Ancient Greek · ~39 min
ΚΕΦ. ΚΕ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΕ..1
Not analysed yet
Περὶ στάσεως γενομένης ἐν Θεσσαλονίκῃ τοῦ κηρύγματος ἕνεκεν, φυγῆς τε Παύλου εἰς Βέροιαν, κᾀκεῖθεν εἰς Ἀθήνας. Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. Τοῦ Χρυσοστόμου. Πἀλιν μὲν τὰς μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται· ἐκεῖθεν, καθάπερ ἔκ τινος πηγῆς, μέλλοντος τοῦ λόγου διαρρεῖν εἰς τὰς πλησίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέχθη αὐτοῖς ἀπὸ τῶν γραφῶν, Τοῦ Χρυσοστόμου. Καίτοι εἰπὼν, “στρεφόμεθα εἰς τὰ ἔθνη,” οὐκ ἀφίει τούτους· πολὺν γὰρ πρὸς αὐτοὺς εἶχε πόθον· ἄκουε γὰρ αὐτοῦ λέγοντος· “ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ “ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν καὶ ”ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου.” ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, καὶ τὴν δόξαν· καὶ τοῦτο, ἵνα μὴ σκάνδαλον ᾖ τοῖς Ἕλλησι. Διανοίγων καὶ παρατιθέμενος, ὅτι ἔδει τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν καταγγέλλω ὑμῖν. Τοῦ αὐτοῦ. Ὁρᾶς ὅτι πρὸ πάντων τὸ πάθος οὐκ ᾐσχύνοντο· ἀλλ’ ᾔδεσαν τοῦτο σωτήριον ἕν. Καὶ μετ’ ὀλίγα —τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν γραφῶν διαλεγόμενος· οὐ πανταχοῦ ἀπὸ τῶν σημείων· ἐπειδὴ πρὸς τοῦτο ἐναντίως εἶχον, ὡς πλάνους καὶ γόητας διαβάλλοντες· ὁ δὲ ἀπὸ τῶν γραφῶν πείθων οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Τοῦ αὐτοῦ. Τὸ κεφάλαιον εἶπε τῆς διαλέξεως· ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· Ἀμμωνίου. Διττοῦ ὄντος τοῦ ζήλου, τὸν χείρονα Ιουδαῖοι· ζῆλον οὖν ὧδε τὸν φθόνον καλεῖ. Καὶ ἐπίσταντες n τῇ οἰκίᾳ Ἰάσωνος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυρον τὸν Ἰάσωνα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι οἱ τὴν οἰκουμένην ὅλην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· Τοῦ Χρυσοστόμου. Ὢ τῆς τυραννίδος· ἀπὸ τῶν αὐτοὺς ἁπλῶς· ἐπειδὴ γὰρ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, παρεκίνουν τὴν πόλιν· ἐφ’ ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι· καὶ τί φοβεῖσθε, φησὶν, Ἰησοῦν, εἴγε τέθνηκεν ; ὅρα πανταχοῦ τοὺς διωγμοὺς τὸ κήρυγμα ἐκτείνοντας. Τοῦ αὐτοῦ. τούτου τοῦ Ἰάσωνος μέμνηται Παῦλος τέλει τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, λέγων· “ἀσπάζεται ὑμᾶς “Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων, καὶ Σωσίπα- “τρος ὁ συγγενής μου.” Καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταύτα· Ἀμμωνίου. Οὕτω μὲν καὶ οἱ τούτων πατέρες κατηγόρουν Ἰησοῦ, λέγοντες ὅτι βασιλέα ἑαυτὸν καλεῖ· πλὴν ἐκεῖνοι, κἂν εἶχον τινὰ κατὰ τὸ φαινόμενον εὐαπάτητον λόγον, διότι ἔζη ὁ κατηγορούμενος, οὗτοι ποίαν εἶχον ἀποφυγὴν τοῦ ψεύδους, λέγοντες, ὅτι Ἰησοῦν καταγγέλλουσι βασιλέα, τὸν κατ’ αὐτοὺς ἀποθανόντα· ἤτοι ζῶντα μὲν, οὐ φαινόμενον δέ· περὶ οὗ οὐδέποτε ὲἶχον οἱ ἐπὶ γῆς βασιλεῖς φοβηθῆναι, μὴ ὁρῶντες αὐτὸν ὅλως φαινόμενον· λῆρος οὐν τὰ παρ’ αὐτῶν κατηγορούμενα· ἀλλ’ ὡς ἔοικε τὸ ἀληθὲς κηρύσσοντες ᾔδεισαν· ὅτι εἰ καὶ ἀφανὴς ἦν, ἀλλ’ οὖν ὄντως βασιλεὺς ἦν· “καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.” Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσωνος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς. οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ Σίλαν εἰς Βερροιαν· Τοῦ Χρυσοστόμου. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον ἑαυτὸν ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπήεσαν. οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκη, Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν ἐπιεικέστεροι, ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας, ἔνθα πάθος οὐκ ἦν, ἀνέκρινον τὰς γραφάς. Τοῦ αὐτοῦ. “Εὐγενέστεροι,” τουτέστιν οὐδὲν ἀλλ’ οἱ μὲν ἐπείσθησαν, οἱ δὲ οὐδὲν εἰργάσαντο· καὶ πάλιν καὶ ἐνταῦθα Ἓλληνες. Ἀμμωνίου. τοῦτο γὰρ ἔδακνε τοὺς Ἰουδαίους, καθὼς ὀπίσω φησί· “γυναικῶν τε τῶν πρώτων πλῆθος οὐκ ὀλίγον· ἤθελον γὰρ ἔχειν μεθ’ ἑαυτῶν τὰς πλουσίας γυναῖκας, ἵνα κερδαίνωσιν ἐξ αὐτῶν· καὶ γὰρ ὁ τῆς φιλοχρηματίας καὶ αὐταρεσκείας ἔρως ἤτοι δαίμων ἐπεῖχεν αὐτούς· διὸ καὶ λαβόντες χρήματα ἀπέλυσαν τὸν Ιάσωνα καὶ τοὺς λοιπούς. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχει ταῦτα οὕτως. πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βερροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. Ἀμμωνίου. Οὐχ ὡς ἄπιστοι ἀνεζήτουν· ἤδη γὰρ ἦσαν ἀλλ’ ὡς ἄμοιροι τῆς τῶν παλαιῶν προφητῶν παραδόσεως· ὅπουγε μᾶλλον διὰ τούτου πιστότεροι ἐγίνοντο, ἐρευνῶντες τὰς γραφὰς, καὶ εὑρίσκοντες τοῖς τῶν παλαιῶν προφητῶν λόγοις συνᾴδοντα τὰ περὶ τῆς ἔνσαρκα τοῦ Κυρίου οἰκονομίας πράγματα. Εὐθέως δὲ τόν τε Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον τὲ ὅ τε Σιλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Τοῦ Χρυσοστόμου. Σὺ δέ μοι θέα ὅτι οἰκονομικῶς ἔφευγον οὐ δειλιῶντες, ἦ γὰρ ὢν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν· ἀλλ’ ἐκ τούτου δύο ἐγίνετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα οὐκ ἐνεκόπτετο o. ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν μή τι πάθῃ· τὸ κεφάλαιον αὐτῶν αὐτὸς ὤν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει· ἀλλ’ εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Καὶ μετ’ ὀλίγα —Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ’ οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα, μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε, καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται. Ἀμμωνίου. τῷ γὰρ Παύλῳ ἐνεῖχον μᾶλλον ἤπερ τοῖς διότι αὐτὸς ἦν ὁ τοῦ λόγου καθηγητής· ὡς καἰ ὀπίσω τοῦτο σαφῶς ἐδηλώθη· οἱ τε ἀπὸ τῶν ἐθνῶν ἐν Λύστροις ἐκάλουν αὐτὸν Ἑρμῆς· “αὐτὸς γὰρ ἦν ὁ ἡγούμενος τοῦ λόγου, φησίν· ὅσω δὲ αὐτὸς οὐκ ἐνεδίδου, τοσοῦτον ἐγένετο τὸ κατ’ αὐτοῦ παρὰ τῶν Ἰουδαίων μῖσος. Οἱ δὲ ἀποκαθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ τοῖς Ἰουδαίοις ἣ παρ’ Ἕλλησιν· ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχοι τοιοῦτον· ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προεχώρησε· καί τοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι. Ἐν δὲ ταῖς Ἀθηναῖς ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. Τοῦ Αὐτοῦ. Οὐκ ὀργὴν ἐνταῦθα φησὶν, οὐδὲ ἀγανάκτησιν· καθάπερ ἀλλαχοῦ ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν· οἰκονομεῖται καὶ ἄκοντα μεῖναι ἐκεῖ, ἐκδεχόμενον ἐκείνους· τι οὖν ἐστὶ παρωξύνετο; διηγείρετο ὀργῆς γὰρ καὶ ἀγανακτήσεως πόρρω τὸ χάρισμα. Ἀμμωνίου. Ἐλυπεῖτο ὁρῶν κατείδωλον τὴν πόλιν καὶ θίζετο λαλεῖν πρὸς αὐτοὺς, καὶ οὐκ ἠδύνατο καρτερεῖν ἐπὶ τούτῳ· ἀλλὰ καὶ συζητήσεις ἐποιεῖτο μετὰ τῶν δοκούντων εἶναι παρὰ τοῖς Ἀθηναίοις σοφῶν, μάλιστα μετὰ τῶν Ἐπικουρίων, τῶν ἀπρονόητα λεγόντων εἶναι τὰ πάντα· πρὸς οὓς μάλιστα τὸν λόγον ἀποτεινόμενος, ἐν τῆ αὐτοῦ διδασκαλίᾳ, μετὰ τὸ κηρύξαι τὸ σέβειν ἕνα Θεὸς τοῖς πᾶσιν· ἐν οἶς φησὶ, “αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, “ὁρίσας προστεταγμένους καιροὺς, καὶ τὰς ὁροθεσίας τῆς κατοικίας “αὐτῶν·” δεικνὺς τοῦ Θεοῦ τὴν πρόνοιαν. Διελέγετο μὲν οὖν ἐν τῆ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῆ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τοῦ Χρυσοστόμου. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου ὑβριστικῶς. εὐθέως μακρὰν τοῦτο φιλοσοφίας ἀπὸ τοῦ κηρύγματος ὅτι οὐδένα τῦφον εἰδχεν οὐκ ἐνόουν, οὐδὲ συνίεσαν τῶν λεγομένων. πῶς γάρ; οἱ μὲν σῶμα τὸν θεὸν λέγοντες, οἱ δὲ ἡδονὴν τὴν μακαριότητα. Τινὲς δὲ τῶν Ἐπικουρείων καὶ Στοικῶν φιλοσόφων συνέβαλον αὐτῷ· καὶ τινὲς ἔλεγον, τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Τοῦ ἁγίου Κυρίλλου εἰσ τὴν ἑρμηνείαν τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Οἱ Ἀθηναῖοι ματαίαν αἴροντες ὀφρῦν, γλώττῃ πλαττείᾳ φρονοῦντες μέγα, ἀνοήτως ἔφασκον· “τί ἂν “ἐθέλοι ὁ σπερμολόγος οὗτος λέγειν;” καὶ τὰ ἑξῆς· σπερμολόγον δὲ πτηνὸν εἶναι φασὶν εὐτελέστατον, τὰ ἐν ταῖς τριόδοις κατασκεδασμένα τῶν σπερμάτων εἰωθὸς συλλέγειν· ᾧ παρεικάζοντες τὸν θεσπέσιον Παῦλον, ἐγέλων οἱ δείλαιοι τὸν πρὸς αὐτοῖς γεγοντα σωτήριον λόγον. Τοὺς γὰρ σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσι, φησὶν ὁ παροιμιαστὴς. Οἱ δὲ, ξένων δαιμονίων καταγγελεὺς δοκεῖ εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν αὐτοῖς εὐηγγελίζετο. Τοῦ Χρυσοστόμου. Καὶ γὰρ τὴν ἀνάστασιν θεόν τινα εἶναι ἐνόμιζον· ἅτε εἰωθότες καὶ θηλείας σέβειν. Καὶ μετ’ ὀλίγα —Δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις δαιμόνων πλήρεις. Ἐπιλαβόμενοι δὲ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες, δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Τοῦ Αὐτοῦ. Ἦγον αὐτὸν, φησὶν, “ἐπὶ τὸν Ἄρειον πάγον· οὐχ ὥς τι μαθεῖν, ἀλλ’ ὥστε κολάσαι ἔνθα αἱ φονικαὶ δίκαι. ὅρα γοῦν καὶ ἐλπίδι τοῦ μαθεῖν πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι· λάλων πόλις, ἡ πόλις ἐκείνη ἢν. Ἰσιδώρου Πηλουσιώτου ἐπιστολῆσ ΦςΑ'. Ἐπειδὴ γέγραφας, τίνος ἕνεκεν Ἄρειος Πάγος ἐκαλεῖτο τὸ ἐν Ἀθηναῖς δικαστήριον, ἐν ᾧ καὶ ὁ Παῦλος ἐδημηγόρησεν, ἀντεπιστέλλω, ὅτι ὁ Ἄρης ὡς φασὶν ἐκεῖσε δίκας ἔδωκε· πάγος δὲ ὁ ὑψηλὸς τόπος· ἐν γὰρ ὄχθῳ τινὶ ἦν ἐκεῖνο τὸ δικαστήριον· ὅθεν καὶ πάγαρχοι καλοῦνται παρὰ τισιν οἱ τῶν τόπων η κώμων τινων ἄρχοντες. Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, τίνα θέλει εἶναι ταῦτα. Ἀθηναῖοι δὲ πάντες, καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου, εἶπεν, Τοῦ Χρυσοστόμου. Ἐνταῦθα ἐκεῖνο σημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι τῷ λαλεῖν καὶ ἀκούειν, ὅς ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Εἰ ἄνθρωπον ἐκήρυσσεν ἐσταυρῶσθαι, οὐ ξένον ἦν τὸ λεγόμενον· εἰ δὲ Θεὸν ἔλεγεν ἐσταυρῶσθαι καὶ ἐγηγέρθαι, ὄντως ξενίζοντα εἰσέφερεν εἰς τὰς ἀκοὰς αὐτῶν.