμένων τῶν θυρῶν καὶ ἁλύσεων ἐπικειμένων, καὶ φυλάκων ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων· ἀλλ’ ὥσπερ ἀρετῆς οὔσης μεγάλα δύναται, οὕτω κακίας προσούσης, οὐδὲν ὀνίνησι πλῆθος. Τοῦ Αὐτοῦ Ὄρα πῶς ἀκριβὴς ἡ φυλακή· καὶ φησὶ, ἀνάστηθι· συγκαθεύδοντες ἦσαν οἱ φύλακες, καὶ φῶς ἔλαμψε·” διατὶ φῶς; ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντα- σίαν εἶναι· καὶ τὸ ἐν τάχει, ὥστε μὴ ῥαθυμῆσαι· καὶ ἔπληξεν αὐτόν· οὕτως βαθέως ἐκάθευδεν· ἐδόκει δὲ ὅραμα βλέπειν. διῆλθον πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἰπέ μοι· ποῦ εἰσὶν οἱ αἱρετικοὶ; εἰπάτωσαν ἡμῖν. Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χείρων. Τοῦ Χρυσοστόμου. Οὐχὶ θορυβοῦντός ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι. Τοῦ Αὐτοῦ Πἀλιν ἐνταῦθα δείκνυσιν ὅτι οὐ κακουργία γέγονεν· οὐδεὶς γὰρ ἔπε’ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος τοσαύτην ποιεῖται σπουδὴν, ὡς τὰ σανδάλια αὐτοῦ λαβεῖν καὶ σώζεσθαι. Εἶπε δὲ ὁ ἄγγελος πρὸς αὐτόν· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησε δὲ οὕτως· καὶ λέγει αὐτῷ· περιβάλου τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι· Τοῦ Αὐτοῦ Φέρε κἀκεῖνο ἐξετάσωμεν· εἶπεν ὁ Χριστός· μὴ “κτήσεσθε κτήσεσθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑπο- “δήματα, δήματα, μηδὲ ζώνην, μηδὲ ῥάβδον·” τί οὖν, εἶπε μοι, Πέτρος παρὰ τὸ πρόσταγμα; ἐποίει· πῶς γὰρ οὐ; καὶ ζώνην ἔχων καὶ ἱμάτια· ἄκουε γὰρ ἀγγέλου λέγοντος πρὸς αὐτόν· “ζῶσαι ζῶσαι καὶ ὑπό- “δῆσαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τῶν ὑποδη- μάτων ἦν· ἔστι γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι· ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνι ἐστὶν, ἀλλ’ ὅμως εἶχε· τί δὴ ὁ Παῦλος ὅταν Τιμοθέῳ m γράφων· “σπούδασον σπούδασονπρὸ πρὸ χειμῶνος ἐλ- “θεῖον· “εἰτα παραγγέλλει καὶ λέγει· τὸν φελώνην ὃν ἀπέλιπον ἐν “Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα “τὰς μεμβράνας· ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἃν ἔχοι τις εἰπεῖν ὅτι καὶ ἕτερον οὐκ εἶχεν ὃν ἐφόρει· εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δηλονότι ἕτερον εἶχε· τί δὲ ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμεινεν; ἀρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ λέγων ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός περὶ οὑ ὁ Χριστὸς ἐμαρτύρησε λέγων· “ὅτι σκεῦος ἐκλογῆς ἐστι μοι οὗτος· καὶ μετ’ ὁλίγα—Τί οὐν ἐστίν; οὐκ ἐναντιώθησαν; μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διὰ παντός· καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ’ ἀπὸ τῶν θείων γράφων· πῶς φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς; “ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώ- “νῆς καὶ ὑποδημάτων, μήτινος ὑστέρησεν ὑμῖν; λέγουσιν αὐτῷ, οὐ οὐκοῦν λοιπὸν κτήσασθε ἀλλὰ τι ἔδει, εἰπέ μοι, ἕνα χιτωνᾶ ἔχειν; τι οὖν εἰ πλύνασθαι τοῦτον ἔδει; γυμνὸς ἐχρῆν οἴκοι καθῆσθαι; ἣ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν χρείας καλούσης; ἐννόησον οἱον ἦν, Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην, διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν· τι δὲ εἰ κρυμὸς ἐπετέσθη σφοδρὸς καὶ κατέβρεξεν; ἣ καὶ ἐπάγω σε πῶς ξηραίνεσθαι ἐνῆν; καὶ πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι· τι δὲ εἰ τὸ ψῦχος κατέτεινε; τὸ σῶμα τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι πρὸς Τιμόθεον· οἴνῳ ὀλίγῳ χρῶ δία ’τον στόμαχον σου καὶ τὰς πυκνάς σου “ἀσθενείας· “ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου “καὶ γὰρ ἠσθένησε παρα- “πλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ “μόνον, ἀλλὰ καὶ ἐμέ· ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι· τι οὖν ἀπόλλυσθαι ἐχρῆν; οὐδαμῶς· τίνος οὖν ἕνεκε τότε τοῦτο ἐπέταξε; τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι. Καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ἤδει, ὅτι ἀληθές ἐστι τὸ γενόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει γὰρ ὅραμα βλέπειν. διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. Ἰωάννου. Ἴδου δεύτερον σημεῖον· ὅτε ἀπέστη ὁ ἄγγελος, ἐνόησεν ὁ Πέτρος. Τοῦ Αὐτοῦ Εἰκότως διὰ τὴν ὑπερβολὴν τῶν γινομένων· ὁρᾶς πόσον ἐστὶν ὑπερβολὴ σημείου· πῶς ἐκπλήττει τὸν ὁρῶντα· πῶς οὐκ ἀφίησιν ἀπιστηθῆναι. εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος, τί ἕτερος ἔπαθεν ἄν; διῆλθεν πρώτην καὶ δευτέραν φυλακήν· πῶς; εἶπέ μοι· ποῦ εἰσὶν αἱρετικοί; εἰπάτωσαν ἡμῖν. Καὶ μετ’ ὀλίγα— “Ἐξελ- “θόντες προῆλθον ῥύμην μίαν, ἕως ὅτου ἀπέστη ὁ ἄγγελος· τὰ μέντοι ἔνδον γενόμενα ἐν τῇ φυλακῇ θαυμασιώτερα ἦν, τοῦτο δὲ λοιπὸν ἀνθρωπινότερον· ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος· εἰ γὰρ προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων, ὅντως γὰρ ὄντως ἔκπληξις ἦν· νῦν ἔγνων, “ὅτι ἐξαπέστειλε Κύριος “τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατο, οὐχὶ τότε ὅτε ἐν δεσμῷ ἦν. Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ ὁ Θεὸς, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου, καὶ πάσης τῆς προσδο- κίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Τοῦ Αὐτοῦ Νῦν ἔγνων, φησὶν, οὐ τότε· διατί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστι Πέτρος ἐν αἰσθήσει τῶν γινομένων· καίτοι τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς ὅτε οἱ πάντες ἀπελύθησαν. καὶ τὸ τὰς ἀλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, καὶ τοῦτο μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. ἀθρόον βούλεται τὴν ἡδονὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τότε τὴν αἴσθησιν λαβεῖν. Συνιδὼν δὲ ἦλθεν ἐπὶ τὴν οἰκίαν Μάριας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε ὑπακοῦσαι παιδίσκη ὀνόματι Ῥώδη· καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, Τοῦ Αὐτοῦ Ὄρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Καὶ μετ’ ὀλίγα —“συνιδὼν δὲ, φησί· τί ἐστὶ συνιδών; ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ’ ἀμείψασθαι τὸν εὐεργέτην· “ἦλθεν ἐπὶ τὴν οἰκίαν Μα- “ρίας·” τίς ἦν ὁ Ἰωάννης; ἴσως οὐκ ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν· εἶπε γὰρ, “τοῦ “ἐπικαλουμένου Μάρκου· ὅρα δὲ εὐχόμενοι ἐν νυκτὶ πόσον ἤνυσαν· σαν· ὅσον ἀγαθὸν ἡ θλίψις· πῶς δὲ διεγηγερμένους αὐτοὺς εἰργάσατο· εἶδες τοῦ φόνου Στεφάνου τὸ κέρδος, ὅτι διεσπάρησαν εἰς τὴν γῆν, καὶ ἐπλατύνθη τὸ κήρυγμα μετὰ τὸν φόνον Στεφάνου· εἰδες καὶ τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια· οὐ γὰρ δὴ ἐξ ἑτέρων ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς μέγα δεικνύει τὸ εὐαγγέλιν, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἀδικουμένοις, οὐδὲν δι’ ἐκείνων πασχόντων δεινὸν, αὐτὰς κἀς ἑαυτὰς θλίψεις δείκνυσι μεγάλας οὔσας· ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Ἀμμωνίου. τάχα οὗτός ἐστι Μάρκος ὁ Εὐαγγελιστὴς, δι’ λέγουσιν ὅτι Πέτρος εὐαγγελίσατο· τὸ γὰρ Μάρκου εὐαγγέλιον Πέτρου λέγεται εἶναι· πιθανὸς δὲ ὁ λόγος ἐξ ὧν καὶ πρὸς αὐτὸν κατέμενον ὁ τε Πέτρος καὶ οἱ λοιποί. Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. οἱ δὲ πρὸς αὐτὴν εἶπον, μαίνη. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Τοῦ αὐτοῦ Ὄρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Καὶ μετ’ ὀλίγα—Καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν· “ἀπὸ τῆς χαρᾶς, φησὶν, “οὐκ ἤνοιξε· καλῶς καὶ τοῦτο γέγονεν, ἵνα μὴ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ’ ἐγυμνασθῇ αὐτῶν ἡ διάνοια. ὅπερ ἔθος ἡμῖν, ἵνα αὐτὴ τὰ εὐαγγελια κομίσηται, ἔσπευσεν· ὄντως γὰρ εὐαγγέλια ἢν. Οἱ δὲ ἔλεγον, ὁ ἄγγελος αὐτοῦ ἐστιν. Τοῦ Χρυσοστόμου. τοῦτο ἀληθὲς, ὅτι ἕκαστος ἄγγελον ἔχει· καὶ τι βούλεται ὁ ἄγγελος; ἀπὸ τοῦ καιροῦ τοῦτο προσεδόκησαν· φησὶ γὰρ, “ὅπου εἰσὶ συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθος ἐστίν ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀρχαγγέλους, καὶ τὰς ἄλλας δυνάμεις. Τοῦ ἁγίου Βασιλείου Εἰσ Τὴν ἑρμηνείαν Τοῦ Λγ' Ψαλμοῦ. Παντὶ πεπιστευκότι εἰς τὸν Κύριον ἄγγελος παρεδρεύει, ἐὰν μήοιτε ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτως καὶ τὸν τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἁμαρτία. ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἔργα, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας παρακαθίστησιν ὁ Θεός· καὶ περιτει- χίζει σε φυλακῇ ἀγγέλων. σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμβολὴ ἀνθρώπων παρα- σκευάζεται ὁ εἷς ἄγγελος· διὰ μὲν οὖν τὸ μέγα τοῦ φυλάσσοντός σε, παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἷον περιτειχίζει σε πάντοθεν τῇ ἀπ’ αὐτοῦ ἀσφαλείᾳ. ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν, οὕτως καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει. Ἀμμωνίου. Τέως σημειωτέον ἐν πρώτοις, ὅτι ἕκαστος ἀνθρώπων ἔχει ὁδηγόν· καὶ ὅτι συνεχῶς ἑώρων ἀγγέλους οἱ πιστοί· ὡς ὁ Φίλιππος καὶ οἱ περὶ Πέτρον καὶ Ἰωάννην καὶ οἱ ἄλλοι· οἱ γὰρ ἄπιστοι οὐχ ὁρῶσι, κἂν πλησίον ὦσιν αὐτῶν· ἀμέλει ὁ Ἡρώδης οὐκ εἶδε τὸν πατάξαντα αὐτὸν ἄγγελόν· ἀλλὰ τῆς μὲν πληγῆς ἤσθετο, τίς δὲ ὁ πλήξας οὐκ ἐθεάσατο. Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν δηλονότι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες· καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικός· ὅτι “ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγ- “γέλους·” καὶ Μώσης “ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέ- “λῶν Θεοῦ. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. κατασείσας δὲ αὐτοῖς τῆ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἀπὸ τῆς φυλακῆς. Τοῦ Αὐτοῦ Πολλῷ ποθεινότερος λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἀπελθεῖν. Εἶπε δὲ, ἀπαγγείλατε τῷ Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταύτα. Πῶς οὐκ ἔστι κενόδοξος, οὐδὲ εἶπε, τοῖς ἀπανταχοῦ δῆλα ταῦτα ποιήσατε, ἀλλὰ τοῖς ἀδελφοῖς; Καὶ ἐὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβαλεν ἑαυτόν· ἐπεὶ καὶ τοῦτο ὅτε ἐκελεύσθησαν ἐποίησαν· “εἰσελθόντες, φησὶ, “λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ· τούτῳ δὲ οὐκ εἶπεν ὁ ἄγγελος· ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν, ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος μέγας ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν. Τοῦ Χρυσοστόμου. Ἴσως τινὲς ἀποροῦσιν, ὡς περιεῖδεν ὁ Θεὸς τοὺς ἀθλητὰς ἀπολλυμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον· καίτοι δυνατὸν ἦν αὐτῷ μετὰ τὸν Πέτρον κἀκείνους ἐξελέσθαι· ἀλλ’ οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὴν ἀξίαν ἀπονεῖμαι ἑκάστῳ· ἄλλως δὲ οὐκ ἐνέβαλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος· μᾶλλον γὰρ αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι· ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἐμπαιχθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καὶ μετ’ ὀλίγα —Εἰ γὰρ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη φυγὴ ἃν εἰναι τὸ πρᾶγμα· τί οὐν οὐκ ἑτέρως ᾠκονομήθη φησί; ποία γὰρ βλάβη γέγονε νῦν ἃν, εἰ δῶμεν, ὅτι οἱ ἀδίκως παθόντες θόντες κακῶς, οὐδὲν ἐβλάβησαν· οὐ ζητήσωμεν ταῦτα· διατί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου; διατί αὐτὸν οὐκ ἐξείλατο; “ἡμερὰς δὲ γενομένης, φησὶν, “ἠν τάραχος οὐκ ὀλίγος οὕτως οὐκ ἤσθοντο· ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον· τὰ δὲ δεσμὰ ἦν καὶ οἱ φύλακες ἔνδον, καὶ τὸ δεσμωτήριον κεκλεισμένον· οὐδαμοῦ τοῖχος διωρυγμένος· πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπα- στος ὁ ἄνθρωπος γέγονε· διατί αὐτοὺς καταδικάζεις ; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον· ἀλλὰ χρήματα ἔλαβον· πόθεν ; ὁ μηδὲ πένητι ἔχων ἀποδοῦναι, τούτοις ἐδίδου ; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἀλύσεις, οὐδὲ λελυμέναι ἦσαν· ἔδει ἰδεῖν ὅτι θεῖον τὸ πρᾶγμα ἦν, καὶ οὐδὲν ἀνθρώπινον. Περὶ τῶν φυλάκων κολάσεως, καὶ μετέπειτα περὶ τῆς τοῦ ἀσεβοῦς Ἡρώδου πικρᾶς τε καὶ ὀλεθρίου καταστροφῆς. Ἠν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τοῦ Χρυσοστόμου. ταύτης τί μέμνηται τῆς ἱστορίας, ει-’πέ μοι· τι πρὸς τὸ Εὐαγγέλιον ἀνήκει μαθεῖν, ὅτι θυμομαχεῖ Τυρίοις καὶ Σιδονίοις ; οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν, πῶς εὐθέως ἐπῆλθεν ἡ δίκη, καὶ κατέλαβεν αὐτόν· εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. καὶ μὴν εἰ ἐκεῖνοι φησὶν ἐβόησαν, τι πρὸς τοῦτον ; ὅτι κατεδέξατο τὴν φωνήν· ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας· διὰ τοῦτο μάλιστα ἐκεῖνοι παιδεύονται οἱ κολακεύοντες εἰκῆ. ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμω- ρίας, τοῦτον δὲ κολαζόμενον· οὐ γάρ ἐστι κρίσεως ὁ καιρὸς, τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει· ἐκείνους ἀφιεὶς ἀπὸ τού- του κερδᾶναι. Τακτὴ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βα- σιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ αv θρώπου. παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Τοῦ Χρυσοστόμου. Ἰώσηπος φησὶν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργυρίου πεποιημένην περιέκειτο. ὁρ́α καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν· ὁρ́α καὶ τῶν Ἀποστόλων τὸ φρόνημα· ὃν γὰρ ἔθνος ὁλόκλη- ρον οὕτως ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον· ὅρα δὲ πάλιν ἀνά- πνεῦσιν αὐτῶν μεγάλην, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας· εἰ γὰρ οὗτος ἀκούσας, ὅτι φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι μηδὲν εἰπὼν, τοιαῦτα ἔπαθε, πολλῷ μᾶλλον ὁ Χριστὸς, εἰ μὴ αὐτὸς ἀεὶ λέγων, ὅτι τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἐστὶν ἐμά κἂν πολ- “λοὶ μοι ὑπηρετοῦσι. καὶ ὅσα τοιαῦτα. Εὐσεβίου Καισαρείασ ἐκ τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Εἴπερ τῆς τοῦ βασιλέως Ἡρώδου προσηγορίας δόξειε τισὶ διαφωνεῖν ὁ Ἰώσηπος· ἀλλ’ ὅγε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεικνύων· ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνό- μάτος, ἢ πέρι ’τον αὐτὸν, οἴα καὶ πέρι πολλοὺς, γενενημένης. Ἰώσηπος λέγει “ὡς ὁ Ἡρώδης στολὴν ἐνδυσάμενος ἐξ “ἀργυρίου πεποιημένην πᾶσαν, ὡς θαυμάσιον ὑφὴν εἶναι, παρῆλθεν “εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας· ἔνθα ταῖς πρώταις τῶν ἡλια- “κῶν ἀκτίνων ἐπιβολαῖς ὁ ἄργυρος καταυγασθεὶς, θαυμασίως ἀπέ- “στίλβε· μαρμαρυγῶν τι φοβερὸν, καὶ τοῖς εἰς αὐτὸν ἀτενίζουσι “φρικῶδες. εὐθὺς δὲ οἱ κόλακες τὰς οὐδὲ ἐκείνων πρὸς ἀγαθοῦ “ἄλλος ἄλλοθεν φωνὰς ἀνεβόων, θεὸν προαγορεύοντες, εὐμενής τε “εἴης ἐπιλέγοντες, εἰ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν· “ἀλλὰ τοὐντεῦθεν κρείττονά σε τῆς φύσεως ὁμολογοῦμεν. Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἀπὸ Ἰερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάννην τὸν ἐπικαλούμενον Μάρκον. Τοῦ Χρυσοστὀμου. Ἔτι Βαρνάβα πρώτου μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρός· οὔπω σημεῖον οὐδὲν εἰργάσατο.