Ancient Greek
ΚΕΦ. ΙΖ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΙΖ.
Not analysed yet
Προφητεία h Ἀγάβου περὶ λιμοῦ οἰκουμένης, καὶ καρποφορίας πρὸς τοὺς ἐν Ἀντιοχείᾳ ἀδελφούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἰεροσολύμων προφήται προφῆται εἰς Ἀντιόχειαν. Τοῦ Χρυσοστόμου. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι “ὁ νόμος καὶ “οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων. Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε διὰ τοῦ Πνεύματος, λιμὸν μέγαν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τοῦ Αὐτοῦ Κυπρίους ἔσχον διδασκάλους καὶ Κυρηναίους καὶ Παῦλον· ἀλλ’ οὗτος ὑπερέβαινεν αὐτούς· ἐπεὶ καὶ Παῦλος ’ν νίαν καὶ Βαρνάβαν ἔσχε διδασκάλους· ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο λιμὸς γέγονεν, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ἀλλὰ τοῦτο οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ Χριστὸς προεῖπεν· οὐ διὰ τοῦτο, ἐπειδὴ ἐξ ἀρχῆς τοῦτο γεγενῆσθαι ἔδει, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς Ἀποστόλους γενόμενα· καὶ ἐμακροθύμησεν ὁ Θεός. ὡς δὲ ἐνέκειντο, λιμὸς μέγας γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ· ἐσόμενα κακά· εἰ δι’ αὐτοὺς ἢν, πάντως ἔδει καὶ ὄντα παύσασθαι· τι ἠδίκησαν Ελληνες, ἵνα καὶ αὐτοὶ τῶν κακῶν μετέχωσιν; εὐδοκιμῆσαι γὰρ αὐτοὺς μᾶλλον ἐχρῆν· ὅτι τὸ αὐτῶν ἐποίουν, ἀνήρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον· καὶ ὅρα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσετέθησαν. ἀλλ’ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑφεξαιρεθῆναι, διατὶ ὁ Χριστὸς τοῦτο προλαβὼν εἶπεν, ὅτι θλῖψιν ἑξέτε’ ὡσανεὶ λόγοις ὅτι ἔδει μηδὲ μαστί- ζεσθαι. Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος στος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύ- λου. Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοῖς καὶ τὸν λιμὸν αἴτιον σωτηρίας, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὁρᾶς ἅμα πιστεύοντας, ἅμα καρποφοροῦντας· οὐ τοῖς αὐτῶν μόνον ἀλλὰ καὶ τοῖς πόρρω. Ἀμμωνίου. Ὥστε οὖν καὶ Πρεσβυτέρων εἶχον ἀξίαν οἱ Ἀπόστολοι· στόλοι· καὶ ἐν ἄλλῳ δὲ κεφαλαίῳ σεσημείωται.