Ancient Greek · ~131 min
ΚΕΦ. ΚΔ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΔ..1
Not analysed yet
Περὶ κατηχήσεως Τιμοθέου, καὶ τῆς κατὰ ἀποκάλυψιν ἀφίξεως Παύλου εἰς Μακεδονίαν. Κατήντησε δὲ καὶ εἰς Δέρβην καὶ Λύστραν· καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, Τοῦ αὐτοῦ. Ὄντως ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν· σιν· ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς· ὁ πάντα κνήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως οὗ κατόρθωσε, τοῦ δόγματος κυρωθέντος, περιέτεμε τὸν μαθητήν· οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται· καὶ οὐδὲν ἁπλῶς ἐποίει προλήψει· “τοῦτον ἠθέλησε, φησι, “ἐξελθεῖν σὺν αὐτῶ· καὶ τὸ θαυμαστὸν τοῦτο· ὅτι καὶ ἐπηγάγετο αὐτὸν διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· οὐκ ἂν γὰρ ἠνέσχοντο παρὰ τοῦ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι· καὶ τι ; ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν Ἀποστόλων· ὁρᾶς μάχην, καὶ διὰ μάχης οἰκοδομὴν d, οὐ παρ’ ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν ἐκκλησίαν ᾠκοδόμουν· δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιέτεμε· κηρύττει μὴ περιτέμνειν, καὶ περιτέμνει τῇ πίστει καὶ τῷ πλήθει· “ἐπερίσσευον,” φησὶ, “τῷ ἀριθμῷ καθ’ ἡμέραν.” εἶδες τὸ κέρδος τῆς περιτομῆς· εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθὼν, ἀλλὰ τι ; πόρρω πρόεισιν. Τοῦ Χρυσοστόμου. Οὗτος αὐτὸς ὁ μακάριος Παῦλος, ἀναιρῶν μέλλων πότε τὸν Τιμόθεον πέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν διὰ περιτομῆς καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς ἠπίστατο καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν· εἰ γὰρ ἔγνωσαν ὅτι διὰ τοῦτο περιέτεμε, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἃν διερρύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς, καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι γὰρ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἃν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν· μαθόντες γὰρ αὐτὴν ἀπεστράφησαν· ἀποστραφέντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας. Ἀμμωνίου. τὴν αἰτίαν εἰπὼν δι’ ἣν περιέτεμε τὸν Τιμόθεον Παῦλος, ἐξέφυγε τὰ τῶν μεμψιμοίρων ἐγκλήματα· “Ἰουδαίας “πιστῆς” ἀπὸ Ἰουδαίων φησί· σημειωτέον δὲ ὅτι τοσοῦτον ἦσαν Ἰουδαῖοι τοῦ νόμου καταφρονήσαντες, ὅτι καὶ Ἓλλησιν ἐγαμοῦντο, καὶ Ἑλληνίδας ἐγάμουν. Εξ ἀνεπιγράφου. Πόλλης ζητήσεως ἐν τοῖς προλαβοῦσι γενομένης τοῖς Ἀποστόλοις καὶ πρεσβυτέροις, αὐτῷ δὲ τῷ Παύλῳ ἕνεκεν τῆς περιτομῆς, καὶ πάντων ὁμοῦ κρινάντων μὴ δεῖν περι- τέμνεσθαι, τινὸς ἕνεκεν Παῦλος τὸν Τιμόθεον λαβὼν περιέτεμε· καίτοι πρὸ τούτου μαθητὴν ὑπάρχοντα δόκιμον; τι δὴ οὖν ἄρα βούλεται; μὴ πρὸς Ἰουδαϊσμὸν ἐξέκλινε; καὶ τοῖς ἤδη θεσπισθεῖσι παρὰ πάντων ἐναντία διαπράττεται, ἑαυτῷ δὲ καὶ πρῶτον; μὴ γένοιτο. τίνος οὖν ἕνεκε τοῦτο ποιεῖ; πρᾶγμα μέγιστον καὶ πᾶσιν ὁμοῦ τοῖς Ἀποστόλοις καταθύμιον κατορθῶσαι βουλόμενος· ποῖον δὴ τοῦτο; ἄνω καὶ κάτω διέβαλλον αὐτὸν οἱ Ἰουδαῖοι, ὡς πανταχοῦ τὸν νόμον ἀνατρέποντα, καὶ τοὺς ἐξ ἐθνῶν ἀποστᾶσ’ ίαν διδάσκοντα, καὶ σφόδρα πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· ἐπεὶ οὖν τὸν Τιμόθεον εὗρε μαθητὴν ἐξ Ἐλλήνων εὐδόκιμον, καὶ πρὸς ὑπηρεσίαν ἑαυτοῦ ἐπιτήδειον, καὶ συνέκδημον ἔχειν αὐτὸν ἠβούλετο· διὰ τοὺς καταφλυαροῦντας αὐτοῦ ἀσεβῶς, λαβὼν περιέτεμεν αὐτόν· μή μοι, φησὶν, ἐγκαλεῖτε, ὦ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· τοῦτο δὲ ποιεῖ, οὐ συνιστῶν τὴν περιτομήν· μὴ γένοιτο· ἀλλὰ διὰ τῆς τοιαύτης κατασκευῆς ἑλκῦσαι τούτους πρὸς ἑαυτὸν βουλόμενος· μή μοι προφάσεις, ὢ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· ἰδοὺ πάντες οἱ σὺν ἐμοὶ μαθηταὶ τοῦ Κυρίου περιτετμημένοι εἰσίν. εἰ γὰρ ἦν Τιμόθεος ἀπερίτμητος διδάσκαλος ὢν, πάντες ἃν ἀπεπήδησαν ἀπ’ αὐτοῦ· ὅτι δὲ τοῦτο τυγχάνει ἀληθὲς, δείκνυσιν ἡ βίβλος ἐν τοῖς ἐφεξῆς· εἰ γὰρ τοσαύτη γέγονεν αὐτοῦ κατηγορία διὰ τρόφιμον τὸν Ἐφέσιον, ὃν ἐνόμιζον, ὅτι ὁ Παῦλος εἰς τὸ ἱερὸν εἰσήγαγεν· ἐξ Ἑλλήνων δὲ ἦν οὗτος· τί ἄρα ἂν ἔπαθεν, εἰ Τιμόθεα ὄντα διδάσκαλον ἐξ ἀκροβύστων εἶχε σὺν αὐτῷ; εἰ δὲ βούλοιτό τις ἀκριβῶς κατανοῆσαι τῶν Ἀποστόλων τὴν σύνεσιν· ὅτι πάντα ἐποίουν τῆς σωτηρίας τῶν Ἰουδαίων ἕνεκεν· αὐτὸν τοῦτον θεάσοιτο τὸν διδάσκαλον τῆς οἰκουμένης ἁγνισθέντα τῶν συναποστόλων τῇ Τώμῃ· καὶ ἐν τῷ ἱερῷ διαγγέλλοντα τὴν ἐκπλήρωσιν τοῦ ἁγνισμοῦ· εὕροι δέ τις καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ὑποκριθέντα Ἰουδαϊσμόν. καὶ ταῦτα μὲν τοὺς Ἀποστόλους παντελῶς ἔβλαπτεν οὐδέν· ἐγένετο δὲ τοῖς Ἰουδαίοις σωτηρίας ὑπόθεσις, καὶ τῆς εἰς Χριστὸν πίστεως ἀρχή· ὅτι διδασκάλους εἶχε τοιούτους, ὡς ἐνόμιζον φυλάττοντας τὸν νόμον. Καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες, ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. Τοῦ ἁγίου Ἀθανασίου πρὸσ Νατατιανοὺσ e τοὺσ ἑαυυοὺσ ὀνομάσαντασ καθαροὺσ βιβλίου λόγου Β΄. Ἵν᾿ οὖν μὴ κωλύετε εἰς συναγωγὰς παραβάλλειν διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτω, συμπαρεῖναι τοῦθ’ ᾠκονόμησεν οὐχὶ καὶ ἐδογμά- τισεν. Εξ ἀνεπιγράφου. Ἰδοὺ σαφῶς δόγματα κέκληκε τὴν ἀποχὴν χὴν τῶν εἰδωλοθύτων, πορνείας τὲ, καὶ πνικτοῦ· ἅπερ εἰς κανονικῆς ζωῆς ὁρᾷ διατύπωσιν. ταῦτα γὰρ βιὸν ῥυθμίζει σώφρονα καὶ λογικοῖς ἀνθρώποις πρέποντα. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν Ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις. Ἀμμωνίου. Δόγματα λέγει· οὐ τὸ τῆς ἐνσάρκου οἰκονομίας μυστήριον· ὅπερ κηρύσσων ἔλεγε· “μὴ δ᾿ ἂν ἐγὼ ἢ ἄλλος τις, ἣ “ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, μετα- “πεισθῆτε· ἀλλὰ τὰ περὶ τοῦ μὴ φυλάττεσθαι τὴν περιτομὴν, καὶ ὅσα τούτοις ὅμοια, ἃ ἐν τῷ νόμῳ ἢν ἀλλὰ τὸ ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ταῦτα γὰρ ἦν δόξαντα τῷ Ἄγ’ ἴῳ Πνεύματι, καὶ θεσπισθέντα διὰ τῶν ἐν Ἱεροσολύμοις μαθητῶν, καὶ βεβαιωθέντα καὶ κρατυνθέντα καὶ δεχθέντα διὰ f τῶν ἐν Ἀντιοχείᾳ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῆ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν. διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, Τοῦ Χρυσοστόμου. Ὁρᾶς ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν. Κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῆ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπεί· ραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι· Τοῦ αὐτοῦ. Διατὶ μὲν ἐκωλύθησαν οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν, εἶπε, παιδεύων ἡμᾶς πείθεσθαι μόνον, καὶ μὴ ζητεῖν· καὶ δεικνὺς ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ· παρελθόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρωάδα. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐδὲν ἐποίουν ἰδίᾳ αὐθεντίᾳ Ἀπόστολοι· ἀλλὰ πάντα ἃ ἐποίουν, ὑπὸ τοῦ Πνεύματος νυττόμενοι ἐποίουν ἢ οὐκ ἐποίουν· ὥστε οὖν οὐκ ἀκίνδυνον μέμφεσθαι τὰ ὑπὸ τῶν Ἀποστόλων γινόμενα, ἢ πολυπραγμονεῖν τὰ ὑπὸ τοῦ Πνεύματος διατυπούμενα· οὐ δεῖ οὖν ζητεῖν, διατί ἄρα οὐκ ἐπέτρεψε τὸ Πνεῦμα τῷ Παύλῳ κηρύξαι ἐν Ἀσίᾳ. Καὶ ὅραμα διὰ νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνὴρ Μα- κεδών τις ἦν ἑστὼς, καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. Τοῦ αυτοῦ. Οὐκέτι δι’ ἀγγέλου καθάπερ Φίλιππος, καθάπερ Κορνήλιος· ἀλλὰ τί; δι’ ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον· οὐκέτι θειότερον· ἔνθα γὰρ εὔκολον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· πινώτερον· ἔνθα δὲ πολλῇ βίᾳ, θειότερον· ἐπειδὴ γὰρ κηρύξαι μὲν ἠπείγετο, μόνον εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· μὴ κηρύξαι δὲ οὐκ ἃν ἠνέσχετο· εἰς τοῦτο Πνεῦμα Ἅγιον ἀποκαλύπτει· οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ, “ἀναστὰς κατάβηθι·” οὐ γὰρ δὴ καὶ τὰ εὔκολα τὸ Πνεῦμα εἰργάζετο, ἀλλ’ ἤρκει καὶ ὄναρ. Ἀμμωνίου. Ὅσα ἐστὶ κοινωφελῆ ὁράματα καὶ θεοσεβείας ἐχόμενα, τούτοις δεῖ πειθαρχεῖν· ταῦτα γὰρ καὶ ἀνεγράφησαν μόνα ἐν τῇ γραφῇ. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, Τοῦ Χρυσοστόμου. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται λέγων· “Καίσαρί σε δεῖ παραστῆναι.” Συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγγελίσασθαι αὐτούς. ἀναχθέντες οὖν ἀπὸ Τρωάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν, κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος Μακεδονίας πόλις κολώνεια. Τοῦ αὐτοῦ. Στοχαζόμενοι τουτέστι, τῷ καὶ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον τὸ ὅραμα, καὶ τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῳ πρὸς τοῖς ὁρίοις εἶναι· ἄπο τούτων ἁπάντων πάντα συνηγον· τουτέστι καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν, οὐ γὰρ ἐγένετο βραδυτής· εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας ἐγένοντο· οὐκ ἃν εἰ κατὰ παροξυσμὸν ἐνήργησε τὸ Πνεῦμα τὸ Ἅγιον· ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἰναί τι ἀνθρώπινον· εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισεν· ἐν ταῖς μείζοσι δηλονότι, τὰς γὰρ ἄλλας παρείη· ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια. Ἀμμωνίου. Σημειωτέον ὅτι σὺν τῷ Παύλῳ ἦν ἐν ταῖς ταύταις ὁ Λουκᾶς· ὡς ἐξ ὧν καὶ τὸ πρόσωπον ἑαυτοῦ συμπεριλαμβάνει, λέγων· “ἐζητήσαμεν, εὐθυδρομήσαμεν.” Ἦμεν δὲ ἐν ταύτῃ τῆ πόλει διατρίβοντες ἡμέρας τινάς· τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ e εἶναι, Τοῦ Χρυσοστόμου. Ὄρα πάλιν τὸν Παῦλον Ἰουδαΐζοντα, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τόπου. Ἀμμωνίου. “Παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχῆ f μᾶλλον μὴ οὔσης ἐκεῖ συναγωγῆς διὰ τὸ σπάνιον, παρὰ τὸν ποταμὸν ἔξω τῆς πόλεως λάθρα συνήγοντο οἱ δῆθεν θεοσεβεῖς. Τοῦ Χρυσοστόμου. Οὐ γὰρ δὴ ἔνθα ἦν συναγωγὴ μόνον, ἀλλὰ καὶ ἔξω ἠύχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες· ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι, καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς συνελθεῖν. Καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Τοῦ Χρυσοστόμου. Ὄρα τὸ ἄτυφον πάλιν· γυνὴ καὶ ταπεινὴ αὕτη καὶ ἀπὸ τῆς τέχνης· ἀλλ’ ὄρα φιλόσοφον γυναῖκα· πρῶτον αὕτη ἐμαρτύρησε τὸ τὸν Θεὸν καλέσαι αὐτήν· ὅρα δὲ πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα ὁ τὴν ἱστορίαν γράφων· ἅτε δὴ καὶ ἀργίας οὔσης μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων· ταῦτα δὴ μαθόντας καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα· παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι ὁ Παῦλος καὶ ξένῃ· ποῦ ὁ τύφος; ἄρα τοῦ Θεοῦ δεόμεθα ὥστε ἀνοῖξαι καρδίαν· ὁ Θεὸς ἀνοίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ πεπωρωμένας ἰδεῖν· τὸ μὲν ἀνοῖξαι τοῦ Θεοῦ ἦν, τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν· “ἔξω τῆς πόλεως·” ἐπιτήδειος ἦν ὁ τόπος πρὸς τὴν ἀκρόασιν, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουεν· Ἀμμωνίου. Σημειωτέον ὅτι δεῖ πρῶτον τὰς κατηχήσεις καὶ ὅταν δέξωνται τὸν λόγον οἱ ἀκούοντες, τότε ἐπιφέρειν καὶ τὸ βάπτισμα. εἰ δέ τις τολμήσειεν εἰπεῖν, ὅτι ἰδοὺ ὃν βούλε- τᾶι ὁ Θεὸς σώζει· ὃν γὰρ θέλει ἐλεεῖ· καὶ οὗ θέλει, διανοίγει τὴν καρδίαν· ὡς ζητῶν αὐτῷ τὴν αἰτίαν περιάψαι τοῦ σώζεσθαι ἡμᾶς ἣ μὴ σώζεσθαι· ἵνα αἴτιον εἶναι τὸν Θεὸν φήσωσιν· ὅρα γάρ, φησι, πῶς διήνοιξε τὴν καρδίαν τῆς Λυδίας. πρὸς ὃν δεῖ εἰπεῖν· “ἐρευ- “νᾶτε τὰς γραφάς·” ὁ γὰρ μὴ ἐρευνῶν οὐκ εὑρίσκει τὸ ζητούμενον· τί οὖν φαμεν Θεοῦ χάριτι, ὃ ἐπὶ τοῦ Κορνηλίου ἐλέχθη; ὅτι ἐκείνοις ἀνοίγει θύραν ὁ Θεὸς τοῖς θεοσεβῶς μὲν ζῶσι, πλανωμένοις δὲ περὶ τὴν πίστιν, διὰ τὴν πατροπαράδοτον κακοπιστίαν· ἰδοὺ γὰρ καὶ αὐτὴ ἔσεβε μὲν τὸν Θεὸν, ἠγνόει δὲ τὸ πῶς δεῖ σωθῆναι, ὅπερ αὐτῇ ὁ Κύριος ἀνεπλήρωσε διὰ τῆς ἀληθοῦς διδασκαλίας· ὡς τὸ ῥητόν φησι, “σεβομένη τὸν Θεόν·” ἐκ δὲ τοῦ ἐναντίου, ὅταν ὁ Θεὸς οὐκ ἀνοίγῃ καρδίαν τινὸς, διὰ τοῦτο οὐκ ἀνοίγει, ἐπεὶ ἄθεος ἐστι, καὶ εἰς μάτην δέχεται τοὺς λόγους· κἂν γὰρ δι’ ἐναργῶν ἀποδείξεων συστήσῃ τις τὸν θεῖον λόγον, ὥσπερ καὶ οἱ Ἀπόστολοι διὰ σημείων καὶ τεράτων· ἀλλ’ οὖν δουλεύειν θέλων τοῖς ἑαυτοῦ πάθεσι καὶ κακίᾳ, ἀποτρέπεται τὸν λόγον· αὐτὸς ἑαυτῷ αἴτιος γενόμενος· οὐδέποτε γὰρ ὁ Θεὸς συνεργεῖ τινι εἰς κακόν· ἀλλ’ εἰς μὲν τὰ καλὰ διὰ τὴν αὐτοῦ φιλαγαθίαν συνευδοκεῖ· ἐπὶ δὲ κακῶν, συγχωρεῖ πορεύεσθαι ἕκαστον ἐν τοῖς ἐπιθυμήσασιν αὐτοῦ· πρὸς ὃ οὖν θέλει τις ζῆ. Ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τοῦ Χρυσοστόμου. Οὐκ ἄρα οἱ Ἀπόστολοι ἦσαν ἀλλ’ ἡ προοδοποιοῦσα χάρις αὐτοῖς· ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς, ὅτι φησὶ “διήνοιξε τὴν καρδίαν αὐτῶν.” καὶ πάλιν, “οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.” Ὡς δὲ ἐβαπτίσθη, αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Σκοπεῖ πῶς ἅπαντας ἔπεισεν· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς Ἀποστόλους· πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας. Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε· καὶ παρεβιάσατο ἡμᾶς. Οὐδὲν δὲ ἐντρεπτικώτερον· τίνα οὐκ ἃν ἐμάλαξε ταῦτα τὰ ῥῆ. . ματα; οὐκ ἠξιώσεν, οὐ παρεκάλεσεν ἁπλῶς, ἀλλ’ αὐτοὺς ἀφῆκε κυρίους εἶναι, καὶ ἠνάγκασε σφοδρῶς· “καὶ παρεβιάσατο ἡμᾶς” τούτοις τοῖς ῥήμασι· Καὶ ἑτέρως πάλιν. Ὄρα γὰρ πῶς εὐθέως καρποφορεῖ· κέρδος ἡγεῖται μέγα· τουτέστιν ὅτι ἐκρίνατε δῆλον, ἐγχειρίσαντές μοι τοιαῦτα μυστήρια· καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι· διατί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ὡς καὶ βιασθῆναι αύτούς; ἤτοι έκείνην g ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἣ ἐπειδὴ ἔλεγεν ὁ Χριστὸς, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ “ἐκεῖ μείνατε· ἀλλὰ δι’ οἰκονομίαν ἐποίουν· καὶ ἐβαπτίσθη, καὶ δέχεται τοὺς Ἀποστόλους μετὰ τοσαύτης ἱκετηρία μετὰ πλείονος ἣ ὁ Ἀβραάμ· καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ’ ἐκεῖνο ἀφ’ οὗ ἐσώθη· οὐκ εἶπεν εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με, ἀλλὰ πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶν λον ὑμῖν. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ, ἔχουσαν πνεῦμα Πύθωνος, ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη. Τοῦ Χρυσοστόμου. Εἰπὲ δή μοι τίς οὗτος ἐστὶν ὁ δαίμων· θεός, φησι, Πυθὼν· ἀπὸ τοῦ τόπου οὗτος λέγεται· ὁρᾶς ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί· καὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε παροξύναι· ὦ μιαρὲ καὶ παμμίαρε, εἰ τοίνυν οἶδας ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἐκείνων; ἀλλ’ ὅπερ Σίμων ἐβούλετο λέγων, “δότε μοι, ᾧ ἃν ἐπιθῶ τὰς “χεῖρας, λαμβάνῃ Πνεῦμα“Αγιον,Ἅγιον,” τοῦτο καὶ οὗτος ἐποίει, ἐπειδὴ ἔιδεν εὐδοκιμοῦντας· οὐδὲ ὑποκρίνεται· ταύτῃ προσεδόκησεν αὐτὸν ἀφίεσθαι ἐν τῷ στόματι, εἰ τὰ αὐτὰ κηρύξειεν· εἰ δὲ παρὰ ἀνθρώπου οὐ λαμβάνει τὴν μαρτυρίαν ὁ Χριστὸς Ἰωάννου λέγων, πολλῷ μᾶλλον παρὰ δαίμονος· οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματός ἐστιν Ἁγίου. Τοῦ αὐτοῦ ἐκ τῆσ κθ΄ ὁμιδίασ θίουσ ἐπιστολῆσ. Λέγεται ἡ Πυθία αὕτη γυνή τις θῆσαι τῷ τρίποδι τοῦ Ἀπόλλωνος, διαιροῦσα τὰ σκέλη· εἶθ᾿ οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον· καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαλυόμενον μορίων, πληροῦν τὴν γυναῖκα τῆς μανίας· καὶ ταύτην τὰς τρίχας λύουσαν, λοιπὸν βακχεύεσθαι τε καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ 1 γενομένην, τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα· οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ’ ἐκεῖνοι καὶ μέγα φρονοῦσι, καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην. Διδύμου. Περὶ τοῦ καλουμένου Πυθῶνος μαντικοῦ πνεύματος ἐρεῖ τις, ὡς οὐκ εἴη πονηρὸν οὐδὲ ἀκάθαρτον· οὐδὲν γὰρ περὶ αὐτοῦ γέγραπται τοιοῦτον προσχρώμενος τῇ μαρτυρίᾳ αὐτοῦ, ᾖ εἶπε περὶ Παύλου καὶ τῶν συνόντων· φησὶ γὰρ, “οὗτοι οἱ ἄνθρωποι “δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί·” πῶς γὰρ πονηρὸν, τὸ οὕτω διακείμενον περὶ θείων ἀνδρῶν, καὶ γινῶσκον πῶς καταγγέλλουσιν· ἕτερος δὲ πᾶσαν τὴν κατάθεσιν τὴν πρὸς τὰ χρηστήρια καὶ μαντεῖα ἀπαγορεύων ἐρεῖ· οὐ σπουδαῖον πνεῦμα τὸ ἐπὶ μισθῶ μαντευόμενον· εἴπερ γὰρ ἢν τοιοῦτον, κἂν συνεχώρει Παῦλος πείθοντι παραδέχεσθαι τὴν τῆς σωτηρίας ὁδόν· ἀλλ’ οὐ συνεχώρησε· στραφεὶς γὰρ πρὸς τὴν παιδίσκην πότερον k διαπονηθεὶς, εἷπε τῷ πνεύματι ἐξελθεῖν ἀπ’ αὐτῆς· πειστέον τῶν τὰς φύσεις εἰσαγόντων; (??)τι ἐροῦσι πέρι τῶν οὕτως ἐχόντων πνευμάτων, α ἐκ του φανέρου οὔτε πονηρὰ οὔτε ἀστεῖα φαίνεται ; ἡμᾶς γὰρ οὐ θλίψει προσάπτοντας προαίρεσιν πᾶσι τοῖς λογικοῖς, καθ’ ἣν ἄνεσις καὶ ἐπίτασις γίνεσθαι ἀρετῶν τε καὶ κακιῶν· πρέπει δὲ μᾶλλον τὸ νομίζειν πᾶν μαντικὸν Πνεῦμα φαῦλον εἶναι· διὸ καὶ κωλύει ἡ θεόπνευστος γραφὴ καθόλου τὴν μαντίαν, ὡς οὐκ ἐπὶ καλοῦ γινομένην· εὑρεῖν οὖν ἐστιν ἐνδιαπίπτοντας ἐπὶ πολλῶν τοὺς μαντικοὺς δαίμονας· ὡς ἐπὶ τῷ Πυθωνίῳ πνεύματι διαπονηθεὶς Παῦλος, ἐξέβαλεν αὐτὸ τῆς ἀνθρώπου· ἅμα κἀκείνην ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία ἡ ἀπὸ πονηρῶν τοῖς κήρυξι τῆς ἀληθείας· δεδιέναι γὰρ ἐπέρχεται, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες, δι’ ὧν εἰρήκασιν ἀληθῶς, τοὺς εὐχερεῖς τῶν ἀνθρώπων, ψευδῆ τινα καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες, μεγίστης βλάβης αἴτιοι γένωνται· διὸ οὐδὲ τοῖς αἱρετικοῖς προσεκτέον ῥητὰ γραφικὰ προφέρουσι· βλαπτουσι γὰρ μᾶλλον ἣ ὠφελοῦσι προφέροντες τὰ οἷς οὐ πιστεύουσιν ὡς θεῖα. Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραξεξ λέγουσα, οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. Τοῦ Χρυσοστόμου. Γνῶθι σαφῶς ὅτι καὶ δαίμονες ὕψιστον ὄντα Ἰησοῦν τὸν ἐσταυρώμενον τούτου γὰρ δοῦλος ὑπάρχων ὁ Παῦλος διαβεβαιοῦται λέγων· “Παὐλος δοῦλος Ἰησοῦ Χριστοῦ.” Ἀμμωνίου. Τὸ τῆς Πυθοῦς πνεῦμα μαντείας ἐποίει· διὰ δὲ τοῦτο Πυθῶνος πνεῦμα ἐκαλεῖτο· ἐπειδὴ ἡ Πυθία, ἤτοι ὁ ἐν τῆ Πυθίᾳ δαίμων Ἀπόλλων καλούμενος, ἐμαντεύετο· καὶ ἠπάτα τοὺς ἀνθρώπους, λέγων αὐτοῖς τὰ γεγενημένα· οὐδὲν γὰρ ἦν δυσχερὲς τῷ δαίμονι ἰδεῖν τὰ γενόμενα ἐν Ῥώμῃ σήμερον, καὶ εὐθὺς ἀπαγγεῖλαι αὐτά· ὃ καὶ ἐποίησε τῷ Κροίσῳ, ἤτοι τοῖς ὑπὲρ αὐτοῦ μαντευομένοις, ἡνίκα ἐπείραζεν αὐτὸν ὁ Κροῖσος διὰ τῶν εἰς τὴν Πυθίαν ὄντων, τι ποιεῖ σήμερον ὁ Κροῖσος· καὶ ἀκόπως ὁρῶν τὰ ἐν Λυδίᾳ, ἤρχετο εὐθὺς ἐν τῇ Πυθίᾳ, καὶ ἀπήγγελλεν αὐτοῖς· ἔλεγεν οὖν περὶ τῶν παρελθόντων εὐχερῶς. πολλάκις δὲ καὶ περὶ τῶν μελλόντων ἔλεγε στοχασμῷ, ὥσπερ τοῦ Κύρου, ὁρῶν αὐτοῦ τὴν ἀρχικὴν ἕξιν, καὶ τὴν μεγαλοφυίαν ἐκ παιδός· οὐδὲν οὖν δυσχερὲς τῷ δαίμονι ἀσωμάτῳ ὄντι ὁρᾶν τὰ πόρρω ὄντα, καὶ ἀπατᾶν τοὺς ἀνθρώπους ἐν οἷς ἐζήτουν μαντεύεσθαι· ὅπουγε ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν παρελθόντων ἣ ὄντων ἐρωτῶσιν οἱ ἀφερέπονοι, καὶ πάντα ὡς ἐὰν παραστῇ ποιοῦντες, ἐρωτῶντες περὶ ἀπολλομένων πραγμάτων ἢ περὶ ἀπόντων· ἄρα ζῆ ὁ ὣν ἐν τῇδε τῇ πόλει ἀπόδημος; ὃ, ὡς εἶπον, εὔκολον ἦν εἰπεῖν τῷ δαίμονι, ἢ δι’ ἀνδρὸς ἣ διὰ γυναικὸς δι’ αὐτῶν λαλῶν· ἀμέλει γοῦν καὶ ἕως νῦν τινὲς τοὺς δαιμονῶντας, ἐν τῷ καιρῷ καθ’ ὃν ἐπιτίθενται τοῖς ἀνθρώποις, πειρῶνται ἐπερωτᾶν τινὰ, ὅπερ ἐστὶν ἄθεον· σημειωτέον δὲ ὅτι καὶ διὰ τῶν δαιμόνων οἷς ἐπίστευον οἱ Ἔλληνες ἐκηρύττετο ὁ Χριστός· καὶ αὐτῶν διαμαρτυρουμένων καὶ λεγόντων, ὅτι οἱ Ἀπόστολοι δοῦλοί εἰσι τοῦ Θεοῦ· καὶ σωτήριόν ἐστι τὸ παρ’ αὐτῶν κήρυγμα· καὶ ὅτι Θεὸς ὁ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος· τοῦτο γὰρ ἦν τὸ κήρυγμα τῶν περὶ Σίλαν καὶ Παῦλον· ἁρμόζει δὲ κατὰ Νεστοριανῶν καὶ Παυλιανιστῶν· ὅτε δὲ διεμαρτύρατο πολλάκις ὁ δαίμων, ὅτι τὸ κήρυγμα τῶν Ἀποστόλων σώζει· τότε καὶ ὁ Παῦλος ἐξέβαλεν αὐτόν· ἵνα δείξῃ τοῖς αὐτὸ k πιστεύουσιν, ὅτι ἰσχυρότερος αὐτοῦ ἦν πᾶς πιστὸς, καὶ ἐξουσίαν εἶχεν ὡς ὑποταγέντα αὐτῷ τὸν δαίμονα συγχωρῆσαι μένειν καὶ ἀπολῦσαι· ὅρα δὲ πῶς ἐνήργησε τῶν Χριστοῦ δούλων ὁ λόγος· ὅτι εὐθὺς ἅμα τῇ κελεύσει αὐτῶν τὰ δαιμόνια ἐξῄει. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, παραγγέλλω σοι, ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῆ ὥρᾳ. Τοῦ Χρυσοστόμου. Τί δήποτε καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ ὁ Παῦλος ἐκώλυσε; κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο λοιπὸν ἀξιόπιστον ἑαυτὸν ποιεῖν· εἰ γὰρ προσήκατο αὐτοῦ τὴν μαρτυρίαν ὁ Παῦλος, πολλοὺς ἃν καὶ τῶν πιστῶν ἠπάτησεν, ἅτε ὑπ’ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται κἀς ἑαυτοῦ εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ, καὶ αὐτὸς συγκα- ταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. τὸ μὲν οὐν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἁπλῶς ἑαυτον ἐπιρρίπτειν τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποίων, καὶ τὸ ἔργον ἐδείκνυ, τότε ἐκέλευσεν αὐτὸ ἐξελθεῖν. Καὶ μετ’ ὀλίγα —“Διαπονηθεὶς δὲ ὁ Παῦλος,” τουτέστι τὴν κακουργίαν εἶδε τοῦ δαίμονος, καθὼς αὐτὸς λέγει· “οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.” Σεβήρου ἀπὸ 1 Ἐξέβαλε τὸ πνεῦμα ὁ Ἀπόστολος, ἅμα ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία τοῖς κήρυξι τῆς ἀληθείας ἡ ἀπὸ πονηρῶν πνευμάτων. πρὸς δὲ τούτοις ἐδεδοίκει, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες τοὺς εὐχερεῖς τῶν ἀνθρώπων δι’ ὧν εἰρήκασι τἀληθῆ, ψεύδη τινὰ καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες ὡς πάλιν ἀληθεύοντες, μεγίστης βλάβης αἴτιοι γένωνται τοῖς πολλοῖς. Ὥσπερ σκολιὸς ποὺς ὀρθῷ ὑποδήματι οὐκ ἐναρμόζεται, οὕτως οὐδὲ καρδίαις ἐνδιαστρόφοις ἡ αἴνεσις τοῦ Θεοῦ ἐπιτρέπει· διὰ τοῦτο οἶμαι, ὡς οὐ πρέποντος τῷ στόματι τῶν δαιμόνων τοῦ περὶ τοῦ Σωτῆρος λόγου, ἀφαιρεῖται αὐτῶν τὴν ἐξουσίαν, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι· καὶ τῷ Πύθωνι ὁ Παῦλος ἐπιτιμᾷ, ἵνα μὴ ἀπὸ ἀκαθάρτου ἄγος συνίσταται. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας. Τοῦ Χρυσοστόμου. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. · ὣ τῆς ὠμότητος τῆς Ἑλληνικῆς· ἐβούλοντο δαιμονᾶν τὸ κοράσιον ὥστε χρηματίζεσθαι. Καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον, οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰου- δαῖοι ὑπάρχοντες· καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξσετιν ἐστιν ἡμῖν παραδέχεσθαι, οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι. Τοῦ αὐτοῦ. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διατὶ καὶ ἐνταῦθα ἐκεῖνος λέγει, ὅτι “δοῦλοι Θεοῦ τοῦ ὑψίστου;” σὺ λέγεις, ὅτι “ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν·” ἐκεῖνος λέγει, ὅτι καταγγέλλουσιν ταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας· σὺ λέγεις, παραδιδόασιν ἡμῶν ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι· ὅρα οὐδὲ τῷ δαίμονι προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας τὴν φιλαργυρίαν. Καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ, περιρρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδί- ζειν· Τοῦ αὐτοῦ. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Καὶ μετ’ ὀλίγα —Διατί μὴ εἶπον ὅτι τὸν δαίμονα ἐξέβαλον; εἰς Θεὸν ἠσέβησαν· ἧττα γὰρ αὐτοῖς ἦν· ἀλλ’ ἐπὶ καθοσίωσιν τρέπονται, ὡς Ἰουδαῖοι λέγοντες· “οὐκ ἔχομεν βασιλέα εἰ ”μὴ Καίσαρα.” Πόλλας τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι, ἀσφαλῶς τηρεῖν αὐτοὺς· Τοῦ αὐτοῦ. Ὄρα δὲ αὐτοὺς οὐκ ἀποκρινομένους, ἵνα μείζονος θαύματος αἴτιοι γένωνται· ὅταν γάρ φησιν ἀσθενῶ, τότε δυνατός εἰμι· “ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ “δύναμίς μου, ἐν ἀσθενείᾳ τελειοῦται·” ὥστε καὶ ἐπιεικείας θαυμασθῆναι αὐτούς. Ἀμμωνίου. “Παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς “ῥεῖν αὐτούς·” ὥστε οὖν εἰδότες αὐτῶν τὴν δύναμιν ἐφρεναπάτουν ἑαυτοὺς λέγοντες, ὅτι ἀσφαλῶς αὐτοὺς τηρεῖ· καὶ ἐμαρτύρουν καὶ αὐτοὶ, ὅτι οὐκ ἦσαν οἱ τυχόντες ἄνθρωποι, ἀλλὰ μεγάλοι τινὲς, ἐξουσίαν ἔχοντες ποιεῖν ὃ θέλουσι διὰ τοῦ Κυρίου. Ὃς παραγγελίαν ταύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, Τοῦ Χρυσοστόμου. Καὶ τοῦτο αὐτὸ οἰκονομικῶς· ἐπειδὴ θαῦ- μέλλει γενέσθαι μέγα· ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν· ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον. Καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Τοῦ αὐτοῦ. Ὡς ἂν εἴποι τις, εἰς τὸ ἔργον· πόσων ταῦτα δακρύων ἄξια; οἷα μὲν ἔπαθον ἐκεῖνοι· ἡμεῖς δὲ ἐν τρυφῇ· ἡμεῖς δὲ ἐν θεάτροις· ἡμεῖς δὲ ἀπολλύμεθα καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, οὐδὲ μέχρι ῥημάτων διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου. *Περὶ τοῦ συμβάντος ἐκεῖ σεισμοῦ καὶ θαύματος, καὶ ὅπως πιστεύσας ὁ εἱρκτοφύλαξ, ἐν αὐτῇ τῆ νυκτὶ ἐβαπτίσθη πανέστιος. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκρόωντο δὲ αὐτῶν οἱ δέσμιοι. Τοῦ αὐτοῦ. Τί τούτων ἶσον γένοιτ’ ἂν τῶν ψυχῶν; ἐμαστίχθη. ’σαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ’ ἐπαννύχιζον· ὁρᾶτε ὅσον ἡ θλίψις ἀγαθόν· ἡμεῖς ἐπὶ ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν· τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἤσαν οὐχ ἡ του ὕπνου τυραννὶς αὐτοὺς εἷλεν οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν· οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν· ἀλλὰ ταῦτα δὴ μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς. Τοῦ αὐτοῦ. τίνος ἕνεκεν μεσονύκτιον τὸ πρᾶγμα γέγονε δὲ καὶ μετὰ σεισμοῦ ; ἀκούσατε Θεοῦ οἰκονομίαν καὶ θαυμάσατε· πάντων τὰ δεσμὰ ἐλύθη, καὶ αἱ θύραι ἀνεῴγησαν· ἀλλὰ τοῦτο μόνον διὰ τὸν δεσμοφύλακα γέγονεν· οὐ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν· ὅτι γὰρ οὐκ ᾔδεσαν οἱ δεσμῶται ὅτι λελυμένοι εἰσὶ, δῆλον ἀπὸ τῆς φωνῆς Παύλου· τί γάρ φησιν ; ἐφώνησε φωνῇ μεγάλῃ λέγων· “μηδὲν πράξῃς σεαυτῷ κακόν· πάντες γὰρ ἐσμὲν “ἐνθάδε· οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγμένας καὶ ἑαυτοὺς λελυμένους· οἱ γὰρ τοίχους διατεμόντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ δεσμῶν, οὐκ ἃν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων, καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν· καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Καὶ μετ’ ὀλίγα —Οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ· μετὰ πολλῆς οὑν τῆς σπουδῆς ἦν ἰδεῖν λελυμένους πάλιν καὶ καθεύδοντας· εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἃν ἐγένετο θόρυβος· τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα ; ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος. Ἀμμωνίου. τῷ ψαλμῳδῷ πειθόμενοι λέγοντι· “ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαι σοι ἐποίουν τοῦτο.” Σευήρου ἐκ τοῦ κατὰ Τῆσ Διαθήκησ Λαμπετίου Συντάγατοσ. Ἰδοὺ σαφῶς φησι τὸ γράμμα τὸ ἱερὸν, ὅτι ὕμνουν· καὶ οὐκ ἐν καρδίᾳ μόνον, ἀλλὰ ὥστε καὶ ἐξακούεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς1 εἰρημένον· “φωνῇ μου πρὸς τὸν Κύριον ἔκραξα· “φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην·’ μετὰ γὰρ τῆς μεγαλοφωνίας τῶν πράξεων δεῖ καὶ θυσίας αἰνέσεως ἀναφέρειν διὰ παντὸς τῷ Θεῷ· τουτέστι “καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, καθὼς Παῦλός φησι· καὶ Δαβὶδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, λέγει· “αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσο- “μαι·” μαῖ’ τὰ γὰρ τοῦ Πνεύματος λόγια διὰ τοῦ στόματος ᾄδοντες, τὴν βλάβην τῶν δαιμόνων ἐκκλίνομεν, τῶν ἐχθρῶν τῆς ἡμετέρας ζωῆς· δραπετεύουσι γὰρ ὥσπερ βέλεσι βαλλόμενοι τοῖς ψαλμοῖς, οὕτω γὰρ καὶ ὁ ἅγιος Βασίλειος· “ψαλμὸς δαιμόνων φυγαδευ- “τήριον· τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγὸν ὅπλον ἐν φόβοις “νυκτερίνοις.” Καὶ μετ’ ὀλίγα —“Εἰσαγομένων στοιχείωσις, “προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ ὁ Παῦλος φωνῇ μεγάλη, λέγων, μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γὰρ ἐσμὲν ἐνθάδε. Τοῦ Χρυσοστόμου. Σεισμὸς ἐγένετο, ὥστε ἀφυπνισθῆναι ἐκεῖνον· αἱ θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός· ταῦτα δὲ οἱ δεσμῶται οὐχ ἕωρων· ἦ γὰρ ἃν ἔφυγον ἅπαντες. Καὶ μετ’ ὀλίγα —Ἐθαύμασε Παῦλον· τὴν φιλανθρωπίαν Παύλου ἐξεπλάγη, τὴν ἀνδρίαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγεν· ὅτι καὶ αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. διατί δὲ μὴ ἄλλο σημεῖον γέγονεν ; ὅτι μάλιστα τοῦτο αὐτὸν ἐφειλκύσατο, ἱκανὸν πεῖσαι, ὅπουγε καὶ αὐτὸς ἐκινδύνευσεν· οὐ γὰρ οὕτως τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς ἡμετέραν σωτηρίαν ἥκοντα· ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γεγενῆσθαι ὁ σεισμός· ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτύρουν· καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν· οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ. Τοῦ αὐτοῦ. Ἔσεισε τὸ δεσμωτήριον, ἵνα σαλεύσῃ τὴν διανοίαν· ἵνα λύσῃ τὸν δεσμοφύλακα· καὶ ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν —Εἰδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν· ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐκ αὐτὴ τῶν δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ’ ἡ ἐναντία κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ· ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη· δεσμῶν δὲ τῶν διὰ Χριστὸν ἀυτὴ. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ· καὶ προαγαγὼν αὐτοὺς ἔξω, εἶπε, Κύριοι, τί δεῖ με ποιεῖν ἵνα σωθῶ ; Τοῦ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ ἀλλὰ τὴν δύναμιν ἐκπλαγέντα· εἶδες τί ἐκεῖ γέγονε, καὶ τί ἐνταῦθα· ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμω- τήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξαν αὐτοῦ τῆς καρδίας τὰς θύρας· ἔλυσε δεσμὰ διπλᾶ· ἧψεν ἐκεῖνος τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε· καὶ εἰσεπήδησε καὶ προσέπεσε· καὶ οὐκ ἐρωτᾶ πῶς τοῦτο γέγονεν, ἣ τι γέγονεν· ἀλλ’ εὐθέως φησὶ, τί δεῖ με ποιεῖν ἰνα σωθῶ; Ἀμμωνίου. Πἀλιν ἔνθεν ἐστι στοχάσασθαι τὸ αὐτεξούσιον τῆς τῶν ἀνθρώπων πίστεως. ἰδοὺ γὰρ τοσούτου γενομένου φόβου μόνος ὁ δεσμοφύλαξ ἐπίστευσε· καίτοι γε ἔδει μάλιστα τοὺς δεσμώτας κινηθῆναι πρὸς τὸ πιστεῦσαι· ὅπου γε καὶ πλείονος ἐπειράσθησαν τῆς θαυματουργίας· ἄφνω τὰς σιδηρᾶς αὐτῶν χειροπέδας ἑωρακότες διαρρηχθείσας· ἀλλ’ ἠλίθιοι ὄντες, πρὸς μὲν τὸ παρὸν ἐδειλίασαν, τῶν θεμελίων τῆς φρουρᾶς ἀνακινηθέντων καὶ τῶν θυρῶν ἀνεῳχθείσων· καταφρονηταὶ δὲ ὄντες τοῦ Θεοῦ, μετὰ τὸ πρᾶγμα τοσοῦτον ἐπελάθοντο τοῦ γεγονότος, ὥστε μηδὲ λαλῆσαι τῷ δεσμοφύλακι ἣ ἄλλῳ τινὶ τὸν γεγονότα φόβον· ἦ γὰρ ἃν ἤμελλον ὑπὸ τοῦ δεσμοφύλακος ἣ ὑπὸ τῶν περὶ Παῦλον ἀκοῦσαι τὸ αἴτιον τῆς θαυματουργίας, καὶ πολλάκις κατανυγῆναι εἰς θεοσέβειαν. ἡγοῦμαι δὲ καί τι τοιοῦτον γεγενῆσθαι καὶ ἐν ᾅδου, κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Λόγος κάτω, πρὸς ὀλίγον τοῦ θανάτου γενσάμενος· καὶ ἐσείσθησαν τὰ θεμέλια τῆς γῆς, καὶ πάντων τὰ δεσμὰ ἐλύθησαν· καὶ ὅσοι μὲν προσέδραμον τῷ Σωτήρι’ καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἐσώθησαν, ὡς ὁ δεσμοφύλαξ καὶ οἱ αὐτοῦ· ὅσοι δὲ ἀποπροσεποιήσαντο καὶ οὐκ ἀντεποιήσαντο τοῦ πολυπραγμονῆσαι τὸ παράδοξον τοῦ θαύματος, οὗτοι ἔμειναν πάλιν ἐν ᾅδου· ὥσπερ γὰρ οἱ περὶ Παῦλον ἐξῆλθον ἀπολυθέντες ἕω ἀπὸ τῆς φυλακῆς, οὕτω καὶ ὁ Χριστὸς ἔννυχος πρωίας ἀνελθὼν ἀπὸ τοῦ ᾅδου καὶ ἀπολυθεὶς, οὐ γὰρ ἦν m αὐτὸν εἰκὸς, Θεὸν ὄντα, κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, ἀνέστη, καὶ συντυχὼν τοῖς πιστοῖς αὐτοῦ μαθηταῖς, καὶ ταῖς περὶ Μαρίαν γυναιξὶν ἐν πρώτοις, καὶ παρακαλέσας αὐτοὺς καὶ παραθαρσύνας πρὸς τὴν πίστιν, καὶ λέγων, “θαρσεῖτε, ἀνελήφθη εἰς οὐρανοὺς, ἐνδημήσας πρὸς τὸν πατέρα ἑαυτοῦ τὸν Θεόν· οὕτω γὰρ καὶ οἱ περὶ Σίλαν ἐξελθόντες ἀπὸ τοῦ δεσμωτηρίου, καὶ συντυχόντες ταῖς περὶ Λυδίαν, καὶ τοῖς πιστοῖς ἀδελφοῖς, ἀπεδήμησαν. σημειωτέον δὲ ὅτι ἄνευ τοῦ πιστεῦσαι εἰς τὸν Ἰησοῦν, ἀδύνατον σωθῆναι· κἂν σώφρων τις ᾖ, κἂν κενόδοξος, κἂν πραὺς, κἂν εἴτι δήποτε ἕτερον εἴπῃς ἀρετῆς ἐχόμενον, διὰ τοὺς ψευδοφιλοσόφους, καὶ τοὺς Ἰουδαίους. Οἱ δὲ εἶπον, πιστεῦσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκία αὐτοῦ. Οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργασάμενος. Οὗτος ἐστὶν ὁ Στεφάνας, ὃν μνημονεύει Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνη τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα· ἀναγαγὼν δὲ αὐτοὺς εἰς τὸν οἶκον παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεῖ πεπιστευκὼς τῶ Θεῶ. Τοῦ Χρυσοστόμου. Ἔλουσεν αὐτοὺς, καὶ μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη· ἔθρεψε καὶ ἐτράφη· καὶ “ἠγαλλιάσατό,” φησι, καίτοι οὐδὲν ἦν ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί· τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι, ὅτι πάντων ἀφείθη· τί δεσμοφύλακος χεῖρον ; τι δὲ ἀγριώτερον ; μετὰ πολλῆς αὐτὸν ὑπεδέξατο τῆς τιμῆς· οὐκ ἐπειδὴ ἐσώθη εὐφράνθη, ἀλλὰ “πεπιστευκὼς τῷ Κυρίῳ. Τοῦ αὐτοῦ. Ἀπὸ ἑνὸς σημείου προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον· εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός εἰ δὲ χρὴ εἰπεῖν Εὐοδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν ’τον ἄνδρα. Ἀμμωνίου. Ἰδοὺ πάλιν καὶ ὧδε προλαμβάνει ἡ τὸ βάπτισμα· διὸ τὸν τέλειον ἄνδρα, Ἕλληνα ὄντα καὶ ἔξω ἔχοντα, οὐκ ὀφείλει βαπτίζειν τις, ἐν ᾧ μὴ δύναται ἀκοῦσαι λόγον κατηχητικὸν καὶ καταδέξασθαι, μάλιστα εἰ μηδέποτε ἐμυήθη λόγων θείων· βλέπε δὲ ὅτι διὰ τὴν ἀνάγκην εὐθὺς μετὰ τὴν κατήχησιν ἐπηκολούθησε τὸ βάπτισμα· δέος γὰρ ἦν, μὴ διωχθέντος τοῦ δυναμένου βαπτίσαι, μείνῃ ἀμέτοχος τῆς ζωῆς ὁ βουλόμενος, διὰ τὸ μὴ εἶναι ’τον τοῦτο ποιοῦντα. Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες, ἀπόλυσον τοὺς ἄνδρας ἐκείνους· ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνη. Τοῦ Χρυσοστόμου. Καὶ τῶν στρατηγῶν δηλωσάντων ὁ Παῦ- οὐκ ἐξέρχεται, ἀλλὰ καὶ διὰ τὴν Λυδίαν καὶ τοὺς ἀλλοφύλους φοβεῖ αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι· ἵνα καὶ τοὺς ἄλλους ἐν παρρησίᾳ καταστήσωσι· διπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους καὶ δημοσίᾳ· ὁρᾶς ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά. Τοῦ Χρυσοστόμου. Καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτοὺς, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτούς· καὶ τῷ φοβηθῆναι ὕστερον. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτοὺς, δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακὴν, καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσιν ; οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγέτωσαν. Τοῦ αὐτοῦ. Ἴνα μὴ δόξη ὡς κατάδικος ἀπολύεσθαι καὶ ἡμαρτηκὼς, διὰ τοῦτό φησι, “δείραντες ἡμᾶς δημοσίᾳ, καὶ τὰ ἑξῆς· ἵνα μὴ τῆς χάριτος αὐτῶν ᾖ τὸ πρᾶγμα· ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν· πῶς ἐκεῖνος ἐξῆλθε ; πῶς οὗτος ; καίτοι ἀμφότεροι Ἀπόστολοι. *ὅτι παρακληθέντες, τότε ἐξῆλθον ἐκ τοῦ δεσμωτηρίου. Ἀπήγγειλαν δὲ τοῖς στρατιώταις οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοι εἰσὶ, καὶ ἐλθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. Τοῦ αὐτοῦ. Οὐχ ὅτι ἀδίκως ἐνέβαλον ἠρώτων αὐτοὺς τῆς πόλεως· χάριν ᾐτήσαντο ταύτην· οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες αὐτὴν, οὕτως ἐξῆλθον· οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ· ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλ’ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παρεῖναι λοιπὸν, τὸ γὰρ θαῦμα μεῖζον φαίνεται τῶν ἐργαζομένων. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες τοὺς ἀδελφοὺς, παρεκάλεσαν αὐ- τοὺς, καὶ ἐξῆλθον. Ἀμμωνίου. Ὣ πόσην εἶχον ἀτυφίαν καὶ ἀγάπην· ὅτι οὐκ ἄλλως ἠνέσχοντο ἐκδημῆσαι, καὶ ταῦτα παρὰ τῶν στρατηγῶν κατασπευδόμενοι, εἰ μὴ εἰσῆλθον πρὸς τὴν εὐτελῆ γυναῖκα καὶ τοὺς λοιποὺς, οὓς καὶ ἀδελφοὺς ἐκάλουν, καὶ συνετάξαντο αὐτοῖς.