Ancient Greek · ~135 min
ΚΕΦ. ΚΓ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΓ..1
Not analysed yet
Ὄτι οὐ δεῖ περιτέμνεσθαι τοὺς ἐξ ἐθνῶν πιστεύοντας, δόγματι καὶ κρίσει τῶν Αποστόλων. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τοῦ Μωϋσέως, οὐ δυνήσεσθε σωθῆναι. Ἀμμωνίου. “Ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, “δύνασθε σωθῆναι·” σημειωτέον ὅτι ἔθος καλεῖ τὸ ἔννομον πρόσταγμα ἡ γραφή· οὐδὲ γὰρ ἀγράφως, ἀλλ’ ἐγγράφως καὶ τοῦτο εἶπε Μωϋσῆς· ἣ τάχα καὶ διὰ τοῦτο ἐλύθη ἀπὸ τῶν Ἀποστόλων τοῦτο, ὡς ἔθος ὂν καὶ οὐχ ὡς νόμιμον· πλὴν τοῦτο δεῖ καταχρηστικῶς z εἰπεῖν, ὅτι οὐδὲ τὰ τῆς Ἐκκλησίας ἔθη χρὴ παραχαράττειν. Γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς Ἀποστόλους καὶ τοὺς πρεσβυτέρους εἰς Ἱερουσαλὴμ, περὶ τοῦ ζητήματος τούτου. οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς Ἱερουσαλημ, ὑπεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν Ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ’ αὐτῶν. Τοῦ Χρυσοστόμου. Πῶς τοίνυν ἐν τῇ πρὸς “οὐδὲ, ἀνῆλθόν,” φησιν, “εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ “ἐμοῦ Ἀποστόλους, οὐδὲ ἀνεθέμην;” ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον δὲ, οὐ μαθησόμενος παραγέγονεν, ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης· ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ οὐκ ἐδόκει τέως αὐτοῖς ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν οὐκ αὐτός τι εἰσόμενος πλεῖον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται· οὕτως ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου· ἀλλὰ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ Ἀπόστολοι κυροῦν ταῦτα, ἃ αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν εἶχεν ἀκίνητα παρ’ ἑαυτῷ. Καὶ μετ’ ὀλίγα —Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ παρ’ ἐκείνων μαθεῖν, ἀπῆλθεν ὑπὲρ ἐκείνων οὐχ ὑπὲρ ἑαυτοῦ· εἰ δὲ λέγει ὅτι οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν· ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν· καὶ γὰρ ἀμφότερα ἐπισημαίνεται λέγων, “εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵ- “ματι·” οὐκ εἶπεν ἁπλῶς “οὐ προσανεθέμην, ἀλλ’ “εὐθέως.” Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως· Τοῦ Αὐτοῦ. Πολλὴ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων καὶ οὐ πειθομένων τοῖς Ἀποστόλοις· ἀλλ’ ὅρα ἐκείνους πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντίας λέγουσι· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ καὶ πεπηγμένα μᾶλλον· ὅρα οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος· ἀλλ’ ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια ἐπιεικῶς διαλέγονται· καὶ ἅ οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ’ ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν· οὕτως ἐμελέτων τὸ φιλαρκεῖν· καὶ οὐκ εἰδότων τῶν Ἀποστόλων ἐπέμφθησαν· ἀλλ’ ὅμως οὐδὲν τούτων προήνεγκαν· ἀλλ’ ὅτε ἀπέδειξαν, τότε σφόδρα γράφουσι· μέγα γὰρ πανταχοῦ ἡ ἐπιείκεια. Ἀμμωνίου. Οὐχ οἱ ἀπὸ ἐθνῶν πιστοὶ, ἀλλ’ οἱ ἀπὸ ἀπῄτουν τοὺς πιστοὺς περιτέμνεσθαι, καὶ τὰ ἄλλα τοῦ νόμου σαρκικὰ ποιεῖν· οὓς, ὡς ἔτι τὰ τοῦ νόμου τοῦ παλαιοῦ φρονοῦντας, καὶ εἰς ἰδίαν καύχησιν θέλοντας περιτεμεῖν τοὺς πιστοὺς, οὐκ ἀπεδέξαντο οἱ μαθηταί· καίτοι καὶ αὐτοὶ ἐκ περιτομῆς ὄντες· οὐ γὰρ τὸ ἴδιον θέλημα ἐζήτουν στῆσαι, ἀλλὰ τὸ κοινωφελὲς τοῦ κόσμου. σημειωτέον δὲ ὅτι αἱρετικοὶ ἦσαν οἱ Φαρισαῖοι· καὶ ὅτι τὸ τῶν αἱρετικῶν ὄνομα, καὶ πρὸ τῶν Χριστιανῶν, τοῖς οὐκ ὀρθῶς φρονοῦσιν ἐπετίθετο. Συνήχθησαν δὲ οἱ Ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Τοῦ Αὐτοῦ. Πάλιν καὶ ἔνθεν ἐπιστοχάσασθαι, ὅτι ἄλλην τινὰ ἀξίαν ἐπαναβαίνουσαν τοὺς a πρεσβυτέρους εἰχον οἱ Ἀπόστολοι· διὸ οὐ συμπεριέλαβον αὐτοὺς τοῖς πρεσβυτέροις κοινῷ ὀνόματι πάντας σημάναι. Πόλλης δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτοὺς, ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, Τοῦ Χρυσοστόμου. Ὄρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα· ὑμεῖς, φησὶν, ἐπίστασθε· παρῆσαν ἴσως καὶ οἱ καλέσαντες αὐτῷ πάλαι ἐπὶ Κορνηλίου, καὶ εἰσελθόντες μετ’ αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας· “ἀφ’ ἡμερῶν,” φησιν, “ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο. τί ἐστιν ἐν ὑμῖν ; τουτέστιν ἐν Παλαιστίνῃ, ἣ παρόντων ὑμῶν· “διὰ τοῦ στόματός μου·” ὅρα πῶς δείκνυσι δι’ αὐτοῦ τὸν Θεὸν φθεγγόμενον, καὶ οὐδὲν ἀνθρώπινον. “καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρ- “τύρησεν·” ἐπὶ τὴν πνευματικὴν μαρτυρίαν ἄγει αὐτούς. Ἀμμωνίου. Ὅτι τοὺς περὶ δογμάτων λόγους μετὰ ζητήσεως ἐποιοῦντο οἱ πάλαι πιστοὶ, καὶ μετὰ πολλῆς σπουδῆς· καὶ ὅτι τοσοῦτον ἦν αὐτοῖς ὠφεληθῆναι διὰ λόγων, ὅτι οὐκ ἀπώ- κνησαν οἱ ἀπὸ Ἀντιοχείας πέμψαι εἰς Ἱερουσαλὴμ καὶ ἐρωτῆσαι τὸ ἀμφιβαλλόμενον· καίτοι μὴ πρωτοτύπως περὶ θεότητος ἣ τῆς τοῦ Υἱοῦ οἰκονομικῆς σαρκώσεως ἣ περὶ τοῦ Πνεύματος, ἣ Ἀγγέλων ἢ ἀρχῶν, ἣ οὐρανοῦ, ἣ ἄλλου τοιούτου ζητηθέντος· ἀλλὰ περιτομῆς, μέρους ἐλαχίστου τῶν ἀσχημόνων τοῦ σώματος τοῦ ἀνθρώπου· ᾔδεισαν γὰρ ὅτι “ἰῶτα ἓν ἣ μία κεραία τοῦ νόμου” πνευματικῆς ἔγεμεν b ἐμφάσεως· καὶ ἐδειλίασαν οἱ ἐν Ἀντιοχείᾳ μαθηταὶ αὐθεντῆσι· ἀλλὰ τοσοῦτον ἐφρόντιζον καὶ τῶν δοκούντων ψιλῶν εἰναι ζητημάτων, ὅτι δὴ οἱ μὲν ἀπὸ Ἀντιοχείας ἀπέστειλαν Βαρνάβαν καὶ Παῦλον ἐρωτήσοντας τοὺς ἐν Ἱεροσολύμοις· οἱ δὲ ἀπὸ Ἱερουσαλὴμ μαθηταὶ τοὺς περὶ Ἰούδαν καὶ Σίλαν ἔπεμψαν μετὰ τῶν ἰδίων γραμμάτων εἰς Ἀντιόχειαν. Δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· Πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῆ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Τοῦ Χρυσοστόμου. Ἀπὸ τῆς πίστεως μόνης φησὶν, ἄξιοι φανέντες, τῶν αὐτῶν ἔτυχον· ταῦτα καὶ ἐκείνων παιδευτικὰ, ταῦτα καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης καὶ οὐκ ἔργων, οὐδὲ περιτομῆς· οὐ γὰρ δὴ περὶ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον· ἀλλὰ καὶ ἐκείνους παιδεύοντας ἀποστῆναι τοῦ νόμου· ἀλλὰ τέως οὔπω τοῦτο. Ἀμμωνίου. Οὐδεμία, φησὶ, διαφορὰ πιστῶν· εἴτε Ἰουδαῖοι εἰσὶν, εἴτε Ἓλληνες, ὅπου ἡ πίστις καθαρισμὸν ποιεῖ τῶν ἁμαρτιῶν τῶν ἀπὸ τῆς καρδίας ἐξιόντων. οὗτος δὲ ὁ καθαρισμὸς ἔοικε περιτομῇ· καὶ ἀντὶ τῆς ἐν σαρκὶ περιτομῆς δίδοται ἡ ἐν Πνεύματι περιτομὴ, καθαρίζουσα τῇ πίστει τῇ εἰς Χριστὸν τὰ κρυπτά· οὕτω δὲ οὐκ ἦν κοινωφελὴς ἡ σαρκικὴ περιτομὴ, ὅτι μόνῳ τῷ ἄρρενι ἐδόθη· οὐδὲν δὲ τῶν ἀληθινῶν προσώπων συστέλλεται· ἐν γὰρ τῇ ἀληθῇ πίστει οὐκ ἔνι ἄρρεν καὶ θῆλυ· οὐκ ἔνι Ἕλλην ἣ βάρβαρος· ἀλλὰ πάντες ἕν ἐσμεν. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, Τοῦ Χρυσοστόμου. Τί ἐστι “τί πειράζετε τὸν Θεὸν,” ὡς οὐκ ἰσχύοντα, φησὶ, σῶσαι τῇ πίστει ; τουτέστι, τι ἀπιστεῖτε τῷ Θεῷ ; ἄρα ἀπιστίας ἐστὶ τὸν νόμον εἰσφέρειν· εἶτα δείκνυσι καὶ τοὺς οὐδὲν ὠφελουμένους, καὶ τὸ πᾶν ἐπὶ τὸν νόμον στρέφει, οὐκ ἐπ’ αὐτοὺς, καὶ τὴν κατηγορίαν ὑποτέμνεται· Κυρίλλου. Καὶ γοῦν ὅτι τὲ εἰ φορτικὸς καὶ δύσοιστος ὁ νόμος, διωμολογήκασιν ἀληθῶς οἱ θεσπέσιοι μαθηταὶ, ταῖς τινῶν ἀμαθίαις ἐπιπλήττοντες· ἔφασκον γάρ, “νῦν οὖν τί πειράζετε” —καὶ ἑξῆς. Τοῦ αὐτοῦ. Φορτικὸς c μὲν γὰρ ὁμολογουμένως ὁ νόμος ἐξ Ἰσραήλ· ὡμολόγουν δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταί· καὶ αὐτὸς δὲ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ Σωτῆρ’ προσφωνῶν καὶ λέγων· “δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ “ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ “ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε “ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· κοπιῶντας δὲ καὶ πεφορτισμένους τοὺς ὑπὸ νόμον εἶναι φησίν, ἑαυτὸν δὲ πρᾶον ὠνόμαζεν, ὡς οὐκ ἔχοντος τοῦτο του νόμου. Ἀμμωνίου. Οὐκοῦν εἰ ζυγὸς ὁ νόμος, δεῖ τῷ προφήτῃ πειθαρχεῖν λέγοντι “ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν· τὰ σαρκὰ τοῦ νόμου λέγων ἡμᾶς ἀποσείσασθαι, τουτέστι τοῦ φυλάττειν τὸν νόμον Μωϋσέως, ὅπερ ἦν δυσχερέστατον· δύναμις γὰρ ὑπάρχει τῆς ἁμαρτίας, καθά φησιν ὁ θεσπέσιος Παῦλος· λέγει γὰρ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “τὸ γὰρ κέντρον τοῦ θανά- “του ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·” καὶ τοῦτο τὸ χωρίον ἐξηγούμενος ὁ ἁγιώτατος Ἰωάννης ὁ Κωνσταντίνου ἐπίσκοπος οὕτω φησί· “πῶς δύναμις τῆς ἁμαρτίας ὁ “νόμος;” ὅτι μὲν γὰρ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, καὶ χαλεπωτέραν καὶ ἐν αὐτῇ τὴν ἰσχὺν οὕτως ἔχει, δῆλον· πῶς δὲ καὶ ταύτης δύναμις ὁ νόμος; ὅτι χωρὶς αὐτοῦ ἀσθένης ἦν, πραττομένη μὲν, οὐ δυναμένη δὲ οὕτως καταδικάσαι· τὸ μὲν γὰρ κακὸν ἐγίνετο· σαφῶς δὲ οὐκ ἐδείκνυτο οὕτως· ὥστε οὐ μικρὸν εἰσήνεγκεν ὁ νόμος τὸ καὶ γνωρίσαι τὴν ἁμαρτίαν μᾶλλον, καὶ ἐπιτεῖναι τὴν κόλασιν· εἰ δὲ βουλόμενος κωλῦσαι, χαλεπωτέραν ἐποίησεν, οὐ παρὰ τὸν ἰατρὸν τὸ ἔγκλημα, ἀλλὰ παρὰ τὸν κακῶς τῷ φαρμάκῳ χρησάμενον· ἐπεὶ καὶ ἡ παρουσία τοῦ Χριστοῦ μᾶλλον ἐβάρησε τοὺς Ἰουδαίους· ἀλλ’ οὐ διὰ τοῦτο αὐτῇ ἐγκαλέσομεν· ἀλλὰ ταύτην μὲν καὶ θαυμασόμεθα· ἐκείνους δὲ καὶ μειζόνως μισήσομεν, βλαβέντας δι’ ὧν ὠφελεῖσθαι ἔδεν ὅτι γὰρ οὐχ ὁ νόμος οὗτος τὴν ἁμαρτίαν ἐδυνάμωσεν, ὁ Χριστὸς αὐτὸν ἐπλήρωσεν ἅπαντα, καὶ ἁμαρτίας ἐκτὸς ἢν. Ον οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ πιστεύομεν σωθῆναι, καθ’ ὃν τρόπον κἀκεῖνοι. ἐσίγηε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι’ αὐτῶν. Τοῦ Χρυσοστόμου. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥή- ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε; ταῦτα καὶ οὗτος· “εἰ γὰρ Ἀβραὰμ,” φησὶ, “ἐξ ἔργων ἐδικαι- “ὠθῇ, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν.” ὁρᾶς ὅτι ταύτων μᾶλλόν ἐστι παιδευτικὰ ἣ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν· ἀλλ’ εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ὕποπτος ἦν· ἀρχὴν δὲ λαβόμενος ἀδεῶς φθέγγεται· ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν κατ’ αὐτῶν γινόμενα· εἰ μὴ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἃν ταῦτα ἐλέχθη, οὐδὲ τὰ μετὰ ταῦτα· ἀλλὰ καὶ εἰ ἤθελον προσάγεσθαι τὰ ἔθνη, μανθάνουσιν ὅτι οὐδὲ αὐτοὺς δεῖ πᾶν ὁρᾶν. Ἀμμωνίου. Σημειωτέον ὅτι τὰ δυσκατόρθωτά ἐπιτάγμτα τῆς σαρκὸς οὐ δεῖ ἐπικλᾶν τισίν· οἷον ἄκραν νηστείαν ἣ γυμνότητα, ἣ σιωπήν· εἰ μὴ γέ τις ταῦτα ἑαυτῷ ἐπιτάξει· εἰ γὰρ καὶ δυσχερῆ, ἀλλὰ μὴν οὐκ ἀκατορ́θωτα, ἀλλὰ καὶ γενόμενα ὑπὸ πολλῶν καὶ γινόμενα· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι· ὅμοιον τοῦ “χάριτι ἐστὲ σεσωσμένοι· ὥστε οὐν πάλαι μὲν οἱ νόμοι τοὺς πάντα διαφυλάττοντας τὰ εἰρημένα τῷ νόμῳ ἔσωζε, νῦν δὲ ἡ χάρις τοῦ Κυρίου, καὶ δίχα τῆς τοῦ νόμου παραφυλακῆς, διὰ τῆς πίστεως σώζει. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος, λέγων, Τοῦ Χρυσοστόμου. Ἐπίσκοπος ἦν καθά φησιν ὕστερος λέγει· “καὶ τὸ ἐπὶ στόματος δύο ἣ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα πληροῦται· ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων ἀπό τε παλαιῶν βεβαιούμενον τῶν προφητῶν τὸν λόγον· οὐ γὰρ εἰχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος ἣ Παῦλος· καὶ καλῶς οἰκονομεῖται δι’ ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐγχρονίζειν τοῖς Ἱεροσολύμοις· τοῦτον δὲ τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματοσ τῆσ πρὸσ Κορινθίουσ ἐπιστολῆσ εἰσ τὸ ῥητοὴ τὸ φάσκον. “ἔπειτα ὄφθη Ἰα- “ΚΩΒΩΙ.” Ἐμοὶ δοκεῖ τῷ ἀδελφῷ τῷ ἑαυτοῦ· αὐτὸς γὰρ αὐτὸν λέγεται κεχειροτονηκέναι, καὶ ἐπίσκοπον ἐν Ἱεροσολύμοις πεποιηκεναι πρῶτον. Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο, καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ· καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, Συμεὼν ὁ ἐν τῷ Λουκᾷ προφητεύσας· “νῦν ἀπολύεις τὸν δοῦ- “λόν σου, δέσποτα.” Τοῦ Χρυσοστόμου. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς καὶ τελειστέρα αὕτη ἡ δημηγορία, ὅπουγε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασιν. Καθὼς γέγραπται, μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν· ὅπως ἃν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, Εἶτα ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν· τὸ δὲ ἀξίοπιστον οὐκ εἶχε, διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, "καθὼς γέγραπται,” φησὶ, “μετὰ ταῦτα ἀναστρέψω “καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν,” καὶ τὰ ἑξῆς· τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα· ἀλλ’ οὐχὶ κατεστράφη μᾶλλον; ποίαν λέγει ἔγερσιν; τὴν μετὰ Βαβυλῶνα· τί δέ ἐστι “καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο· σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο· οὗτος δὲ ἡμερώτερον· οὕτω γὰρ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων b φαίνεσθαι· “λαβὼν δὲ ἐξ ἐθνῶν,” φησὶ, “λαὸν τῷ ὀνό- ‘ματι αὐτοῦ οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ τουτέστι τῇ δόξῃ αὐτοῦ οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν, ἀλλὰ καὶ μείζων ἔσται ἡ δόξα· ἐνταῦθα τί μέγα αἰνίττεται· ὅτι πρὸ πάντων οὗτοι· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, νῦν ἡ βασιλεία τοῦ Δαβὶδ ἕστηκε τοῦ ἐκγόνου αὐτοῦ, βασιλεύρντος πανταχοῦ· τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων ; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι ; καὶ τοῦ Δαβὶδ λαμπρότερον γέγονε· νῦν πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· τοῦτο ἐξέβη, οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ; διὰ τὸ ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον· εἰ τοίνυν διὰ τοῦτο ἀνέστη ἡ πόλις, διὰ τῶν ἐξ αὐτῶν δείκνυσιν, ὅτι τῆς οἰκοδομίας τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι· τινὲς δέ εἰσιν οἱ κατάλοιποι ; οἱ ὑπολειπόμενοι τότε· ἀλλ’ ὅρα αὐτῶν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα· λέγει Κύριος ὁ ποιῶν πάντα ταῦτα· οὐ λέγει, ἀλλὰ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἦν· ἄλλο δὲ ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον ὁ Πέτρος ἔλεγεν, “εἰ “δεῖ αὐτοὺς περιτέμνεσθαι.” Τοῦ Χρυσοστόμου. Πεπτώκει γὰρ ὄντως πτῶμα ἀνίατον, καὶ τῆς κραταιᾶς ἐκείνης δεόμενον χειρός· καὶ οὐκ ἦν ἑτέρως ἀναστῆναι τὴν φύσιν τὴν ἡμετέραν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτὴν χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τὴν δι’ ὕδατος ἀναγέννησιν καὶ Πνεύματος. Κυρίλλου. Σκηνὴν Δαβὶδ τὸ τῶν Ἰουδαίων σημαίνει γένος. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ίας ἀνέντος τὸν Ἰσραὴν, κατῆλθον πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ᾠκοδόμησαν τὸν θεῖον ναὸν, τειχίσαντες τὰς ἠρημωμένας πόλεις, ᾤκουν ἐν αὐταῖς ἀσφαλῶς κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, τουτέστιν εἰς ἡμέρας πολλὰς καὶ χρόνους μακρούς· δεῖγμά τε καὶ πληροφορία γεγόνασι τοῖς ἄλλοις ἔθνεσι, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς τὸν Θεόν. Καὶ μετ’ ὀλίγα —Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἃν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. εἰ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις κατὰ τὰς γραφὰς, συνεγηγέρμεθα γὰρ αὐτῷ· καὶ κατέ- σκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ. Καὶ πάντα τὰ ἔθνη, ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς· λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Τοῦ Χρυσοστόμου. “Γνωστὰ ἀπ’ αἰῶνός ἐστι τῶ “τὰ ἔργα αὐτοῦ·” εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου· ὅτι οὐδὲν καινὸν, ἀλλ’ ἐξ ἀρχῆς ταῦτα προτετύπωτο· καὶ ἀξίωμα πάλιν, “διὸ ἐγὼ “κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, καὶ τὰ ἑξῆς. Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν. Ὁ σταυρωθεὶς οὖν ἦν ὁ λέγων ταῦτα ἐν Ἠσαΐᾳ· “αὐτοῦ γὰρ “τὸ ὄνομα ἐπικέκληται πάντα τὰ ἔθνη·” Χριστιανοὶ γὰρ προσα- γορεύονται. Τοῦ Χρυσοστόμου. τουτέστι μὴ ἀνατρέπειν· εἰ γὰρ ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν· Καὶ πάλιν —“Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι,” φησί· καὶ καλῶς φησὶ μετ’ ἐξουσίας τὸ “ἐγὼ κρίνω· διὰ τοῦτό φησι καλὸν εἶναι· διατί οὖν μὴ καὶ Ἰουδαίοις ταῦτα ἐπεστέλλομεν ; Μωϋσῆς αὐτοῖς διαλέγεται· ὅρα πόση ἡ συγκατάβασις· ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτὸν διδάσκαλον, καὶ ἐχαρίστατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ· κατὰ ταῦτα καὶ ἀπαγαγὼν ἐξ ἐθνῶν· ὅρα σύνεσιν· δι’ ὧν ἔδοξεν αὐτὸν τιμᾶν καὶ ἐφιστᾶν αὐτοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἐξ αὐτοῦ· μανθάνουσι νοῦσι διὰ τὴν τούτων ἀτοπίαν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν, ἀλλ’ ὡς ἐχόντων τὸν λέγοντα. Ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος. Τοῦ αὐτοῦ. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, φυλάττεσθαι· ἐπειδὴ μεγάλα εἰργάζοντο κακὰ, τούτων μάλιστα αὐτοὺς ἔπαυσεν· οἰκονομικῶς καὶ ἡ ἀντιλογία· ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ᾖ τὸ δόγμα. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Διδύμου. Εἰ καὶ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ κατὰ σάββατον ἐν μόναις ταῖς συναγωγαῖς ἀνεγινώσκετο Μωϋσῆς, ἀλλ’ οὖν μετὰ τὴν ἐπιδημίαν ἐν ταῖς ἐκκλησίαις τοῦ Χριστοῦ οὐ κωλύεται ἀναγινώσκεσθαι· καὶ ὅρα εἰ δυνατὸν τοῦτο γενέσθαι ἐκ τοῦ, “ἄχρι γὰρ σήμερον ἡνίκα ἃν ἀναγινώσκηται Μωϋσῆς·” ἀλλὰ κα τὸ πρόσεχε τῇ ἀναγνώσει, οὐ πέρι μόνων τῶν τῆς καινῆς βιβλίων λέγεται· ὥσπερ οὐδὲ τὸ “πᾶσα γραφὴ θεόπνευστος καὶ “ὠφέλιμος·” εἰ γὰρ μὴ ἀνεγινώσκετο τὰ παλαιὰ γράμματα ἐν ταῖς ἐκκλησίαις, οὐκ ἀκρίτως Γαλάταις ἐπεστέλλετο, τὸ “λέγετέ μοι οἱ “ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;” καὶ τὰ ἑξῆς. Τότε ἔδοξε τοῖς Ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλη τῆ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαβὰν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς· γράψαντες διὰ ’χε ἱρὸς αὐτῶν τάδε, Τοῦ Χρυσοστόμου. Ὁρᾶς αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθετοῦντας· καὶ ὅρα ὥστε ἀξιοπιστότερον γενέσθαι, πέμπουσι τοὺς παρ’ αὐτῶν, ἵν ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον· καὶ ὅρα πῶς φορτικοὺς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ, τῆς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Τοῦ αύτοῦ. Ἀρκοῦσα αὕτη κατηγορία κατὰ τῆς καὶ ἀξία τῆς τῶν Ἀποστόλων ἐπιεικείας, οὐδὲν παρ’ ἑτέρων εἰρηκότων. Καὶ μετ’ ὀλίγα —Ὄρα οὐδὲν φορτικώτερον κατ’ ἐκείνων λέγοντας, ἀλλ’ εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει· οὐκ εἶπον ὅτι οἱ ἀπατεῶνες, καὶ ὅσα τοιαῦτα. καίτοι, ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος· ὡς ὅταν λέγῃ· “ὢ πλήρης παντὸς “δόλου·” ἐνταῦθα δὲ κατορθωθέντος οὐκέτι χρεία ἦν. Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, Τοῦ αὐτοῦ. Εἰτα ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν. Ἀμμωνίου. Σημειωτέον ὅτι οὔτε Ἰάκωβος οὔτε Πέτρος ἐτόλμησαν, καίτοι κρίναντες αὐτὸ καλὸν εἶναι, δίχα πάσης τῆς ἐκκλησίας δογματίσαι τὰ περὶ τῆς περιτομῆς· ὅπου τὲ οὔτε πάντες ηὐθέντησαν, εἰ μὴ ἐπείσθησαν ὅτι τοῦτο δοκεῖ καὶ τῷ Ἁγίῳ Πνεύματι· οὗ καὶ προέταξαν τὴν αὐθεντείαν ἐν τῇ ἐπιστολῇ εἰπόντες· “ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώ- “ποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυ- “ρίου·” τηλικοῦτοι ἦσαν οὗτοι, ὅτι ἐμαρτυρήθησαν ὑπὸ τῶν μαθητῶν μεγάλοι εἶναι. Ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦ χρυσοστόμου. Ἵνα μὴ δόξῃ διαβολῆς εἶναι Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα ἐγκώμια αὐτῶν· “ἀνθρώ- “ποισ,” φησι, “παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνό- “μάτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Τοῦ Χρυσοστόμου. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον· ἵνα μὴ λέγωσιν ὅτι συνήρπασαν, ὅτι ἄλλο ἀντ’ ἄλλου εἶπον· τὸ ἐγκώμιον τὸ περὶ Παύλου ἐνέφραξεν αὐτῶν τὰ στόματα. Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, Τοῦ αὐτοῦ. ταῦτα γὰρ ἡ καινὴ οὐ διετάττετο· οὐδαμοῦ περὶ τούτων διελέχθη ὁ Χριστὸς, ἀλλ’ ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι· καὶ πνικτῶν, φησὶν, ἐνταῦθα τὸν φόνον ἀπείργει. Τοῦ αὐτοῦ. Καίτοι ἤρκει εἰπεῖν “τῷ Ἁγίῳ Πνεύματι·” τὸ μὲν “τῷ Ἁγίῳ Πνεύματι,” ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ ἡμῖν, ἵνα διδαχθῶσιν ὅτι καὶ αὐτοὶ ἀποδέχονται καὶ ἐν περιτομῇ ὄντες. Κυρίλλου ἐκ τοῦ β΄ τεύκουσ τῶν κατὰ Ἰουλιανοῦ. Πῶς γὰρ οὐκ ἀληθὲς εἰπεῖν, ὅτι τὸ χρῆναι λοιπὸν τῆς τοῦ νόμου σκιᾶς ὀλιγωρεῖν ἐκέλευσε τοῖς διὰ τῆς πίστεως κεκλημένοις εἰς ἀλήθειαν· ἃ γὰρ ἦν εἰκὸς ἀποπεραίνειν δύνασθαι τοὺς ἔτι νηπίους, διὰ τῆς τῶν Ἀποστόλων ἐθεσμοθέτει φωνῆς· φάσκοντες δὲ τὸ “μηδὲν πλέον “ἐπιτιθέναι ὑμῖν βάρος,” ἐδίδασκον ἐναργῶς, ὡς ὄντα διαβριθῆ τὸν νόμον καὶ δυσδιακόμιστον παντελῶς, καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ οὐκ ἃν ἐπιθεῖεν αὐτοί· ἐδόκει δὴ οὖν τῷ Πνεύματι, φυλάττεσθαι παρ’ αὐτῶν ἥκιστα μὲν τὸν νόμον, τὰ δὲ οἰστὰ καὶ εὐδιακόμιστα πειρᾶσθαι πληροῦν, τοὺς ὑπὲρ τῶν ἔτι μειζόνων ἱδρῶτας οὔπω διενεγκεῖν ἰσχύοντας ὀκλάζοντι νῶ, ἄρτι τὲ καὶ μόλις ἀδρυνομένῳ πρὸς τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν. Σευήρου. “Ἔδοξε τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” μηδέν σε, φησὶν, ὁ αἱρετικὸς, ἀδελφὲ, ξενίσῃ τῶν εἰρημένων· ὡς ἀδελφόν σε καλεῖ, καὶ ὡς πολέμιον ἀναιρεῖ· μὴ θαυμάσῃς, φησιν, εἰ ὑπὲρ τοῦ Ἁγίου Πνεύματος εἰπον οἱ Ἀπόστολοι· ὅταν ταῦτα λέγῃ, ἀπὸ τῆς γραφῆς τὰ βέλη προσφέρομεν· τί οὖν ἔστι πρὸς αὐτοὺς εἰπεῖν ; εἰ τὸ συνῆφθαι τοὺς Ἀποστόλους τῷ Ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν δόξαν· οὐκοῦν τὸ συνῆφθαι Μωσῆν τῷ Θεῷ ἐλαττοῖ τοῦ Θεοῦ τὴν δόξαν ; λέγει γὰρ ἡ γραφή· “ἐπίστευσεν ὁ “λαὸς εἰς τὸν Θεὸν καὶ εἰς Μωσῆν” ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν Ἀποστόλων, ὑβρίζει καὶ τὸν Θεὸν, καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γὰρ, “καὶ ἐφοβήθη “πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ·” πάλιν καὶ τρίτον ἄλλο προσενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας· εἰ ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν καὶ τὴν θεικὴν αὐθεντίαν, τὸ συνῆφθαι τῶ Πνεύματι τοὺς Ἀποστόλους, ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν Γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· “ἐβόησε γὰρ ἅπας ὁ λαὸς, “πόλεμος τῷ Κυρίῳ καὶ τῷ Γεδεών·” ὥσπερ οὖν συνῆπται Μωυσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ’ ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ, οὐχ ὡς ὁμίτιμος, ἀλλ’ ὡς στρατηγὸς τοῦ πολέμου· οὕτως καὶ οἱ Ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ εὐαγγελίου. γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν. Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. ἔρρωσθε. Τοῦ Χρυσοστόμου. Δείκνυσιν ὅτι τὰ ἄλλα “ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε·” δεικνύει ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ’ ἀρκεῖ τοῦτο· ἠδύναντο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ’ ὥστε νόμον εἶναι ἔγγραφον· πάλιν ὥστε πεισθῆναι τῷ νόμῳ καὶ ἐκεῖνοι ἔλεγον, καὶ μετ’ εἰρήνης. Τοῦ αὐτοῦ. “Πλὴν τῶν ἐπάναγκες ἀπέχεσθαι·” ταῦτα ἀπαγορεύσαντες ποιεῖν τὰ ἔθνη, τὰ λοιπὰ αὐτοῖς συνεχώ- ρησαν· ἔστι δὲ ταῦτα· “ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ “πνικτοῦ, καὶ πορνείας.” Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν· Τοῦ αὐτοῦ. Ὄρα βραχεῖαν ἐπιστολὴν, οὐδὲν οὐδὲ κατασκευὰς οὐδὲ λογισμοὺς, ἀλλ’ ἐπίταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῆ παρακλήσει. Τοῦ αὐτοῦ. Εἶτα κἀκεῖνοι αὐτοὺς παρεκάλουν αὐτούς· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· οὕτως ἀπῆλθον μετ’ εἰρήνης. Ἰούδας τὲ καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ἀμμωνίου. Ἴδου καὶ οὗτοι προφῆται ἦσαν· σημειωτέον ὅτι καὶ ἡ νέα διδασκαλία ἔσχε προφήτας πολλοὺς, οὐ μόνον ἡ παλαιὰ γραφή. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Οὐκέτι στάσεις καὶ μάχαι. Παῦλος δὲ λοιπὸν ἐδίδασκεν· οὐδεὶς τῦφος ἦν ἐν τῇ ἐκκλησίᾳ· μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, οὐκ ἐπιπηδᾶ πολλὴ ἡ εὐταξία οὐδὲν ὁ Ἰωάννης ἐνταῦθα οὐδὲ οἱ λοιποὶ Ἀπόστολοι, ἀλλὰ σιγῶσιν· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. *Ἀντίρρησις Παύλου πρὸς Βαρνάβαν περὶ Μάρκου. Μετὰ δέ τινας ἡμέρας εἶπε πρὸς Βαρνάβαν ὁ Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς τοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς ἐκηρύξαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ Ἰωάννην τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξιοῦτο, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαμβάνειν τοῦτον. Τοῦτο γὰρ ζωή· τοῦτο παράκλησις· τοῦτο παραμυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν μαθητευομένων· οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχομένους. Σευήρου ἀρχιεπισκόπου Ἀντιοκείασ Ἀντιοχείασ πρὸς Ἀναστάσιον ὕπατον ἐπιστολῆσ. Εἰ τοῖς Ἀποστόλοις οὕτως ἀναγκαῖον κατεφαίνετο τὸ ἐπιστρέφειν, καὶ τὰς αὐτὰς περινοστεῖν πόλεις πολλάκις, ἐν αἶς τὸν τοῦ Εὐαγγελίου λόγον κατήγγελλον, καὶ ἐπι- (??)σκέπτεσθαι τοὺς πεπιστευκότας, καὶ ἀνακρίνειν πὼς ἔχουσι, ποιαν ἕξομεν ἡμεῖς πρὸς Θεὸν ἀπολογίαν, μηδὲ διὰ γραμμάτων πληροῦντες ὅπερ ἐπλήρουν ἐκεῖνοι, μετὰ πολλοῦ πόνου βαδίζοντες τοῖς ἰδίοις ποσὶ, καὶ αὐτομολοῦντες πρὸς τοὺς χρείαν ἔχοντας· καὶ τὰ πρὸς σωτηρίαν λυσιτελοῦντα διδάσκοντες ; Ἀμμωνίου. Σημειωτέον ὅτι ἔργον τῶν ἡγουμένων τοὺς ὑπ’ αὐτῶν φωτισθέντας· μήπως ἄρα οὐχ ὑγιαίνουσι τῇ πίστει, ἀλλὰ χωλεύουσι· καὶ δεῖ αὐτοὺς διορθωθῆναι. Τοῦ Χρυσοστόμου. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν ἔχοντα κατηγορεῖν μετὰ ταῦτα· τοῦτο καὶ ἐπὶ Θεοῦ γίνεται καὶ τῶν ἀνθρώπων· ὁ μὲν ἀξιοῖ, ὁ δὲ ὀργίζεται· οἷον ὡς ὅταν λέγῃ, “ὅτι ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς·” καὶ πάλιν· “ἄφες “με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον·” καὶ ὁ Σαμουὴλ ὅταν πενθῇ τὸν Σαοὺλ, οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκέτι· τοῦτο καὶ ἐφ’ ἡμῶν γίνεται· καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Καὶ μετ’ ὀλίγα —Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο σκευο- φόρον ἔχειν ἀεὶ βάναυσον, οὕτω δὲ καὶ ὁ Ἀπόστολος· καὶ τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευσε, καὶ αὐτὸν ἐρρύθμιζεν c ἐκεῖνον. Ἐγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, Τοῦ Χρυσοστόμου. Μήτινα τὰ προλαβόντα θορυβείτω· “ἠμέρᾳ ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν” μηδεὶς παραταττέτω· μηδεὶς λεγέτω· ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ μικροψυχίαν εἶναι. μὴ γὰρ ἐπελαθόμεθα ὅτι ἄνθρωποι ἔσμεν· καὶ πολλάκις καὶ ἄκοντες πταίομεν· ἔχεις εἰκόνα δυναμένην παραμυθήσασθαι· οὐ τοὺς ἁγίους ὑβρίζω· μὴ γένοιτο· ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύων· ἐγένετο μεταξὺ Παύλου καὶ Βαρνάβα μικροψυχία· οὐ τοῦ μὲν ἑνὸς μέρους δικαιοσύνην τιμῶντος, τοῦ δὲ ἑτέρου ἀδικίαν, ἀλλ’ ἑκάστου μέρους σκοπῷ εὐσεβείας δουλεύοντος· ἡ δὲ αἰτία τῆς μικροψυχίας ἐστὶν αὕτη. Μάρκος τις ἦν συνοδοιπορῶν αὐτοῖς πρὸς τὸν εὐαγγελικὸν δρόμον ἀπὸ Παλαιστήνης μέχρι Πέργης τῆς Παμφυλίας· εἰτα τῶν Ἀποστόλων εὐτόνῳ κεχρημένων δρόμῳ, καὶ ἀκαμπεῖ τῇ ψυχῇ πρὸς τοὺς ἀγῶνας ὁπλιζομένων, Μάρκος ὡς ἄνθρωπος ναρκήσας, καὶ μὴ εὐτονῶν πρὸς τὸν δρόμον τὸν τοσοῦτον, καὶ πρὸς τοὺς ἐν ἑκάστῃ πόλει ἀνακύπτοντας ἀγῶνας καὶ κινδύνους καὶ μάχας ἀποταξάμενος τῷ δρομ́ῳ τῶν Ἀποστόλων, ἐπανῆλθεν εἰς τὴν Παλαιστίνην· ἦν οὖν οὐ Χριστὸν ἀρνησάμενος, ἀλλὰ τὸν δρόμον τὸν πολὺν ὡς βαρὺν παραιτησάμενος· ἐπανῆλθε πάλιν Παῦλος καὶ Βαρνάβας καρποὺς εὐσεβείας γέμοντες, καὶ τῷ δρόμῳ τῆς εὐσεβείας στεφανούμενοι, καὶ εὐαγγελιζόμενοι τὴν ἐν Ἱεροσολύμοις ἐκκλησίαν. τῶν ἐθνῶν οὖν πάντων ἐπαινούντων τὸν Παῦλον καὶ τὸν Βαρνάβαν ἐπὶ τοῖς κατορθώμασιν, ὁ Μάρκος λυπηθεὶς ἐπλήγει τὴν ψυχήν· κατὰ τὸν λόγον τοῦτον ἐνενόησεν ἴσως πρὸς ἑαυτὸν, τοῦτο λέγων· ὅτι εἰ ἤμην κοινωνὸς τῶν πόνων, ἐγενόμην ἄρτι κοινωνὸς καὶ τῶν ἐπαίνων· πολλοὶ γὰρ πολλάκις αὐτὰς τὰς ἀρετὰς διὰ τὸν πόνον φυγόντες, διὰ τὰς ἐξ αὐτῶν εὐφημίας αἱροῦνται πονεῖν· τί οὖν ; μεταμεληθεὶς ὁ Μάρκος ἐβουλεύσατο ἐπανιοῦσιν αὐτοῖς τοῖς Ἀποστόλοις συνδραμεῖν· ὁ οὖν Βαρνάβας μετανοήσαντα αὐτὸν ἐδέξατο· ὁ δὲ Παῦλος ἐφιλονείκει καὶ ἔλεγε, “τὸν μὴ “συνελθόντα ἡμῖν εἰς τὸ ἔργον Κυρίου οὐ δεῖ συμπαραλαμβάνειν· ἦν οὖν στάσις, οὐκ ἀδικίας, ἄλλα δικαιοσύνης καὶ μικροψυχίας καὶ φιλανθρωπίας· ὁ Παῦλος ἐζήτει τὸ δίκαιον, ὁ Βαρνάβας τὸ φιλάνθρωπον. στασιάζοντες οὖν τὰς γνώμας, εἰ καὶ συνεφώνουν τῇ εὐσεβείᾳ, εἰς τοσοῦτον ἦλθον παροξυσμὸν, ὡς καὶ χωρισθῆναι ἀπ’ ἀλλήλων· οὕτω γέγραπται· διέστησαν δὲ οὐ πίστει, οὐδὲ διαθέσει, ἀλλὰ ἀνθρωπίνῃ μικροψυχίᾳ· ἐγένετο δὲ οἰκονομία· ὡς γὰρ διέστησαν, ὁ Βαρνάβας τὸν Μάρκον παραλαβὼν ἐξῆλθεν εἰς τὸν οἰκεῖον δρόμον· ὠφέλησε δὲ τὸν Μάρκον ἡ Παύλου ἀκρίβεια· ὡς γὰρ εἶδεν ἑαυτὸν οὕτως ἐκβληθέντα διὰ τὴν ῥαθυμίαν, ἐσπούδαζε καὶ τῇ προθυμίᾳ τῷ δευτέρῳ δρόμῳ καλύψαι τὴν προτέραν νωχελίαν· συνῆν τοίνυν ὁ Μάρκος τῷ Βαρνάβᾳ σπουδάζων καὶ τρέχων· ὁ Παῦλος ἐν ταῖς Ἐκκλησίαις παρήγγειλε μὴ δεχθῆναι τὸν Μάρκον· οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα σπουδαιότερον ποιήσῃ· ὡς δὲ εἰδεν ὁ ἅγιος Παῦλος προσλαβόντα τῇ σπουδῇ τὸν Μάρκον· καὶ ἀπολογησάμενον διὰ τῶν δευτέρων, ἄρχεται αὐτὸν παρατίθεσθαι· καὶ τί φησιν; “ἀσπάζεται ὑμᾶς Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα· περὶ “οὗ ἐλάβετε ἐντολὰς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθαι αὐτόν· καὶ νῦν παραμυθείσθω τὰ ἀρχαῖα τὴν νέαν ὑπόθεσιν· εἰ γὰρ τότε μεταξὺ Παύλου καὶ Βαρνάβα ἐγένετο μικροψυχία, τι θαυμαστὸν εἰ με- ταξὺ ἡμῶν; Τοῦ Χρυσοστόμου. Δοκεῖ μὲν εἶναί τις παροξυσμός· πὰν οἰκονομία ἐστιν, ὥστε τοὺς προσήκοντας ἕκαστον τόπους απολαβεῖν· καὶ ἔδει οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι· καὶ τοῦτο οἰκονομικόν· Κύπριοι μὲν γὰρ οὐδὲν τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ καὶ οἱ λοιποί· καὶ ἐκείνου μᾶλλον ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Καὶ ἐν τοῖς προφήταις τοῦτο εὑρίσκομεν, διαφόρους γνώμας καὶ διά. φόρα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, Μωυσῆς πρᾷος· οὕτω δὴ καὶ ἐνταῦθα σφοδρότερός ἐστιν ὁ Παῦλος· καὶ ὅρα καὶ οὕτω τὸ ἐπιεικές· ἠξίου, φησὶ, τὸν ἀποστάντα, καὶ τὰ ἑξῆς. Καὶ μετ’ Λαμβάνουσιν ἑαυτοὺς, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ’ αὐτῶν διδασκαλίας. Καὶ μετ’ ὀλίγα—πρῶτον μὲν οὖν οὐδὲν κακὸν γέγονεν, εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες ἀπεσχίσθησαν ἀπ’ ἀλλήλων· ἀλλὰ καὶ μέγα ἀγαθὸν, ἄλλως μηδὲ τοῦτο κρύψαντα. Καὶ μετ’ ὀλίγα—Τίς μὲν οὖν ἀμείνον’ ἐβουλεύσατο, οὐχ ἡμῶν ἀποφήνασθαι· τέως δὲ ὅτι μεγάλη γέγονεν οἰκονομία· εἴγε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι δὲ οὐδὲ ἅπαξ. Καὶ μετ’ ὀλίγα —Τί οὖν ; ἐχθροὶ ἀνεχώρησαν ; μὴ γένοιτο· ὁρᾶς γὰρ πανταχοῦ μετὰ τοῦτο Βαρνάβαν πολλῶν ἐγκωμίων ἀπολαύοντα παρὰ Παύλου ἐν ταῖς ἐπιστολαῖς. “παροξυσμός,” φησιν, “ἐγένετο·” οὐκ ἔχθρα οὐδὲ φιλονεικία· τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς ὥστε χωρίσαι· καὶ εἰκότως· ὅπερ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προήκατο διὰ τὴν πρὸς ἐκεῖνον κοινωνίαν. ἐμοὶ δοκεῖ κατὰ συναίνεσιν γεγενῆσθαι ὁ χωρισμὸς, καὶ πρὸς ἀλλήλους εἰεῖν· ὅτι ἐπειδὴ ἐγὼ βούλομαι, σὺ δὲ οὐ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους· ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν· ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο ἀνεχώρησεν. εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι. Σευήρου ἀρχιεπισκόπου Ἀντιοκείασ ἐκ τῆσ πρὸσ τοὺσ έπισκόπουσ έπιστολῆσ. Ταῦτα γέγραπται πρὸς ἵν μὴ καταπίπτωμεν, οὐ δὲ γὰρ ἔνεστιν ἀνθρώπους ὄντας μὴ παροξύνεσθαι· παροξυνθέντας δὲ χρὴ μεταβάλλεσθαι. Εξ ἀνεπιγράφου. Ὀ παροξυσμὸς τῶν Ἀποστόλων οὐ μάχης ἕνεκεν ἀλλ’ οἰκονομίας γέγονεν· ἐπειδὴ γὰρ ὁ Παῦλος ἔμελλεν συνέκδημον λαμβάνειν τὸν Τιμόθεον, εἰκότως τὸ Πνεῦμα τὸ Ἅγιον τῷ Βαρνάβᾳ τὸν Μάρκον παρέδωκεν· ὅτι δὲ καὶ Παῦλος αὐτὸν ἠγάπα, ἄκουσον αὐτοῦ γράφοντος τῷ Τιμοθέῳ· “Μάρκον ἀναλα- “βὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν·” οἶμαι δὲ τοῦτο γράφειν αὐτὸν, δι’ ἀμφοτέρων κηδευθῆναι βουλόμενος. Ἀμμωνίου. Διὰ τοὺς κεκαυτηριασμένους τὴν συνείδησιν, διὰ συντόμου ἀπολογητέον περὶ τῶν Ἀποστόλων Βαρνάβα καὶ Παύλου· οἱ ἐπὶ τοσοῦτον ἐπέτειναν τὴν φιλονεικίαν, ὅτι καὶ ἐχωρίσθησάν, φησιν. ὁ Μάρκος ἔδοξεν ἡμαρτηκέναι ἀπολιπὼν αὐτούς· ὁ Παῦλος πρὸς τὸ σωφρονισθῆναι αὐτὸν ὠργίζετο, καὶ ἤθελεν αὐτὸν πρὸς ὀλίγον λυπῆσαι· ἵνα αἰσθόμενος ἐκεῖνος μετανοήσῃ, καὶ λοιπὸν ὑποταγῇ τῷ μὴ ποιεῖν τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ θέλησιν ἀκολουθεῖν πρὸς τὸ ἔργον τῆς διακονίας· οὕτως ἐποίησε καὶ ἐπὶ τοῦ Κορινθίου· ἐκβαλὼν αὐτὸν τῆς ἐκκλησίας, καὶ αὐτὸς ὑπὲρ αὐτοῦ παρακαλῶν, ἡνίκα μετεμελήθη· οὕτως οὖν ἤθελε καὶ τὸν Μάρκον δαμάσαι. ὁ δὲ Βαρνάβας ἁπλούστερος ὣν, συνεχώρησεν αὐτῷ μᾶλλον καὶ δίχα ἐκπλήξεως τὸ ἁμάρτημα· ὃν ὁ Παῦλος παρεκάλει λέγων, μὴ οὕτως ὡς ἔτυχε τὸν δραπετεύσαντα τῆς συνοδίας προσλαβεῖν, ἀλλ’ ἀποστραφῆναι αὐτὸν, διότι οὐκ αὐτοὺς ἐνύβρισε τοῦτο ποιήσας, ἀλλὰ τῆς διακονίας καταφρόνησας, τὸν Θεὸν ἐξουδένωσε. τούτῳ οὖν τῷ σκοπῷ ἀντέλεγεν ὁ Παῦλος τῷ Βαρνάβᾳ· ἀμέλει οὐδὲ ὠργίζετο, ἀλλὰ παρεκάλει αὐτὸν, ὡς φησὶν ἡ γραφὴ, “Παῦλος δὲ ἠξίου· οὐκοῦν ὁ μὲν Βαρνάβας χρηστότητα εἶχε πρὸς τοὺς ὑπηκόους ἕτοιμον, ὁ δὲ Παῦλος ἀποτομίαν, πρὸς καιρὸν ἀποδίδους τοὺς καταφρονητὰς τῷ διαβόλῳ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μεταμεληθῶσιν. οὐκοῦν ἀμφότεροι κατὰ τὸν οἰκεῖον σκοπὸν καλῶς ἔπραξαν· ἀπεχωρίσθησαν δὲ καὶ διὰ τοῦτο ἀπ’ ἀλλήλων· ἐπείπερ οὐκ ἦσαν μιᾶς ἕξεως ἀμφότεροι· καὶ ἠδύνατο καὶ οὕτως, διὰ τῆς ἄγαν ἀνεξικακίας μὴ θέλων κρίνειν ἄλλον, δυσωπῆσαι τοὺς πιστούς· καὶ ὁ Παῦλος διὰ τοῦ ἐπιστατικοῦ ἑαυτοῦ καὶ ζηλοτυπικοῦ, σῶσαι καὶ σωφρονίσαι τοὺς ἀμελεῖς· οὕτω γὰρ διδάσκει λέγων· “ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον·” οὐχ ὡς μὴ δυνάμενοι δὲ φέρειν ἀλλήλων τὰ ἐλαττώματα ἀπέστη- σαν· ὅπουγε πολὺν συνέζησαν χρόνον, συγκαμόντες ἀλλήλοις καὶ συγκινδυνεύοντες· ἀλλ’ ἵνα μή τις τὸ ἀνώμαλον τῆς αὐτῶν ὁρῶν πολιτείας σκανδαλισθῇ πρὸς ἕνα, ἣ τὸν Παῦλον ὀργίλον καλῶν, ἢ τὸν Βαρνάβαν καταφρονητὴν καὶ ἑαυτοῦ γινόμενον· μὴ θέλοντα δὲ τοὺς ἁμαρτάνοντας ἐπιστομίζειν, ἀλλὰ παρορῶντα τοὺς τῆς ἑαυτῶν ἀμελοῦντας σωτηρίας· ἐθνικοῖς μάλιστα μέλλοντες εὐαγγελίζεσθαι, τοῖς μηδεμίαν ἔχουσι διάκρισιν καλοῦ καὶ κακοῦ· καὶ πολλάκις ἐκ τοῦ διαφόρου τῆς αὐτῶν πολιτείας, ὡς ἀσύμφωνον ἐχόντων ἕξιν, ἀσύμφωνον καὶ τὸ παρ’ αὐτῶν εὐαγγελιζόμενον μυστήριον ὑποπτεύοντες εἶναι· ὅπερ μᾶλλον ὑπονοήσαντες, ἀπέστησαν ἀπ’ ἀλλήλων· οὕτως εὑ ἔχειν κρίναντες πρὸς τὴν τοῦ λόγου διακονίαν. τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, Τοῦ Χρυσοστόμου. Θαυμαστὸς οὗτός ἐστιν ὁ ἀνὴρ μέγας· πάνυ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη· τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεφεν αὐτόν· τοῦ δὲ Βαρνάβᾳ χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος· καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ αὐτὸν ἐφίλησε· καὶ διορθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Παραδοθεὶς τῆ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Τοῦ αὐτοῦ. Τί τοῦτό ἐστιν; ηὔξαντο, φησιν, Θεοῦ· ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν ἀδελφῶν· καὶ λοιπὸν πεζῇ ὥδευε, καὶ διὰ τῆς ὁδοιπορίας ὠφελῆσαι τοὺς ὁρῶντας βουλόμενος. Διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας. Τοῦ Χρυσοστόμου. Ὄρα τὴν σύνεσιν Παύλου· ἐπ’ ἄλλας ἔρχεται πόλεις, πρὶν ἣ τὰς δεξαμένας τὸν λόγον ἐπισκέψασθαι· καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῆ τρέχειν· τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους παιδεύομεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γένωνται τοῖς μετὰ ταῦτα. “πῶς ἔχουσι,” φησί· καὶ τοῦτο ἠγνόει εἰκότως· ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον, μεριμνῶντα· οὐκ ἀνεχόμενον καθῆσθαι· καίτοι μυρίους ὑπέμεινε κινδύνους· ὁρᾶς ὅτι οὐ δειλίας ἢν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν· καθάπερ ἰατρὸς ἐπὶ τῶν καμνόντων ποιεῖ· καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν, εἰπών· “ἐν αἷς “κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου· ἀπέστη ὁ Βαρνάβας, καὶ οὐκέτι συνῆλθεν.