Ancient Greek · ~81 min
ΚΕΦ. ΚΖ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΖ..1
Not analysed yet
Περὶ Ἀκύλα καὶ Πρισκίλλης καὶ τῆς Κορίνθου ἀπειθείας· τῆς τε κατὰ πρόγνωσιν ἐπ’ αὐτοῖς εὐδοκίας τοῦ Θεοῦ ἀποκαλυφθείσης τῷ Παύλῳ. Μετὰ δὲ ταῦτα χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον· καὶ εὑρὼν τινὰ Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρατκίλλαν γυναῖκα αὐτοῦ, Τοῦ Χρυσοστόμου. Εἰς Κόρινθον, ὡς ἔφην, ὑπὸ τοῦ Πνεύματος ἠπείγετο, ἐν ᾗ μένειν ἔδει· οἱ γὰρ Ἀθηναῖοι, καίτοι ξένης ὄντες ἀκροάσεως ἐρασταὶ, ὅμως οὐ προσεῖχον· οὐ γὰρ τοῦτο ἐσπούδαζον· ἀλλ’ ὥστε ἀεὶ τι ἔχειν εἰπεῖν, ὅπερ αὐτοὺς καὶ προσχέσθαι ἐποίησεν· εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν ὅτι ξένων δαιμονίων καταγγελεύς ἐστιν; ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τὰ σπέρματα, τὸ γὰρ πλέον αὐτῷ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Διὰ τὸ διατεταχέναι Κλαύδιον, χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· Τοῦ αὐτοῦ. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη ὁ Παῦλος· ἐπὶ δὲ Κλαυδίου ἀνεριπίζετο λοιπὸν ὁ πρὸς Ἰουδαίους πόλεμος· μακρόθεν μὲν, ὥστε κἂν οὕτως σωφρονίσαι· καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἠλαύνοντο· διὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ’ ὡς ὑπὸ τῆ τάξει πράττων· καὶ φυλάττεται ἐκεῖ. Καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενε παρ’ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Πάρ’ αὐτῷ μένει, καὶ οὐκ αἰσχύνεται μένων· ἀλλὰ καὶ διὰ τοῦτο μένει, ὡς ἐπιτήδειον εὑρὼν καταγώγιον· πολλῷ γὰρ αὐτῷ τῶν βασιλείων ἐπιτηδειότερον ἦν· καὶ μὴ γελάσῃς, ἀγαπητέ· καθάπερ γὰρ ἀθλητῇ ἡ παλαίστρα τῶν ἁπαλῶν στρωμάτων μᾶλλον χρήσιμον, οὕτω καὶ πολεμιστῇ τὸ ξίφος τὸ σιδηροῦν, ἀλλ’ οὐ τὸ χρυσοῦν· καὶ εἰργάζετο κηρύττων· αἰσχυνθῶμεν ἡμεῖς οἱ καὶ χωρὶς τοῦ κηρύττειν ἀργῶς ζῶντες. Τοῦ αὐτοῦ. Μηδεὶς τοίνυν αἰσχυνέσθω τῶν τὴν τέχνην ἐχόντων, ἀλλ’ οἱ εἰκῆ τρεφόμενοι καὶ ἀργοῦντες· οἱ διακόνοις κεχρημένοι πολλοῖς, καὶ ἀφάτου θεραπείας ἀπολαύοντες. τὸ γὰρ διὰ παντὸς ἐργαζόμενον τρέφεσθαι, φιλοσοφίας εἶδος ἐστί· τούτων αἱ διάνοιαι καθαρώτεραι· τούτων αἱ διάνοιαι εὐτονώτεραι· ὁ γὰρ ἀργῶν πολλὰ εἰκῆ μᾶλλον πράττει x· καὶ ἐργάζεται δι’ ὅλης ἡμέρας οὐδὲν, πολλῆς νάρκης ἐμπεπλησμένος· ὁ δὲ ἐν ἐργασίᾳ ὣν, οὐδὲν ταχέως περιττὸν παραδέξεται· οὔτε ἐν ἔργοις, οὔτε ἐν λόγοις, οὔτε ἐν ἐννοίαις. ὅλη γὰρ δι’ ὅλης συντέταται πρὸς τὸν ἐπίπονον βίον ἡ ψυχή. μὴ τοίνυν καταφρονῶμεν τῶν ἀπὸ τῶν χειρῶν τρεφομένων, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς μακαρίζωμεν διὰ τοῦτο. Καὶ πάλιν —Παῦλος οὗτος μετὰ μυρίους διαύλους, κατὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνορραφείουy ἑστὼς δέρματα ἔρραπτε· καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων, “ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες “αὗται.” Τοῦ αὐτοῦ. Ὁ Κύριος ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ· καὶ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· “ὁ δὲ “υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίνῃ· ὁμοίως καὶ οἱ αὐτοῦ μαθηταὶ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι· καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνορράφον z· κατέλυον καὶ πρὸς πορφυρόπωλιν a· οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν. Ἀμμωνίου. Σημειωτέον ὅτι εἰργάζετο ὁ Ἀπόστολος, καὶ σκηνοπηγικὴν εἶχε τέχνην. Ἀνθισταμένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος αὐτοῦ τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τοῦ Χρυσοστόμου. Ὥστε μὴ ῥήματι μόνον, ἀλλὰ καὶ πράγ- ματι φοβῆσαι· καὶ σφοδρότερον διαλέγεται, ἅτε καὶ πολλοὺς πεπεικώς. Καὶ πάλιν—Σφοδρῶς αὐτοὺς φοβήσας ὁ Παῦλος ἀφίσταται ἀυτῶν. Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰς ὑμῶν· καθαρὸς ἐγώ· Ἀμμωνίου. “To αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· ἀσαφές ἐστι τὸ ῥητόν· ο7μαι δὲ αὐτὸ τοῦτο λέγειν· ἕκαστος τῶν ἀπιστούν- ἀπιστούντων Χριστῷ, ὅς ἐστι ζωὴ, δοκεῖ ἑαυτὸν φονεύειν, ἀπὸ τῆς ζωῆς μεταβαίνων εἰς θάνατον· τὸ αἷμα ἑαυτοῦ τρόπον τινὰ ἐκχέων διὰ τῆς σφαγῆς, ἣν ἐπιφέρει ἑαυτῷ· τοῦτο οὖν φησίν· ἀνθ’ ωτν σφά- δίκην, ἐμοῦ ἀθῴου ὄντος. ἐκ ταύτης δὲ τῆς σημειώσεως δυνατὸν τάχα εἰπεῖν, ὅτι ὁ σφάζων ἑαυτὸν τιμωρεῖται ὡς φονεὺς παρὰ τῷ Θεῷ· εἰ δὲ ἄλλος τις γένηται αἴτιος αὐτῷ τούτου, κἀκεῖνος· τι γὰρ ὅτι διωκόμενός τις ὑπό τινος, καὶ ῥίψας ἑαυτὸν κατὰ κρημνῶν ἀπέθανεν, ἣ καὶ ὑπὸ πολλῆς περιστάσεως, καὶ πικρᾶς φυλακῆς, καὶ ποικίλων ἐπιπολὺ βασάνων συνεχόμενος, δηλητηρίῳ ἐχρήσατο; Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύομαι. καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τίτου Ἰούστου, σεβομένου τὸν Θεὸν, Τοῦ Χρυσοστόμου. Ὄρα πῶς πάλιν εἰπὼν “ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ. ὥστε τοῦ διεγεῖραι ἕνεκεν ἔλεγε τοῦτο. Οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Τοῦ Αὐτοῦ. Ὥστε καὶ ἀπὸ τούτου ζῆλον ἔχειν ἀπὸ τῆς γειτ- νιάσεως. *Περὶ Κρίσπου ἀρχισυναγώγου πιστεύσαντος σὺν ἑτέροις τισὶ καὶ βαπτισθέντος. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἰκῶ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. Τοῦ Αὐτοῦ. Ὄρα γοῦν εὐθέως τὸν ἀρχισυνάγωγον Κρίσπον πεισθέντα, καὶ ἑτέρους πολλοὺς, τούτου γενομένου· “καὶ ἐβαπτί- “ζοντο·” τοῦτον λέγει Κρίσπον, ὡς καὶ γράφων φησὶν, “οὐδένα “ἐβάπτισε εἰ μὴ Κρίσπον καὶ Γάϊον·” τοῦτον οἰμαι καὶ Σωσθένην λέγεσθαι, ἄνδρα πιστὸν, ὥστε καὶ τύπτεσθαι καὶ παρεῖναι ἀεὶ τῷ Παύλῳ· ἔπειθε δὲ τὸν Κρίσπον τὸ πλῆθος, ἡ δὲ οἰκείωσις τοῦ Χριστοῦ πλέον· μείζων γὰρ ὁ κίνδυνος ἐγίνετο λοιπὸν, καὶ τῶν πλειόνων πιστευόντων, καὶ του ἀρχισυναγώγου. Εἶπε δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ, μὴ φόβου, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός μοι πολύς ἐστιν ἐν τῆ πόλει ταύτῃ. ἐκάθισε δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Ἀμμωνίου. Σημειωτέον ὅτι εἶδε τὸν Κύριον Ἰησοῦν ὁ δι’ ὀνείρων· διὸ καὶ αὐτὸς ἔλεγεν· “οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν “ἑώρακα;” εἴτε δὲ δι’ ὀνείρων, εἴτε καὶ ἐγρηγορὼς ἐθεώρησε τὸν Ἰησοῦν, οὐδεμία διαφορά· πλὴν καὶ ἐν ἡμέρᾳ ὤφθη αὐτῷ. Διδύμου. Ἐν Κορίνθῳ τυγχάνοντι τῷ Ἀποστόλῳ, ὁ Θεὸς ὁράματος ὀφθεὶς, προτρέπεται αὐτὸν μὴ φείδεσθαι τοῦ λέγειν τὸν τῆς διδασκαλίας λόγον· τὴν αἰτίαν τοῦ μὴ δεῖν σιωπᾶν, ἀλλὰ λαλεῖν αὐτὸν, δηλώσας· ἔστι δὲ αὕτη· πολλοὺς εἶναι ἐν τῇ πόλει τῇ προκειμένῃ γνωσθέντας αὐτῷ τῷ Θεῷ, ὡς παραδέξονται τὴν κηρυττομένην διδασκαλίαν· ἐπεὶ γὰρ εἰκὸς ἦν ἄνθρωπον ὄντα δεδιέναι ἐπιβουλὴν, σχεδὸν γὰρ πάντες εἰσέτι τότε εἰδωλολάτραι ἐτύγχανον, παραθαρσύνει, καὶ εἰς ἀνδρίαν ἀλείφει τὸν διδάσκαλον, φήσας, μετὰ σοῦ εἰμι, κωλύων πάντας τοὺς ἐπιτιθεμένους κακῶσαί σε· ὡς μηδὲ τὰς χεῖρας ἐπιβαλεῖν κατὰ σοῦ. ἐπεὶ οὖν χρῶνται τῷ ῥητῷ οἱ τὰς φύσεις εἰσάγοντες, φάσκοντες πολλοὺς εἶναι ἐν Κορίνθῳ τῆς πνευματικῆς φύσεως, οἳ καὶ λαὸς εἰσὶ τοῦ Θεοῦ, ῥητέον, ὡς οὐ διὰ φύσιν, ἀλλ’ εὐσεβῆ πρόθεσιν, οἰκειοῦται τις τῷ Θεῷ· οὕτω γὰρ καλεῖ λοιπὸν λαὸν ἑαυτοῦ τὸν οὐκ ὄντα αὐτοῦ πρότερον· ὅθεν Θεοῦ ὄντος τοῦ εἰρηκότος λαὸν εἶναι ἐκεῖ πλείονα, λεκτέον, ὡς εἶδεν ἤδη τὴν ἐσομένην συγκατάθεσιν πρὸς τὴν διδασκαλίαν. *Στάσεως κινηθείσης ἐν Κορίνθῳ, ὁ Παῦλος ὑπεχώρησεν, ἐλθὼν τὲ εἰς Ἔφεσον καὶ διαλεχθεὶς ἐξῆλθεν. Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαίας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Τοῦ Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὸν ὁ Κύριος πείθει· καὶ ὃ μάλιστα αὐτὸν ᾔδει, τοῦτο ὕστερον αὐτῷ λέγει· “ὅτι λαὸς “πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ· πῶς οὖν συνεπέθεντο, εἴποιτό τις ἄν; καὶ μὴν οὐδὲν ἴσχυσαν· ἀλλ’ ἦγον αὐτὸν πρὸς τὸν ἀνθύπατον· πάτον· ἱκανὸν δὲ αὐτὸν τοῦτο διαναστῆσαι τὸ μὴ παθεῖν· εἴτε ἠλέγχθη φοβούμενος, ἢ οὐκ ἠλέγχθη· οὐ γὰρ εἴασεν αὐτοὺς ὁ Κύριος ἀεὶ πάσχειν κακῶς, ὥστε μὴ ἀσθενεστέρους γενέσθαι· οὐδὲν δὲ οὕτως ἐλύπει τὸν Παῦλον, ὡς οἱ ἀπειθοῦντες, ὡς οἱ ἀντιταττόμενοι· τοῦτο καὶ τῶν κινδύνων χαλεπώτερον ἦν· διὰ τοῦτο αὐτῷ φαίνεται νῦν. Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Τοῦ Χρυσοστόμου. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· ἀπετείχισεν αὐτοῖς τὸ δικαστήριον· λαμπρὰ γέγονεν ἡ νίκη· δείκνυσι τῶν Ἰουδαίων τέως κατὰ τὸ πρόχειρον τὴν παράνομον κατὰ τοῦ Παύλου κατηγορίαν ὁ ἀνθύπατος, ἀποβαλλόμενος αὐτούς· καὶ κατακρίνει τὸν Πιλάτον, τὸν μηδεμίαν εὑρηκότα κατηγορίαν κατὰ τοῦ Θεοῦ Λόγου Ἰησοῦ, καὶ μαστιγώσαντα αὐτὸν, καὶ παρα- δόντα εἰς θάνατον· καίτοι αὐτὸς λέγων, “ὅτι οὐδεμίαν εὑρίσκω “ἀφορμὴν θανάτου κατὰ τοῦ ἀνθρώπου τούτου. Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ τούτων οὐ βούλομαι εἶναι· καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἰουδαῖοι Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν. Τοῦ αὐτοῦ. τυπτομένου γὰρ αὐτοῦ οὐχ ἡγήσατο ἰδίαν εἰναι ὕβριν, οὕτως ἦσαν ἰταμοὶ Ἰουδαῖοι· ὣ τῆς αἰσχύνης· ἀναισχύντησαν, καὶ οὐδὲν τῷ Γαλλίωνι ἔμελλε· καίτοι εἰς τὴν αὐτοῦ ὕβριν τὸ πρᾶγμα ἦν· ἀλλ’ ὡς δῆθεν ἐξουσίαν λαβόντες ἔτυπτον· διατὶ μὴ ἐκεῖνος ἐτύπτησε; καίτοι αὐτὸς ἐξουσίαν εἶχεν· ἀλλ’ ἐπαιδεύοντο, ὥστε καὶ τὸν δικαστὴν μαθεῖν, τίς ἦν ὁ ἐπιεικέ- στερος· Ἀμμωνίου. Ἢ διὰ τοῦτο ἔτυπτον τὸν Σωσθένην, ἐπειδὴ καὶ αὐτὸς ἦν μᾶλλον προστιθέμενος τῷ Παύλῳ, ὡς καὶ Κρίσπος ὁ ἀρχισυνάγωγος· ἣ εἰς τοσοῦτον ἤσαν ἐληλακότες μανίας, ὅτι ἀπο- τυχόντες τοῦ σκοποῦ ἑαυτῶν, ἀντὶ τοῦ τύπτειν τὸν Παῦλον, Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον· ἣ διὰ τοῦτο ἔτυπτον αὐτὸν, ἐπειδὴ ἠβουλήθησαν αὐτὸν φονεῦσαι τὸν Παῦλον, καὶ Σωσθένης διεκώλυσεν αὐτούς. Καὶ μετ’ ὀλίγα—Ἐπ’ αὐτοῦ τοῦ ἄρχοντος ἀκαθοσιώτως ποιοῦντες, ἔτυπτον Σωσθένην, τοῦτο λέγοντες· εἰ ὁ θέλων ποιεῖ ὃ θέλει, καὶ οὐκ ἔστι νόμος, ἰδοὺ ἡμεῖς τύπτομεν τοῦτον· καὶ οὐ προσεποιεῖτο αὐτοὺς ὁ ἀνθύπατος, ἀλλ’ εἴα αὐτοὺς τύπτειν ἀλλήλους· ἐπεὶ εἰ ἦσαν κατά τινος ἄλλου καὶ μὴ κἀς ἑαυτῶν ποιήσαντες τὸ ἄτοπον τοῦτο, πάντως εἶχεν αὐτοὺς σωφρονίσαι. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν· εἶχε γὰρ εὐχήν. Τοῦ Χρυσοστόμου. Ὄρα πῶς ὁ νόμος κατελύετο. ὅρα πῶς τῷ συνειδότι κατείχοντο· τοῦτο γὰρ Ἰουδαῖκὸν ἦν τὸ κείρεσθαι τὰς κεφαλὰς κατ’ εὐχήν ἔδει δὲ καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγέ- νετο ἔτι μετὰ τὸ τυφθῆναι τὸν Σωσθένην· ἔδει γὰρ αὐτὸν ἔτι μένειν καὶ παρακαλέσαι περὶ τούτων· τί πάλιν ἐπιθυμεῖ τὴν Συρίαν καταλαβεῖν; ἐνταῦθα ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί· ἐνταῦθα παρεδόθη τῇ χάριτι τοὐ Θεοῦ· ἐνταῦτθα τοιαῦτα ἤνυσε πράγματα κατὰ τὸ δόγμα. ἘΞ ἀνεπιγράφου. Ἐπειδὴ ἐδόκει τοῖς Ἰουδαίοις τοῦ νόμου διδάσκειν, καὶ ἐσκανδαλίζοντο πολλοὶ εἰς αὐτὸν, καὶ οὐ παρεδέχοντο τὸ κήρυγμα, τούτου χάριν καὶ ἐνταῦθα καὶ ἐν τῷ ἱερῷ ἐν Ἱεροσολύμοις, οἰκονομικῶς τοῦτο πράσσει· καὶ τοῦτο ἦν ὃ αὐτὸς ἔλεγεν, “ἐγενόμην τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὕπο νόμον κερδήσω. Ἀμμωνίου. Εὐχὴν ἣν λέγει ὑπόσχεσιν ὑποσχόμενος ἦν τὴν τρίχα ἵνα μηκέτι ὡς κοσμικὸς τὰ τῶν κοσμικῶν πραττει· ἀλλ’ ὡς κατὰ Θεὸν ζῶν παραμείνῃ τῇ Ἐκκλησίᾳ σχολάζων τὸ ἀκόλουθον τοῖς Ἀποστόλοις καὶ μαθηταῖς· καὶ Ἀκύλας δὲ ἐξ ὑποσχέσεως ἀπέκοψεν ἑαυτοῦ τὰς τρίχας. σημειωτέον δὲ ὅτι οἱ θέλοντες δῆθεν θεοσεβῶς ζῆν, ἐποίουν τοῦτο· ὥστε οὖν καλῶς καὶ οἱ μονάζοντες καὶ αἱ κανονικαὶ ἀποκείρονται τὴν κόμην· οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίουν, ἀλλ’ ἔθος ἦν παλαιὸν Ἰουδαίοις τοῦτο, ὡς ἐν τῷ λβ΄ κεφαλαίῳ εὑρήσεις· κἀκεῖνοι μὲν σκιοτύπως, ἡμεῖς δὲ ἀληθείᾳ τὸ ἔργον ποιοῦμεν, ἐν τῷ κόσμῳ διὰ τῆς ἀποκοπῆς τῆς κόμης ἀποταττόμενοι· ἐν τῷ κεφαλαίῳ τούτῳ μέμνηται ὁ συγγραφεὺς Ἀκύλα καὶ Πρισκίλλης καὶ Κρίσπου καὶ Τίτου· ὃν καὶ αὐτὸς ὁ Ἀπόστολος ἔν τισι τῶν Ἐπιστολῶν ἑαυτοῦ, ὡς καὶ Λουκᾶς μέμνηται καὶ Μάρκου καὶ Τιμοθέου οἱ ἦσαν σὺν αὐτῷ περινοστοῦντες. Διδύμου. τοῦ Σωτῆρος μετὰ τὴν ἀνάστασιν εἰπόντος μαθηταῖς, “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· γνῶσιν εἶχον οἶς ἐνεχείρησε τὴν πρόσταξιν, ὡς θέλει ὁ Θεὸς πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ ἐπεὶ προδιῄρητο τῶν ἀνθρώπων τὸ γένος αἱρεσιλατρείας εἰς Ἰουδαίους καὶ Ἕλληνας, διαίρεσις γέγονε καὶ τῶν κηρύκων τοῦ Εὐαγγελίου· ὡς τοὺς μὲν ἐγχειρισθῆναι διδάσκειν τοῖς Ἰουδαίοις, τοὺς δὲ Ἀποστόλους εἶναι τῶν ἐθνῶν· ἀλλ’ ἐπεὶ σκοπὸν ἕνα εἶχον πάντες οἱ διδάσκαλοι, προσαγαγεῖν τῇ γνώσει τοῦ ἑνὸς Θεοῦ, καὶ τῇ κατηχήσει τοῦ Εὐαγγελίου· ἀμέλει Παῦλος ἐθνῶν Ἀπόστολος ὣν, εἰ ποτε παρετύγχανεν ὠφεληθῆναι δυνάμενος Ἰουδαίοις, Ἰουδαῖοις, Ἰουδαίοις ἐγένετο, ὅπως μὴ ἀλλοτριωθῶσιν αὐτοῦ ὡς ἀφιστῶντος νόμου, καίτοι ὑπεραναβὰς ἤδη τὸν τῆς σκιᾶς Ἰουδαϊσμόν· ταύτῃ γοῦν κατὰ τὰ πάτρια νόμιμα κείρεται τὴν κεφαλὴν ἐν Κεγχρεαῖς, εὐχὴν ἔχων περὶ τούτου, κατὰ διάταξιν τοῦ παλαιοῦ νόμου· ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις ἐλθὼν τοῖς ἔχουσι τὴν τοιαύτην εὐχὴν τέσσαρσιν ἀνδράσι συνέδραμε γνώμῃ, τῶν ἐκεῖ πρεσβυτέρων συμβουευσάντων λῦσαι αὐτὸν τὴν κρατήσασαν περὶ αὐτοῦ διαβολὴν, ὡς ἄρα ἀποστασίαν τοῦ νόμου διδάσκει· πρὸς τούτοις δι’ ὠφέλειαν ἑτέρων Ἰουδαίων περιτέμνει Τῖτον καὶ Τιμόθεον· δηλοῖ δὲ τὴν πρόθεσιν ἑαυτοῦ, καθ’ ἣν ταῦτ’ ἐποίει, γράψας, ὡς ἐπὶ τῷ κερδῆσαι αὐτοὺς, Ἰουδαῖος ἐγένετο αὐτοῖς· καὶ Πέτρος δὲ τῆς προειρημένης γνώμης ὢν, Ἀπόστολος τεθεὶς τῆς περιτομῆς, καὶ Ἕλληνας ἐδίδασκεν, ὅτε λόγος ᾕρει· εἰσῆλθε γοῦν πρὸς Κορνήλιον, καὶ πάντας τοὺς ἅμα αὐτῷ ἀκροβυστίαν ἔχοντας, πληροφορίαν ἔχων ὑπὸ Θεοῦ, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· ἀπολογεῖται γοῦν εἰδέναι, ὡς οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, δεχόμενος τὸν ἐν παντὶ ἔθνει c καὶ τόπῳ φοβούμενον αὐτὸν, καὶ ἐργαζόμενον δικαιοσύνην· εἰ γὰρ τὸν οὕτως ἔχοντα ἀρετῆς δέχεται ὁ Θεὸς, οὐ συντελεῖ τι μετὰ τὸ Εὐαγγέλιον ἡ περιτομὴ πρὸς θεοσέβειαν· ὅθεν καὶ ποιῶσι τοιαῦτα τινὰ οἱ Ἀπόστολοι, διὰ σωτηρίαν τῶν προσερχομένων Ἐλλήνων τε καὶ Ἰουδαίων, ὡς ἀδιαφόροις αὐτοῖς χρῶνται· δεόντως αὐτὰ πράττοντες, δυνατοῦ ὄντος καὶ κακῶς αὐτοῖς χρήσασθαι ὑπ’ ἄλλων· ἔννοια γὰρ ἀδιαφόρου, τὸ οἷον τε εὖ καὶ χειρόνως αὐτοῖς χρήσασθαι. Κατήντησε δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Τοῦ Χρυσοστόμου. τούτους ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως ὡς διδάσκοντας· τοσοῦτον γὰρ αὐτῷ συγγενόμενοι χρόνον πολλὰ ἐμάνθανον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς· ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι· ἐπειδὴ δὲ οὐκ ἠνέσχετο, ἐπειγόμενος ἐλθεῖν, οὐχ ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· ἐκείνους δὲ τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἐρωτώντων δὲ αὐτὸν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ 1 ἐπένευσεν· ἀλλ’ ἀποταξάμενος αὐτοῖς καὶ εἰπὼν, δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσό- λύμα· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου· Τοῦ Χρυσοστόμου. Ο Παῦλος προφήτης ὣν, καὶ εἰδὼς ὅτι ἤμελλεν ἀναστρέφειν, ἐπηγγείλατο πάλιν ἀναστρέφειν· πλὴν ἵνα μή τις ὑπὸ προπετείας τὸ αὐτὸ ποιῇ, ἀτόπως ὑπισχνούμενος τόδε τι ποιεῖν, ἐδίδασκεν ἡμᾶς μηδὲν περὶ τῶν μελλόντων ὑπισχνεῖσθαι ποιει-ν,δίχα τοῦ εἰπεῖν “τοῦ Θεοῦ θέλοντος·” οὕτω γὰρ καὶ ὁ Ἰάκωβος παραινεῖ ἐν τῇ αὐτοῦ Ἐπιστολῇ· **οὐ γάρ τις ο-ι’δε τί τέξεται ἡ ^’ἐπιοῦσα ἡμέρα·” ἄφρων οὖν ὁ μὴ προσδιορίζων τῇ ἐπαγγελίᾳ τὸ, ἐὰν ὁ Κύριος θέλῃ· καὶ ἐὰν ὡς θαρρῶν, ὅτι πάντως ποιήσει, ἔπαγ’ γέληται, ἀκούσεται πολλάκις, ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαίρω· ἃ δὲ ὑπέσχω πότε ἔσται ; Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασά- μένος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. καὶ ποιψ σὰς χρόνον τινὰ, ἐξῆλθε, διερχόμενος καθεξῆς τὴν Γα- λατικὴν χώραν καὶ τὴν Φρυγίαν, ἐπιστηρίζων τοὺς μαθητάς. ἈMMΩΜ́ΩΥ. Ἔθος ἀεὶ τοῦτο τῶ Παύλῳ, ἐπισκέπτεσθαι τοὺς πιστοὺς, καὶ ἐπιστηρίζειν αὐτούς· εἰ γὰρ εὗρεν αὐτοὺς σαθρωθέν- σαθρωθέντας ἣ ἀτονίσαντας, διὰ τοῦ διδασκαλικοῦ αὐτοῦ λόγου ἀνεκούφιζεν αὐτοὺς, τὰ βάρη αὐτῶν ἐπιστηρίζων διὰ τοῦ Θεοῦ λόγου, ἵνα ἐλπί- ζοντας εἰς αὐτὸν ὡς δυνάμενον ἀνωρθῶσαι τοὺς κατερραγμένους, καὶ ἰσχυροποιῆσαι διὰ τῆς ἁγίας καὶ ἀφθάρτου αὐτοῦ σαρκὸς τὰ φθαρτὰ ἡμῶν μέλη, θαρσαλεώτεροι πρὸς τοὺς πόνους γένωνται. *Περὶ ’Λπολλδ ἀνδρὸς λογίου καὶ πιστοῦ. Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὣν ἐν ταῖς γραφαῖς. ToT ΧΡΥΣΩΣTόMΩΥ. Ἴδου καὶ λόγιοι λοιπὸν ἐνήγοντο, καὶ ἀπο- δημοῦσι λοιπὸν καὶ οἱ μαθηταί· ὁρᾶς ἐπίδοσιν τοῦ κηρύγματος. Δ1ΔΎMοΥ. Ἐἰσὶ διαβεβαιούμενοι, ὡς Ἀπολλῶς ὁ αὐτός ἐστιν Ἀπελλῆς τῶν Κορινθίων Ἐπίσκοπος, περὶ οὗ γράφει Παῦλος· “περὶ δὲ Ἀπολλῶ πολλὰ παρεκάλεσα αὐτόν· καὶ “ὅτι ἐγὼ ἐφύ- “τευσα, Ἀπολλῶς ἐπότισε· καὶ εἰ ἀληθὲς τοῦτο, σκόπει εἰ διώνυμος ὁ ἀνὴρ, εἰ ἄλλως μετεποίθη θάτερον τῶν ὀνομάτων εἰς τὸ λοιπόν. Ἀμμωνίου. Πεπαιδευμένος τὴν θείαν γραφὴν, καὶ λόγον δυνάμενος τοῖς ἐρωτῶσι, καὶ ἱκανὸς ὣν εἰς τὸ παραστῆσαι τὰ νέα τῇ παλαιᾷ συνᾴδοντα, καθὼς παρακατιών φησι, “δυνατὸς “ὣν ἐν ταῖς γραφαῖς.” Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν d τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι, ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· Τοῦ Χρυσοστόμου. Εἰ τὸ βάπτισμα μόνον Ἰωάννου ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζη; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο· καὶ εἰ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ, πολλῷ μᾶλλον καὶ οὗτος ἐδεήθη ἄν· τί οὖν ἐστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα· ἐμοὶ δοκεῖ οὗτος εἶναι τῶν ρκ τῶν μετὰ τῶν Ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτῳ· ἀλλ’ οὐδὲ βαπτί- ζεται· τὸ οὖν ἀκριβῶς ἐξετασθὲν τὸ ἐμοὶ δοκεῖ τοῦτο εἶναι· ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει, ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς οὐδὲ τὰ περὶ Ἰησοῦ, εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι· εἰ δὲ οὗτοι οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο. ΕΞ ἀνεπιγράφου. Ὅτι μὲν ὁ Χριστὸς ἐπεδήμησεν, καὶ ὅτι θεοσημείας ἐποίησε πολλάς· καὶ τάδε τυχὸν ᾠκονόμησεν· εἰκὸς δὲ ἀγνοεῖν τῆς ἐπιδημίας τὴν αἰτίαν, ὅτι διὰ τοῦτο πάραγέγονεν, ἵνα καταλύσῃ τὸν πόλεμον, καὶ ἀνέλῃ τὴν ἔχθραν, καὶ συνάψῃ τῷ Πατρὶ, καὶ πατήσῃ θάνατον, καὶ ἀνοίξῃ τὸν ᾅδην, καὶ ἐξαγάγῃ ἐκ σκότους, καὶ ἀναγάγῃ εἰς οὐρανὸν, καὶ συνθρόνους ἐν ἑαυτῷ ποιήσῃ, καὶ τῆς δόξης μεταδῷ τῆς βασιλικῆς· ταῦτα γὰρ ἐπλουτήσαμεν δι’ αὐτοῦ, ἐν αὐτῷ μένοντες. Ἀμμωνίου. Πῶς οὗτος μόνον εἰς τὸ Ἰωάννου βάπτισμα εἶχε Πνεῦμα Ἅγιον, οἱ δὲ παρακατιόντες οὐκ εἶχον; πρὸς ὃ δεῖ εἰπεῖν, ὅτι μᾶλλον διὰ τοῦτο ἔζεε τῷ Πνεύματι ὁ Ἀπελλῆς, ἐπειδὴ τῇ χάριτι Θεοῦ φωταγωγηθεὶς, ἀκριβῶς ἠπίστατο, καὶ ἐδίδασκεν ἀπὸ τῶν γραφῶν, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός· καὶ αὐτὴ ἡ γνῶσις οὐκ εἴα αὐτὸν ἠρεμεῖν, ἀλλ’ ἐδίδασκε καὶ αὐτὸς καὶ οἱ μαθηταὶ τὰ περὶ τοῦ Ἰησοῦ, ἔργον ποιῶν εὐαγγελιστοῦ. σημειωτέον δὲ ὅτι καὶ γυναῖκας τὸν λόγον τῆς πίστεως παραδιδούσας χρὴ πείθεσθαι· βλέπε δὲ πῶς ὅλως τοῦ σωθῆναι ἦν ὁ Ἀπελλῆς, ὅτι καίπερ λόγιος ὣν, καὶ τὰ τῆς γραφῆς διαγινώσκων ἀπόκρυφα, οὐκ ἀπηξίωσε τὸ ἀκριβὲς τῆς πίστεως παρὰ γυναικὸς μαθεῖν· οὐδὲ πρὸς τῦφον ἐτράπη, παρὰ γυναικὸς ἀκούων ὡς ἐν ἐλεγμῷ, ὅτι ἁπλούστερον τὰ περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ λόγου κατηχήθης· διὸ ἠκρίβαζεν αὐτῷ τὰ τῆς πίστεως διὰ τῆς διδασκαλίας, καὶ κατεδέχετο ὁ Ἀπελλῆς ἀκούων· ᾔδει μὲν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ τοῦ Θεοῦ παῖς, καὶ συνίστατο ἀπὸ τῆς γραφῆς· πλὴν ἀτελὴς ἦν, μὴ εἰδὼς τὰ διὰ τοῦ Πνεύματος τοῖς Ἀποστόλοις λαληθέντα καὶ θεσπισθέντα· διὸ καὶ ἀκριβέστερον αὐτῷ οἱ περὶ Ἀκύλαν, ὡς ἀκολουθήσαντες τῷ Παύλῳ, ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ· οἷον, τὴν ἐν Πνεύματι λατρείαν, καὶ τὴν ἀχειροποίητον περιτομὴν, καὶ ὅσα ἄλλα πρὸς καταρτισμὸν τῆς Ἐκκλησίας ἐλέγετο. Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῆ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου. βουλομένου τὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαίαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· Τοῦ Χρυσοστόμου. Πολλὴ ἦν ἡ παρρησία τοῦ ἀνδρός· ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ἀλλ’ ἐδεῖτο ἀκριβείας, ἑτέρας διδασκαλίας· ταύτῃ τοι καὶ οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ Ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος· εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς ἀπὸ τῶν γραφῶν, εἶναι τὸν Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. τῷ μὲν οὖν δημοσίᾳ ἐλέγχειν ἡ παρρησία ἐδείκνυτο, τῷ δὲ σαφῶς ἡ δύναμις ἐδηλοῦτο· τὸ δὲ ἐκ τῶν γραφῶν ἐπιδείκνυσιν ἡ ἐμπειρία· οὔτε γὰρ ἡ παρρησία τι συνετέλει καθ’ ἑαυτὸ, οὐκ οὔσης δυνάμεως· οὔτε ἡ δύναμις, οὐκ οὔσης παρρησιας. Ἀμμωνήου. Δεῖ γὰρ εὔτονον εἶναι τὸν πιστὸν καὶ μὴ καταλελυμένον, κατὰ τῶν ἀνθισταμένων τοῖς τῆς Ἐκκλησίας θεσμοῖς, καὶ τῆ ἀκαπηλεύτῳ πίστει. Διδύμου. Οὐ διαφωνεῖ τὸ ἀκριβέστερον λαλεῖν τὰ περὶ τοῦ Ἰησοῦ τῷ ἀκριβέστερον ἐνδιαθέσθαι τὰ περὶ τῆς ὁδοῦ τῆς Χριστοῦ διδασκαλίας· δυνατὸν γὰρ ὁλοσχερῶς γνῶσιν ἔχοντα τῶν περὶ Ἰησοῦ ἀκριβῆ, δεέσθαι τῆς λεπτομερεστάτης αὐτῶν ἐξηγήσεως· ὁ προκείμενος γὰρ ἀνὴρ, Ἰουδαῖος ὑπάρχων δυνατὸς ἠπίστατο τὰς παλαιὰς γραφὰς, τὰς περὶ τοῦ Ἰησοῦ μαρτυρούσας· εἰτα λόγιος ὢν τῷ πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἃ ᾔδει περὶ τοῦ Ἰησοῦ ἐν ταῖς συναγωγαῖς· τοῦτον προσλαμβάνουσιν οὕτω σπουδῆς ἔχοντα, ἀκουσταὶ γενόμενοι τοῦ Ἀποστόλου Παύλου Ἀκύλας καὶ Πρίσκιλλα, ἐπὶ τῷ παραδοῦναι αὐτῷ πᾶσαν τὴν εὐαγγελικὴν ὁδόν· εἰκὸς οὖν τὸν Ἀπελλῆν εἰδέναι, ὅτι Ἰησοῦς ἐπεδήμησε τοῖς ἀνθρώποις, καὶ τάδε ᾠκονόμησε· μὴ μὴν εἰδέναι τῆς ἐπιδημίας τὴν αἰτίαν.