Ancient Greek · ~58 min
ΚΕΦ. ΚΒ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΒ..1
Not analysed yet
Περὶ τοῦ ἐν Λύστροις ἐκ γενετῆς χωλοῦ ἰαθέντος διὰ τῶν Ἀποστόλων· διόπερ εἶναί τε θεοὶ καὶ παρεῖναι x ἔδοξαν τοῖ. ἐγχωρίοις. ἔνθα δὴ καὶ μετέπειτα λιθάζεται ὁ Παῦλος παρὰ τῶν ἀστυγειτόνων y. Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ. ὃς οὐδέποτε περιεπάτησεν. οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, εἶπε μεγάλη τῇ φωνῇ· σοὶ λέγω ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Τοῦ Χρυσοστόμου. Διατὶ “μεγάλῃ τῇ φωνῇ;” ὄχλους πιστεῦσαι. ὅρα δὲ προσεῖχε, φησὶ, τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. εἶδες φιλοσοφίαν ; οὐδὲν ἀπὸ τῆς χωλίας πρὸς τὴν σχολὴν τῆς ἀκροάσεως παρεβλάβη· “ὃς ἀτενίσας αὐτῷ, φησὶ, “καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι·” ᾔδει, ᾠκειοῦτο τῇ προαιρέσει· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον γέγονε· πρότερον ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν τὴν αὐτοῦ ἰδεῖν τὸν Παῦλον. Ἡ τοῦ ἰωμένου πίστις σὺν τῇ τοῦ δικαίου εὐχῇ ἀνύει τὸ σπουδαζόμενον. σημειωτέον δὲ ὅτι ὁ πνευματικὸς ἄνθρωπος, ὡς θεῖον ἔχων ἐν ἑαυτῷ πνεῦμα, ὁρᾶ τὰ ἐν καρδίᾳ, διὰ τοῦ ἐνοικοῦντος ἐν ἑαυτῷ νεύματος φωταγωγούμενος. Καὶ ἥλατο καὶ περιεπάτει. Τοῦ Χρυσοστόμου. τεκμήριον τῆς ὑγείας τῆς ἅλλεσθαι. Οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Τοῦ αὐτοῦ. Ἀλλ᾿ οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ ἐφθέγγοντο φωνῇ, “λέγοντες ὅτι οἱ Θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατ- ”ἔβησαν πρὸς ἡμᾶς.” διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον· ἐπειδὴ δὲ ἰδόντες τὰ στέμματα, τότε ἐξελθόντες διέρρηξαν τὰ ἱμάτια αὐτῶν. Καὶ μετ’ ὀλίγα —Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν· δι’ ἔργων ἀπεδείκνυντο ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνων· οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον, καὶ οὐ προσέκοπτον τῷ κηρύγματι· ἀλλὰ τι φασιν ; “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβη- “σαν πρὸς ἡμᾶς·” Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο· ἐπειδὴ οὐκ ὠνόμασε καὶ εἶπεν, ἐν τῷ ὀνόματι Ἰησοῦ ἔγειρε καὶ στῆθι ὀρθὸς, διὰ τοῦτο ὑπέλαβον αὐτὸν θεὸν εἶναι καὶ οὐ διάκονον θεοῦ· ἦν δὲ πρῶτον τὸν λόγον κηρύσσων αὐτῷ, καὶ τότε εἶπεν ἀνάστηθι· διὰ τοῦτο ἐπανορθοῦται αὐτῷ λέγων· “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, καὶ τὰ ἑξῆς. Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς· ἐκάλουν τε τὸν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, Τοῦ Χρυσοστόμου. Ἐμοὶ δοκεῖ ἀπὸ τῆς εἶναι ὁ Βαρνάβας. οὐ μικρὸς οὗτος πειρασμὸς ἐξ ἀμετρίας· ἀλλὰ καὶ ἐντεῦθεν τῶν Ἀποστόλων ἡ ἀρετὴ δείκνυται, πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῶ Θεῷ. Τοῦ Αὐτοῦ. Εἰδες πῶς ἔθος τοῖς Ἓλλησιν ἀπὸ ποιεῖν· ὥστε ὅταν λέγουσι, πόθεν ἡ εἰδωλολατρία ; μάνθανε τὴν ἀρχήν· οὕτω καὶ τοὺς Ἀποστόλους ἐξ, ἀνθρώπων ἐποίουν θεούς· οὕτω καὶ ὁ διάβολος ἐφιλονείκησε παρὰ τὴν ἀρχὴν τὴν ἀσέβειαν εἰσαγεῖν, λέγων, “ἔσεσθε ὡς θεοί. καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ πανταχοῦ φιλονεικῶν τὴν πολυθείαν εἰσαγαγεῖν. Ἀμμωνίου. Ἐν τοῖς ἀναγραψαμένοις τὰς παλαιὰς εὑρίσκεις, ὅτι ὁ Ζεὺς ἄνθρωπος ὢν ἑαυτὸν ἐθεοποίησε, λέγων ἑαυτὸν εἶναι θεόν· ὡς καὶ πολλοὶ τῶν Ῥωμαίων βασιλεῖς καὶ Μακεδόνων ἐχρηματίζον θεοί· διὸ οὐ χρὴ ἀπιστεῖν τοῖς πάλαι λεχθεῖσι περὶ τούτου, ὅτι ἠπατήθησαν τινὲς καὶ ὠνόμασαν τινὰς θεούς· ὅπου γε καὶ οὗτοι ἠπατήθησαν εἰς τὸν Βαρνάβαν καὶ Παῦλον· καὶ ὀπίσω δέ ἐστι τοῦτο σημειώσασθαι ἐπὶ Σίμωνος τοῦ μάγου, ὃν ἐν τῇ Σαμαρείᾳ ἔλεγον τὴν τοῦ Θεοῦ δύναμιν τὴν μεγάλην· οὓς ἐπιστομίζοντες, ἅμα δὲ καὶ ἡρέμα διδάσκοντες, οἱ περὶ Βαρνάβαν ἔλεγον, “Θεὸν οὐδεὶς ἑώρακε πώποτε·” ὃ οὖν φαινόμεθα καὶ ψηλαφώμεθα, οὐκ ἐσμὲν θεοὶ ἀλλὰ ἄνθρωποι· μόνον δὲ ἐπὶ τοῦ Ἰησοῦ τοῦτο γέγονεν· ὃς ἦν Θεὸς καὶ ἄνθρωπος ἐν ταὐτῷ, κατὰ τὸν τῆς ἑνώσεως λόγον· ὧδε δὲ ψιλοὶ ἦσαν ἄνθρωποι, διὰ Πνεύματος θείου τερατουργοῦντες. Ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. ὅ τε ἱερεὺς τοῦ Δῖός τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Τοῦ Χρυσοστόμου εἰσ τὴν δόγοσ ά. Εἰ γάρ που δημηγορίας ἦν καιρὸς, παρεχώρουν· διὸ καὶ Ἑρμῆς εἶναι ἐνομίζετο παρὰ τοῖς ἀπιστοῖς, διὰ τὸ τοῦ λόγου κατάρχειν. Ἀκούσαντες δὲ οἱ Ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Τοῦ Χρυσοστόμου. Ὄρα αὐτοὺς πανταχοῦ οὐ μόνον μὴ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην ἀποκρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε, “τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἣ “εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· καὶ οὗτοι τὸ αὐτὸ φησί. Καὶ μετ’ ἀλίγα—Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς Ἀποστόλους ποιοῦντας· διέρρηξαν τὰ ἱμάτια· ἐξεπήδησαν· ἔκραξαν· πάντα ἀπὸ διαθέσεως ψυχῆς ἀποστρεφομένης τὰ γενόμενα. πένθος γὰρ ἦν οὕτως· πένθος ἀπαραμύθητον· εἴγε ἔμελλον θεοὶ νομίζεσθαι, καὶ εἰδωλολατρίαν εἰσάγειν, ἣν ἦλθον καταλῦσαι· καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ πάλιν —Πρωτῇ ὄψει κατέπληξαν αὐτοὺς, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν· τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐποίησεν ἐπὶ τῆ ἥττῃ τοῦ λαοῦ. μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι· τοῦτο καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἃν ἄλλως ἔπαυον τὴν τοσαύτην ὁρμήν· οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲν παραιτώμεθα· εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ μόλις ἔπεισαν· εἰ μὴ οὕτως εἰργάσαντο, τι οὖν ἃν ἐγένετο ; εἰ μὴ γὰρ οὕτως ἐποίησαν, ἤσαν, ἐνομίσθησαν ἂν ταπεινοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς. Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ περιρήγνυναι τὰ ἱμάτια. καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέρρηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων, “ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημείας μείας οἱ θεωροί· ἔφασκον γὰρ “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον “πρὸς ἡμᾶς· ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἢν, φησιν, ὁ ἡγούμενος τοῦ λόγου ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαικαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες· ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὃν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς· καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· “ἐπιστρέψατε “πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ **ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια “ὑμῶν.” Ἀνδρες, τί ταῦτα ποιεῖτε ; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· Τοῦ Χρυσοστόμου. Ἄνθρωποι μὲν ἐσμὲν, φησὶ, τούτων δὲ μεί- ζους· ταῦτα γὰρ νεκρά. ὁρ́α αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας· οὐδὲν περὶ ἀοράτων φθεγγομένους. Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς, εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· Τοῦ αὐτοῦ. Διατί δὲ εἴασεν, οὐκέτι φησί· τέως γὰρ πρὸς τὸ κατεπεῖγον ἵσταται· οὐδαμοῦ τοῦ Χριστοῦ τὸ ὄνομα τιθείς. Σετήρου ἐκ τῆσ πρὸσ Ἀμμώνιον ἐπιστολῆσ. Καὶ γὰρ οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ὁ Θεὸς ἐν ἑκάστῃ γενεᾷ, τὰ ποδηγοῦντα τοὺς ἀνθρώπους πρὸς δικαιοσύνην ἐπιτελῶν· τὸ γὰρ αὐτεξούσιον οὐ βιαζόμενος, εἴασεν πάντας ἀνθρώπους πορεύεσθαι κατὰ τὸ σφίσι δοκοῦν· αὐτὸς δὲ ἐκεῖνα διαπαντὸς ἐνήργει τὰ δι’ ωΥν ἐνῆν λογικοὺς ὄντας αὐτοὺς τὸν δημιουργὸν ἐννοεῖν. Καίτοιγε οὐκ ἀμάρτυρον ἀφῆκεν ἀγαθουργῶν, οὐ- ρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. Τοῦ Χρτσοστόμου. Ὄρα οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ μᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγει ἢ αὐτοὺς ἐκεί- ἐκείνους ἔμαθον γὰρ ὅτι οὐχ οὕτως σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιμον. ὁρ́α πῶς λανθανόντως τὴν κατηγορίαν ποιεῖται· καὶ μὴν εἰ τοῦτο ἐποίει, οὐκ εἴασεν, ἀλλ’ ἔδει κολασθῆναι αὐτούς· ἀλλ’ οὐ λέγει τοῦτο φανερῶς. Καὶ μετ’ ὀλίγα —Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυσιαίους ὑετούς· ὣ τῆς μανίας τῆς Ἰουδαικῆς· εἰς δῆμον οὕτω τιμήσαντα τοὺς Ἀποστό- λους ἐτόλμησαν ἐμβῆναι, καὶ λιθάσαι τὸν Παῦλον· καὶ ἔξω τῆς πόλεως, δεδοικότες ἐκείνους, ὢ τῆς μανίας, ἔσυρον, νομίσαντες αὐτὸν τεθνάναι. Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς, ἀλλὰ πορεύεσθαι ἕκαστον εἰς τὰ ἴδια· Τοῦ Χρυσοστόμου. Καὶ τούτῳ μάλιστα ἐθανμάσθησαν· ὁρᾶς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνάτρεψαι τὴν μανίαν ἐκείνην. Ἀμμωνίου. Ὄρα τὸ ἄτυφον καὶ ἀκενόδοξον τῶν ἁγίων· οὔτε θεοὶ ἠξιώθησαν κληθῆναι τῶν ἐθνῶν, ἀλλ’ ἑαυτοὺς ἐταπείνουν λέγοντες, “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι·” διὰ τῆς ταπεινοφροσύνης ὑψοῦντες ἑαυτούς. Διατριβόντων δὲ αὐτῶν καὶ διδασκόντων, ἐπῆλθον οἱ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ διαλεγομένων αὐτῶν παρρησίᾳ, ἀνέπεισαν τοὺς ὄχλους, ἀποστῆναι ἀπ’ αὐτῶν· λέγοντες, ὅτι οὐδὲν ἀληθὲς λέγουσιν, ἀλλὰ πάντα ψεύδονται. Τοῦ Χρυσοστόμου. Ὄντως διαβόλου τέκνα, οὐκ ἐν μόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες· καὶ τοσαύτην ποιούμενοι σπουδὴν καθελεῖν τὸ κήρυγμα, ὅσην οἱ Ἀπόστολοι στῆσαι ἠπείγοντο. Καὶ λιθοβολήσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνηκέναι. Τοῦ αὐτοῦ. Ἐνταῦθα πληροῦται τὸ “ἀρκεῖ σοι ἡ “ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται·” μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι· οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον· Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δερ́βην. εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ εἰς Ἀντιόχειαν· Τοῦ αὐτοῦ. Ὁρᾶς προθυμίαν· ὁρᾶς ζέοντα καὶ πεπνρώμενον· εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν· ὥστε δειχθῆναι ὅτι εἴπου καὶ ὑπεχώρει, διὰ τὸ τὸν λόγον κατεσπαρκέναι, καὶ διὰ τὸ μὴ δεῖν ἐκκαίειν αὐτῶν τὸν θυμὸν, ταῦτα τῶν σημείων οὐχ ἥττονα λαμπροτέρους ἐποίει, καὶ μᾶλλον χαίρειν παρεσκεύαζεν. οὐδαμοῦ δὲ λέγει ὅτι ὑπέστρεψαν χαίροντες ὅτι σημεῖα ἐποίησαν, ἀλλ’ ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ τοῦτο παρὰ τοῦ Χριστοῦ ἐδιδάσκοντο λέγοντος, “μὴ χαίρετε ὅτι τὰ δαιμόνια “ὑμῖν ὑπακούει· ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ τὸ πάσχειν τι διὰ τὸν Χριστόν. Ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῆ πίστει, καὶ, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τοῦ Χρυσοστόμου. Τοῦτο ἔλεγον· τοῦτο δὲ γίνεται οὐ διὰ τῶν Ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν, ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς τοιαῦτα δεῖ πάσχειν· ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμοὺς· Ἀμμωνίου. Ὄρα ὅτι ἄνευ κόπου καὶ μόχθου πολλοῦ οὐ δικαιοῦταί τις· στενὴν γὰρ διὰ τοῦτο καὶ τεθλιμμένην, ἀντὶ τοῦ θλίψεως μεστὴν, ἐκάλεσεν ὁ Κύριος τὴν πύλην τῆς εἰσόδου τῆς εἰς βασιλείαν ἀγούσης· οὐχ ἁπλῶς δὲ οἱαδήποτε θλίψις ἄγει εἰς βασιλείαν, ἀλλ’ ἡ διὰ τὴν εἰς Θεὸν πίστιν. ὅρα γὰρ πῶς οἱ μαθηταὶ ἐν πρώτοις παρήγγελλον ἐπιμένειν τῇ εἰς Χριστὸν πίστει, ἧς ἄνευ σωθῆναι ἀδύνατον, κἂν διὰ πολλῶν τις θλίψεων παρέλθῃ. εἰ γὰρ τοῦτο ἦν, πᾶς ἄνθρωπος σχεδὸν εἰπεῖν ἐδικαιοῦτο· ὅτι τὸ πλεῖστον τῆς ζωῆς αὐτοῦ κόπος καὶ πόνος· καὶ ὡς ἔπι τὸ πολὺ πᾶσα ψυχὴ εἰς πόνον, καὶ πᾶσα κεφαλὴ εἰς λύπην· ἀδύνατον γὰρ μὴ λυπεῖσθαι ἄνθρωπον, ἢ διὰ τὰ μάταια τοῦ κόσμου, ἢ διὰ τὸν Θεόν· ἀλλὰ τὴν μὲν τοῦ βίου λύπην, διαδέχεται δάκρυον ἀκατάπαυστον· τὴν δὲ κατὰ Θεὸν, εὐφροσύνη καὶ χαρά· ὅπουγε καὶ ἐν τῷ νῦν βίῳ ἀρραβῶνα τῆς τοιαύτης δωρεᾶς λαμβάνοντες, ἀνεκδιήγητον χαρὰν ἔχουσιν οἱ οὕτως λυπούμενοι· καὶ νῦν τὰ σπέρματα ἐν κλαυθμῷ καταβάλλοντες, τοὺς καρποὺς ἐν ἀγαλλιάσει μετὰ τὴν ἔνθεν ἐκδημίαν ἀπολαμβάνουσιν· αὕτη ἐστὶν ἡ ἔντρομος ἀγαλλίασις, ἡ κατὰ τὸν τοῦ Θεοῦ φόβον γινομένη τῇ ψυχῇ. Χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. Τοῦ Χρυσοστόμου. Ἄλλη παραμυθία· καὶ ἐν τοῖς πειρασμοῖς, καὶ μετὰ νηστειῶν αἱ χειροτονίαι· νηστεία τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. διατὶ ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους, οὐδὲ ἐν Σαμαρείᾳ ; ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῆς Ἱερουσαλὴμ καὶ τῶν Ἀποστόλων· καὶ ἐν αὐτῇ δὲ Ἀντιοχείᾳ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας· καὶ μάλιστα οἱ ἐξ ἐθνῶν ὀφείλοντες πολλὰ διδάσκεσθαι. Ἀμμωνίου. Ὄρα ὅτι καὶ οἱ περὶ Παῦλον καὶ Βαρνάβαν έπισκόπων εἶχον ἀξίαν, ἐξ ὧν ἐχειροτόνουν οὐ μόνον διακόνους ἀλλὰ καὶ πρεσβυτέρους· καὶ ὀπίσω δὲ ἐσημειωσάμην, ὅτι μετὰ νηστειῶν καὶ εὐχῶν ἐποίουν οἱ μαθηταὶ τὰς χειροτονίας· σημείωσα δὲ καὶ τοῦτο, ὅτι εἰς Μίλητον ἐχειροτονήθησαν οἱ περὶ Βαρνάβαν καὶ Παῦλον· καὶ ἐξ αὐτῆς ἐξελθόντες, εὐηγγελίσαντο τὰς μέχρι τῆς Πισδίας πόλεις, καὶ ὅσας ἄλλας ὁ λόγος ἐσήμανε τέως· ἄλλο δὲ ἀντίγραφον εὗρον ἔχον ἀντὶ Μιλήτου Ἀντιόχειαν, ὃ καὶ πιθανώτερόν μοι μᾶλλον ἐφάνη. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς τὴν Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀτταλίαν· κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. Τοῦ Χρυσοστόμου. Ἵνα γὰρ μὴ καταπέσῃ τῶν μαθητῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς καὶ διελέχθησαν· καὶ ὅρα πρῶτον εἰς Δέρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ· καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν· θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος, ὅρα ὅτι οὐ πάντα χάριτι ἀλλὰ καὶ ἰδία σπουδὴ διῴκουν. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγελλον ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν, Οὐκ εἰπαν ὅσα ἐποίησαν αὐτοὶ, ἀλλ’ ὅσα ὁ Θεὸς μετ’ αὑτῶν· γ ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν. Καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. Θυρῶν ἄνοιξιν τὴν διδασκαλίαν καλεῖ, ἣν τὰ ἔθνη δι’ αὐτῶν παρεδέξατο, πάλαι βεβυσμένα τῇ πατρίᾳ πλάνῃ καὶ τοῖς δεισιδαιμονίας μαθήμασι τὰ ὦτα ἔχοντα πρὸς πάντα λόγον θεοσεβῆ. Διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Τοῦ Χρυσοστόμου. Μεγάλη γὰρ οὖσα ἡ πόλις ἐδεῖτο τῶν διδασκάλων. Καὶ μετ’ ὀλίγα —Ὄρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη διορθώσεως ἀναγκαίαν τὴν ἀρχὴν εἰσαγομένην· πρὸ τούτου ἐγκαλούμενος ἀπελογίσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθον εἰς τὰ ἔθνη. ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν εἰσαγομένην οὕτως ἵστησι τὸν νόμον· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντας, ἀδιαφόρως διαλέγεσθαι πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων· καὶ οὐκ ἔλεγον περιτομὴν ἁπλῶς, ἀλλ’ ὅτι οὐδὲ σωθῆι δίνασθε· οὗ τοὐναντίον ἦν· ὅτι περιτεμνόμενοι σωθῆναι οὐκ ἠδύναντο· ὅρα συνεχῶς τοὺς πειρασμούς· ἔνδοθεν, ἔξωθεν· καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου παρόντος, ἵν᾿ ἀντείπῃ· καὶ οὐκ εἰπε Παῦλος, τί γάρ ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ’ ἐπείσθη δι’ ἐκείνους. καὶ ὅρα, μανθάνουσι λοιπὸν ἅπαντες τὰ εἰς τὰ ἔθνη γεγενημένα Σαμαρεῖται, καὶ ἔχαιρον. Καὶ μετ’ ὀλίγα —Ἐν μὲν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινὲς, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι, καὶ διὰ τοῦτο κατέβησαν, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι προσηλύτους ἔχειν τοὺς ἐξ ἐθνῶν· καίτοι Παῦλος νομομαθὴς ἦν, ἀλλ’ οὐκ ἔπασχε τοῦτο.