Ancient Greek · ~41 min
ΚΕΦ. Ις.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. Ις..1
Not analysed yet
Ὡς Πέτρος καθεξῆς καὶ τὰ ἕκαστα τῶν γεγονότων διηγήσατο τοΤς Λποστό- λοις διακριθcισι πρὸς αὐτὸν, τὸ τηνικάδε Βαρνάβαν ἐκπέμψας πρὸς τοὺς ἐν ’Λντιοχεία̣ ἀδελφούς. Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέ- γων, ἐγὼ ἤμην ἐν πόλει Ἰόππη προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθό- ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρα- 6νοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἢν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ του οὐράνου· Toῦ Αὐτοῦ. Οὐ τῆς συνέσεως Πέτρου ἦν τὰ ῥήματα, ἀλλὰ τοῦ Πνεύματος. καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδα- μοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν· ἐπ’ αὐτὸν γὰρ ἔρριψε τὸ πᾶν· ἐν ἐκστάσει γὰρ αὐτὸς φησὶν, ἐποίησεν ἐγὼ ἐν Ἰόππῃ ἤμην τὸ σκεῦος αὐτὸς ἔδειξεν, ἐγὼ καὶ ἀντεῖπον· καὶ πάλιν αὐτὸς ει-’πε, καὶ οὐδὲ οὕτως ἤκουσα· τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν, καὶ οὕτως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ οὐδὲ οὕτως ἐβάπτισα μετὰ ταῦτα· ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο· ὁ Θεὸς αὐτὸς ἐβάπτισεν, οὐκ ἐγώ. Τοῦ άγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου ἀπὸ τοῦ Παναρίου κεφαλαίου κη'. Κήρινθος ὁ αἱρετικὸς παρεκίνειe περὶ τοῦ Πέτρου ἐπανελθόντος εἰς ‘Iερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς, λέγων, ὅτι εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας· ἐποίησε δὲ τοῦτο ὁ Κήρινθος πρὶν ἣ ἐν τῇ Ἀσίᾳ κήρυξαι τὸ αὐτοῦ κήρυγμα, καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον· διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον δῆθεν, ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηρά- σατο· τοῦ δὲ καὶ δόντος *τῷ Πέτρῳ τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον ποιήσασθαι, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια· ἕως τότε γὰρ ἐδίσταζεν ὁ ἅγιος, ἕως ὅτε ὁ Κύριος ἐναργῶς ἔδειξεν αὐτῷ, ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν· εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ Κορνήλιον, καὶ ἰδὼν ὁ Πέτρος εἶπε· “μήτι τὸ ὕδωρ δύναται τις **κωλῦσαι, καὶ τὰ ἑξῆς· τὸ πᾶν δὲ τοῦτο μυστήριον, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ὅπως ὁ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται, ὅτι οὐκ ἐξ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ Θεοῦ ὑπῆρχεν. Καὶ ἤκουσα φωνῆς λεγούσης μοι, ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τοῦ Χρυσοστόμου. Ὡσανεὶ ἔλεγεν· ἱκανὸν μὲν ἦν καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν σινδόνα· πλὴν ἀλλὰ καὶ φωνὴ προσ- ετίθει. Εἶπον δὲ, μηδαμῶς, Κύριε· ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι τὸ ἐμὸν ἐποίησά· φησιν, ὅτι οὐδέποτε ἔφαγον, πρὸς τοῦτο ὃ ἔλεγον ἐκεῖνοι, ὅτι εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς· τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦ αὐτοῦ. Ὄρα πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ δι- δασκάλου ἀξιώματι κεχρῆσθαι· ὅσῳ γὰρ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον· καὶ ταῦτα ἀπολογίας ἦν. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ ἀνεσπάσθη πάλιν ἅ· πάντα εἰς τὸν οὐρανόν. καὶ ἰδοὺ, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἧ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με· εἶπε δέ μοι τὸ Πνεῦμα, συνελθεῖν αὐτοῖς, μηδὲν διακρίνοντα· Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι νεύματος ἡ νομοθεσία. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσ- ήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· Τοῦ αὐτοῦ. Οὐδὲν ταπεινότερον ὅταν τῶν ἀδελφῶν τὴν ριαν ἐπάγηται. Ἀπήγγειλε δὲ ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἰκῶ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ἀπόστειλον εἰς Ἰόπ- πην, καὶ μεταπέμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Τοῦ Αὐτοῦ Οὐκ εἰπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα, ὅτι εἶπε τῷ Κορνηλίῳ, “αἱ εὐχαὶ σου καὶ αἱ ἐλεημοσύναι σου,” καὶ τὰ ἑξῆς, ἀλλὰ τι φησι; “λαλήσει λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ “σὺ καὶ πᾶς ὁ οἶκός σου·” τοῦτο εἰκότως πρόκειται· καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός· τοῦ Πνεύματος πέμψαντός, φησι, τοῦ Θεοῦ κελεύσαντος διὰ τοῦ ἀγγέλου, ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διάκρισιν τῶν πραγμάτων τι ποιῆσαι ἔδει; ἀλλ’ οὐ λέγει τούτων οὐδέν, ἀλλ’ ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ’ αὐτὸ ἀναμφισβήτητον ἦν τεκμήριον. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς, ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. Τοῦ Αὐτοῦ Καὶ οὐκ ἀρκεῖται τοῦτο, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου. Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. Τοῦ Αὐτοῦ. Ὅτι οὐδὲν καινότερον γέγονεν, ἀλλ’ ὅπερ προεῖπεν· ἀλλ’ οὐκ ἔδει βαπτίσαι· ἀλλ’ ἀπήρτιστο τὸ βάπτισμα· καὶ οὐ λέγει ἐκέλευσα αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; δείκνυσιν αὐτὸν οὐδὲν ποιήσοντα· ὅπερ ἐσχήκαμεν, φησὶν, ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, Τοῦ Αὐτοῦ. Ἴνα μειζόνως αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε τὴν ἴσην δωρεάν·’ ὁρᾶς πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν’ πιστεύσασι, φησὶ, “τὴν ἴσην δωρεὰν ἔδωκε καὶ οὐ λέγει ὑμῖν, ἀλλ’ “ἡμῖν· “ἡμῖν· τί ἀναξιοπαθεῖτε ὅταν ἡμεῖς κοινωνοὺς αὐτοὺς λέγωμεν; Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Τοῦ Χρυσοστόμου. βαβαὶ πόση ἀπολογία· οὐ γὰρ εἶπε, ταῦτα οὖν εἰδότες ἡσυχάζετε; ἀλλὰ τί; δέχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται e, “τις τίς ἤμην δυνατὸς κωλῦσαι τὸν “Θεόν;” οὐκ ἠδυνάμην κωλῦσαι· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως· ὅθεν λοιπὸν φοιβηθέντες ἡσύχαζον, καὶ ἐδόξαζον τὸν Θεόν. Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε, καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα. Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίρρησιν τῶν ἀγανακτούντων παύσῃ· ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται, “ἀκούσαντες δὲ ἡσύχασαν. Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες, ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν. Τοῦ Χρυσοστόμου. Ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων· ἐντεῦθεν ἀνεώχθη θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἀμμωνίου. Ὄτι ἡ εἰς Χριστὸν πίστις, μετάνοιαν ἐπὶ τοῖς πρώην πραχθεῖσιν αὐτοῖς ἢ δογματισθεῖσιν, εἰς ζωὴν ἄγοι· Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, Τοῦ Χρυσοστόμο. Οὐ μικρὸν κατόρθωμα ὁ διωγμὸς γέγονε· τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν· οὐκ ἃν εἴγε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι f ἐποίησαν, ἣ τοῦτο διέσπειραν τοὺς διδασκάλους· ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη· διῆλθον, φησιν, “ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀν- τιοχείας·” οὐδενὶ μέντοι ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις. Μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰου- δαίοις. Τοῦ Αὐτοῦ Ὁρᾶς ὅτι οἰκονομικῶς τοσαῦτα γέγονε περὶ Κορνηλίον· τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων· ὅτε γὰρ Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ Ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθησαν, τότε Σαμαρεῖται· ὃ καὶ Παῦλος φησί· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ “στρεφόμεθα εἰς τὰ ἔθνη· περιῄεσαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Τοῦ Χρυσοστόμου. ’ίσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλληνας αὐτοὺς ἐκάλουν. Καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν· πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψε πρὸς τὸν Κύριον. ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἰερουσαλὴμ περὶ ἀυτῶν· Τοῦ Αὐτοῦ. Τουτέστι τὰ σημεῖα εἰργάζοντο· ὁρᾶς διατί καὶ νυν η τῶν σημείων ἀνάγκη γέγονεν, ἴνα πιστεύσωσιν. Καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιο- χείας. Τοῦ Αὐτοῦ Διατί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; οὔπω τοῦ ἀνδρὸς ᾔδεισαν τὴν ἀρετήν· οἰκονομεῖται δὲ Βαρνάβαν παραγενέσθαι. ἐπειδὴ καὶ πλῆθος ἦν καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις· καὶ μάλιστα ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ Παῦλος κηρύττει. Εὐσεβίου Καισαρείασ ἐκ Τοῦ Α' Τόμου Τῆσ Ἐκκλησιαστικῆσ Ἱστορίασ. Λέγεται εἷς τῶν g ἑβδομήκοντα Βαρνάβας γεγονέναι· τούτων δὲ τῶν ἑβδομήκοντα εἶναι φασὶ καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα, καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς Ἀποστόλοις συγκαταλεγέντα· καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἰναι φασίν. Ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῆ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ· Τοῦ Χρυσοστόμου. Καθάπερ γὰρ γῆ λιπαρὰ, τὸν λόγον ἐδέξατο αὕτη ἡ πόλις, καὶ πολὺ τὸν καρπὸν ἐπεδείξατο. Ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Διδύμου. Οὐ ταὐτόν ἐστι Θεὸν μόνον ἀγαθὸν εἶναι, καὶ ἄνδρα ἀγαθὸν ὑπάρχειν. ὁ μὲν γὰρ κατ’ οὐσίαν ἀγαθὸς τυγχάνει· ἀρχὴ καὶ πηγὴ ὣν τῶν ἀγαθῶν· ὁ δὲ ἀνὴρ οὐ κατ’ οὐσίαν τυγχάνει, ἀλλ’ ἐν ἀναλήψει ἀρετῆς ἔχει τοῦτο αὐτό· ἀλλ’ οὐχ ἁπλῶς ἀνὴρ ἀγα- θὸς εἰς τοῦτο λήψῃ καὶ τὸ, εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ.” Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, Τοῦ Χρυσοστόμου. Πολύχρηστος ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ συγγνωμονικός· ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μοναχὸν, ἐπὶ τὸν λεόντα· οὐκ ἔχω τι εἴπω, ὅσα ἐὰν εἴπω· ἐπὶ τὸν κύνα τὸν θηρευτικὸν, τὸν λεοντᾶς ἀναιροῦντα· ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρόν· ἐπὶ τὴν λαμπάδα τὴν φαιδράν· ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. ὄντως διὰ τοῦτο ἐνταῦθα ἐχρηματίσθησαν κα- λεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐνταῦθα τοσοῦτον ἐποίησε χρόνον. Καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐ- τοῖς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῆ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανόν, Οὐ μικρὸν τῆς πόλεως ἐγκώμιον τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπήλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· διὸ καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. ὁρᾶς Παύλου τὸ κατόρθωμα, εἰς ὅσον ἐπῆρεν ὕψος. ὧσπέρ τι σημεῖον τὸ ὄνομα· ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν· ἀλλ’ οἱ τῆς ὁδοῦ ἤκουον, ἐνταῦθα Χριστιανοὶ ὠνομάσθησαν. Καὶ μετ’ ὀλίγα—Ἔδει καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα φυτευθῆναι καρπόν· καὶ ὅρα πῶς ἀναγκαίως οὐδεὶς τῶν περιφανῶν αὐτοῖς γίνεται δι- δάσκαλος. Χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Σευυήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ. Χριστιανὸς γὰρ πολυθείας ἀντίπαλον. Ἀμμωνίου. Σημειωτέον ὅτι μᾶλλον διὰ τοῦτο ἡ θρόνου ἠξιώθη ἀρχοντικοῦ· ἐπειδὴ ἐκεῖ πρῶτον ἐχρημάτισαν οἱ πιστοὶ Χριστιανοί.