Ancient Greek · ~99 min
ΚΕΦ. ΚΗ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΚΗ..1
Not analysed yet
Περὶ βαπτίσματος καὶ τῆς τοῦ Ἁγίου Πνεύματος δωρεᾶς δοθείσης διὰ προσευχῆς Παύλου τοῖς ἐν Ἐφέσω πιστεύσασι, καὶ περὶ ἰάσεως τοῦ λαοῦ. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρεῖν τινὰς μαθητὰς, εἶπε πρὸς αὐτοὺς, εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτὸν, ἀλλ’ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν, ἠκούσαμεν. εἶπέ τε, εἰς τί οὖν ἐβαπτίσθητε; Πολλῶ οὗτοι ἐκείνων διεστήκασιν· οἱ μηδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν εἰδότες· ὅτι γὰρ οὐδὲ εἰς Χριστὸν ἐπίστευον, δῆλον ἐκ τοῦ ειπειν, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἴνα πιστεύσωσι· καὶ οὐκ εἶπεν ὅτι οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου, ἀλλ’ ὅτι ἀτελές· οὐδὲ προσέθηκεν, ἀλλ’ ἐδίδασκεν, καὶ πολλοὶ τὸ Πνεῦμα ἐλάμβανον· ὥστε εἰκὸς ἢν αὐτοὺς Πνεῦμα ἔχειν, μὴ φαίνεσθαι δὲ, οὐ γὰρ ἐβούλετο περιάγειν αὐτοὺς, ἀλλ’ εἰς Ἔφεσον καταλιπεῖν· οὗτοι δὲ μετὰ ταῦτα τὴν Κόρινθον ᾤκησαν· καὶ μεγάλα αὐτοῖς μαρτυρεῖ, καὶ Ῥωμαίοις ἐπιστέλλων προσαγορεύει αὐτούς· ὅθεν μοι δοκεῖ πη αὐτὰ εἰς Ῥώμην ἀπελθεῖν, ἅτε ἐμφιλοχωροῦντας τοῖς τόποις ἐκείνοις ὅθεν ἐξέπεσαν ἐπὶ Νέρωνος. Οἱ δὲ εἶπον, εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπε δὲ ὁ Παῦλος, Ἰωάννης ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τουτέστιν εἰς τὸν Χριστὸν Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Πόθεν ἐκεῖνοι ἐν Ἐφέσῳ ὄντες τὸ βάπτισμα εἶχον Ἰωάννου; ἴσως ἐπεδήμησαν τοῖς Ἰεροσολύμοις τότε, καὶ ἀπῆλθον, καὶ οὐδὲ τὸν Ἰησοῦν ἠπίσταντο· καὶ οὐ λέγει αὐτοῖς, πιστεύετε εἰς τὸν Ἰησοῦν· ἀλλὰ τι; “εἰ Πνεῦμα Ἅγιον ἐλάβετε;” ᾔδει ὅτι οὐκ εἶχον· ἀλλὰ βούλεται αὐτοῖς εἰπεῖν, ἵνα μαθόντες ὧν ἀπεστέρηνται, αἰτήσωσιν· ἀπ’ αὐτοῦ τοῦ βαπτίσματος προφητεύει, καὶ ἐνάγει αὐτοὺς ὅτι τοῦτο βούλεται τὸ βάπτισμα Ἰωάννου. διπλοῦν τὸ χάρισμα, γλῶσσαι καὶ προφητεῖαι· ἐντεῦθεν δείκνυται δόγμα μέγα, ὅτι ἀτελὲς Ἰωάννου τὸ βάπτισμα εἰς μετάνοιαν· καὶ οὐκ εἶπεν ἀφέσεως, ἀλλὰ μετανοίας βάπτισμα. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τοῦ Χπυσοστόμου. βαπτισθέντες δὲ εὐθέως Πνεῦμα ἐλάμβανον· τὸ δὲ Πνεῦμα οὐχ ἑώρων, ἀόρατον γάρ ἐστιν· αἰσθητὸν δέ τινα ἔλεγχον ἐδίδου τῆς ἐνεργείας ἐκείνης ἡ χάρις· καὶ ὁ μὲν τῇ Περσῶν, ὁ δὲ τῇ Ῥωμαίων, ὁ δὲ τῇ Ἰνδῶν, ὁ δὲ ἑτέρᾳ τινὶ τοιαύτῃ εὐθέως ἐφθέγγετο γλώσσῃ· καὶ τοῦτο ἐφανέρου τοῖς ἔξωθεν, ὅτι Πνεῦμά ἐστιν ἐν αὐτῷ τῷ φθεγγομένῳ. Ἀμμωνίου. Ὥστε οὖν τὸ Ἰωάννου βάπτισμα προτροπὴν μετανοίας μόνον, οὐ μὴν καὶ καθαρισμοῦ ἁμαρτίας· ὡς εἶναι ταυτὴν διαφορὰν τοῦ Ἰωάννου βαπτίσματος καὶ τοῦ τῶν πιστῶν· ὅτι τὸ τῶν πιστῶν καὶ ἄφεσιν ἁμαρτιῶν χαρίζεται· ὁ μὲν Ἰωάννης βαπτίζων ἔλεγε, βαπτίζω σε εἰς τὸν ἐρχόμενον μετ’ ἐμὲ, καὶ ἀπαιτῶ σε πιστεύειν εἰς αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ· ὁ δὲ πιστῶς βαπτίζων φησί· βαπτίζω σε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, εἰς τὴν ὁμοούσιον τριάδα πιστεύειν· καὶ ἀποπλύνων καὶ ἀπεκδύων αὐτὸν ἀπὸ τῆς προυπούσης αὐτῷ θρησκείας, καὶ μετενδύων αὐτὸν εἰς Χριστὸν, καὶ καθαρῶς τὴν οὖσαν διαγγέλλων πίστιν. σημειωτέον δὲ πάλιν, ὅτι μετὰ τὸ εἰς Χριστὸν βάπτισμα, διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ βαπτίζοντος, ἐπιφοιτᾶ τὸ νεῦμα τὸ Ἅγιον τοῖς βαπτισθεῖσι· καὶ ὅτι οὐκ εἶχον νεῦμα Ἅγιον οἱ τὸ Ἰωάννου βάπτισμα βαπτισθέντες· πῶς οὖν Ἀπελλῆς μόνον εἰς τὸ Ἰωάννου βαπτισθεὶς, ἔζεε τῷ Πνεύματι; ὁ Ἀπελλῆς εἰ καὶ ἔζεε τῷ Πνεύματι, ἀλλ’ οὖν οὐκ εἴρηται ὅτι καὶ Πνεῦμα Ἅγιον εἶχεν· ἀμέλει γοῦν οὔτε γλωσσαῖς ἐλάλει, οὔτε ἐπροφήτευεν· ἄλλο οὖν τί ἐστι τὸ ζέειν τῷ Πνεύματι, καὶ ἄλλο τὸ ἔχειν Πνεῦμα Ἄγ’ ἴον· ὁ ἔχων Πνεῦμα Ἄγ’ ἴον εἶχεν αὐτὸ ἐνοικοῦν ἐν αὐτῶ, καὶ ἐλάλει αὐτὸ τὸ Πνεῦμα ἐκ τῶν ἔσωθεν· ὡς πολλὰ τοιαῦτα κεῖται ὀπίσω, πῶς ἐλάλησε d τῷ Φιλίππῳ, τῷ Πέτρῳ, τοῖς Ἀποστόλοις, τοῖς περὶ Παῦλον, κωλῦον αὐτοὺς λαλεῖν τὸν λόγον ἣ μὴ λαλεῖν ἔν τισι τῶν πόλεων· ὁ δὲ ζέων τῷ Πνεύματι δι’ ἐλλάμψεως e καὶ προτροπῆς τῆς ἔξωθεν ἔπραττέ τι· ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος, ὡς ἃν εἰ δι’ ἀγγέλου τις ὁδηγηθείη ἣ φυλαχθείη. καὶ μή μοι λέγε, καὶ πῶς οἷόν τε ζέειν τῷ Πνεύματι, τὸν μὴ μέτοχον ὄντα τοῦ νεύματος; ἀπὸ γὰρ τῶν αἰσθητῶν τὸ ἀόρατον δεῖ στοχάζεσθαι· εἰ ὁ ἥλιος ἔξωθεν ὣν, καὶ τὸ πῦρ, διὰ τοῦ πλησιάζειν τοῖς σώμασιν ἢ καὶ ὀλίγον ἀφεστάναι, ὁ ἐστιν ἐπὶ πυρὸς εἰπεῖν, θερμαίνοι ἡμῶν τὰ σώματα, τι δεῖ εἰπεῖν περὶ τοῦ θείου Πνεύματος τοῦ ὄντως θερμοτάτου καὶ πυρίζοντος τὸν ἔσω ἡμῶν ἄνθρωπον, κἂν μὴ ἐνοικῇ, ἀλλ’ ἔξωθεν ᾖ; ἐγχωρεῖ οὖν, ᾗ πάντα δυνατά ἐστι τῷ Θεῷ, θερμαίνεσθαι τινὰ, κἂν μὴ ἐν ἑαυτῷ οἰκοῦν τὸ θερμαῖνον. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον· ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. Τοῦ Χρυσοστόμου. Διατί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν· ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης, καὶ τὴν αὐτὴν ἔχει ἰσχύν. Σχόλιον. Ἴδου ἐνταῦθα ἰδικῶς πληροῦται τὸ “μικρότερος ἐν “βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν·” ἰδοὺ γὰρ ὁ τῶν Ἀποστόλων ἔσχατος περὶ τὴν κλῆσιν, ὅπερ οὐκ ἔδωκεν Ἰωάννης ἐν τῷ βαπτίσματι, τοῦτο διὰ τῶν χειρῶν Παύλου ἔλαβον οἱ βαπτισθέντες. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ f. Τοῦ Χρυσοστόμου. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα πανταχοῦ γὰρ παρ’ αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφη· τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ ῥαδίως αὐτὸν ἀπεδέξατο· οἵτε Ἰουδαῖοι τῶν ἐθνῶν δεχομένων μετενόουν· ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν, καὶ παρ’ αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει· διὰ τοῦτο ἐνοχλεῖ αὐτοῖς συνεχῶς μεταπείθων· μὴ γὰρ δὴ ἐπειδὴ παρρησίαν ἡκούσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσε; τι δέ ἐστιν ἐπαρρησιάζετο; πρὸς κινδύνους ἦν παρατεταγμένος· ἣ καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ πράγματα. Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, Τοῦ Αὐτοῦ. Ὁδὸν εἰκότως ταύτην g ἐκάλουν· ὄντως αὕτη ἦν ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἢ ὁδὸν λέγει τὸν Χριστόν καὶ ὁδὸς καλεῖται ἣ ὁδὸν λέγει τὴν πίστιν τὴν ἀληθῆ, τὴν διὰ τοῦ Παύλου καταγγελλομένην, δι’ ἥν τις ὁδεύων ἤρχετο ἐπὶ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀποστὰς ἀπ’ αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. Τοῦ Χρυσοστόμου. Ὅρα πόσον ἤνυσεν ἡ ἀποστασία· καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον. Παιδεύει χωρίζεσθαι ἀπὸ τῶν βλασφημούντων τὸν Υἱὸν τοῦ Θεοῦ τοὺς εἰς αὐτὸν πιστεύοντας. Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέ- ρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἣ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύ- πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. Τοῦ Χρυσοστόμου. Οὐχὶ φοροῦντος ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. καὶ διὰ τοῦτο οὐκ εἴα ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν ὡς ἔγωγε οτͅμαι· ὅρα ῥῶσιν Ἰουδαικήν· τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖ- χον· τί τούτου μεῖζον ἃν γένοιτο ; ἀλλὰ καὶ εἰς τοιναντίον περιέ- περιέστησάν εἰ τις Ἐλλήνων ἀπιστεῖ, τὴν κόνιν ὁρῶν ταῦτα ωργαζο- μένην πιστευέτω· οἱ κακολογοῦντες ἡττῶνται· θέα πανταχοῦ, οὐχ οὕτως τοὺς ἀνθρώπους ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν ὡς τῶν φοβερῶν· ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμι- κίνθια ἐλάμβανον καὶ ἰῶντο. Τοῦ Αὐτοῦ ἐκ Τοῦ Ξγ Λόγου Τοῦ Εἰσ Τὸ Κατὰ Ἰωάννην Εὐαγγέλιον. Τοῦτό ἐστιν ὁ φησιν ὁ Χριστὸς, “ὁ πιστεύων εἰς “ἐμὲ, μείζονα σημεῖα ποιήσει ἐμοῦ ἐν τῷ ὀνόματι μομ ταῦτα γὰρ τὰ μείζονα ἃ ἐποίησαν, αἱ σκιαὶ αὐτῶν νεκροὺς ἤγειραν· οὕτω γὰρ μάλιστα ἐκηρύττετο ἡ τοῦ Χριστοῦ δύναμις· οὐ γὰρ οὕτως θαυ- μαστὸν ζῶντα αὐτὸν θαυματουργεῖν, ὡς ἀποθανόντος αὐτοῦ, ἑτ-́ ῥοῦς ἐν τῷ ὀνόματι ἐκείνου, μείζονα αὐτοῦ δυνηθῆναι· ἀναμφισβή- τητος γὰρ ἦν αὕτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις· καὶ οὐκ ἃν, οὐδὲ εἰ ὤφθη, οὕτως ἐπιστεύθη· ἐκεῖνο γὰρ ε7χον εἰπεῖν, ὅτι φάντασμα ἦν· ὁ δὲ ὁρῶν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ μόνον ψιλοῦ μείζονα γινό- μενα σημεῖα, ἣ ὅτε αὐτὸς ἦν ἐν σαρκὶ μετὰ ἀνθρώπων, οὐκ ἃν ἠπίστησεν, εἰ μὴ σφόδρα ἀναίσχυντος ἦν. Ἀμμωνίου. Tὸ τῶν σουδαρίων καὶ τῶν σκιῶν τῶν μαθητῶν, σημεῖα ἐστὶ μείζονα ὣν ὁ 1ησοῦς ἐποίησε· καὶ πληροῦται καὶ ἐν τούτοις ὁ λόγος ὃν ε7πεν ὁ Ἰησοῦς, “ὅτι ὁ πιστεύων εἰς ἐμὲ μείζονα μ σημεῖα ποιήσει ὧν ἐγὼ ποιῶ·” “σουδάρια καὶ σιμικίνθια·” ἀμφό- τέρα νομίζω λινοειδῆ εἶναι· πλὴν τὰ μὲν σουδάρια ἐπὶ τῆς κεφαλῆς ἐπιβάλλεται, τὰ δὲ σιμικίνθια ἐν ταῖς χερσὶ κατέχουσιν, οἱ μὴ δυνάμενοι ὀράρια h φορέσαι· οἷον εἰσὶν οἱ φοροῦντες τὰς ὑπατικὰς στολὰς ἢ γουνία i, πρὸς τὸ ἀπομάττεσθαι τὰς ὑγρότητας τοῦ προσώπου, οἷον, ἱδρῶτας, πτύελον, δάκρυον, καὶ τὰ ὅμοια. Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνοματίζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, ἐξορκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει. Τοῦ Χρυσοστόμου. Ὅρα οὗτοι πάντα ἐποίουν πραγματείας ἕνεκεν· ὅρα καὶ πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας· βαβαὶ τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν· οὐδὲν δὲ μέγα ἐνόμιζον εἶναι τὸν Ἰησοῦν. ἀλλὰ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν μέγα τι νομίζοντες. Ὁ ἅγιος Ἰωάννης ὁ Κωνσταντίνου πόλεως Ἐπίσκοπος λέγει ἐν Κορίνθῳ γενέσθαι. Ἀμμωνίου. “Ἐπεχείρησαν δέ τινες·” αὕτη ἡ λέξις ὅτι οὐκ ὡς πιστεύοντες τῷ Ἰησοῦ οἱ ἐπορκισταὶ ἐπόρκιζον τὰ ἀκάθαρτα πνεύματα τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ’ ὡς πειράζοντες, δίψυχοι ὄντες, ἀκατάστατοι· διὸ, ὡς καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐμαρτύρησεν, ὡς μὴ ὄντες πιστοὶ, τῆς προπετείας δεδώκασι πρὸς ὀλίγον δίκην· τὸ οὖν “ἐπεχείρησαν” τοῦτο δηλοῖ, ὅτι οὐκ ἐθάρρουν μὲν, πλὴν ἐπέβαλον τὰς χεῖρας, εἴπω ἐπιτεύξονται τοῦ σκοποῦ· οὕτω καὶ ἡ Αἰγυπτία ἐπεχείρησε τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπέτυχε· καὶ οἱ ἐπιχειρήσαντες Ἰουδαῖοι τοῖς μαθηταῖς. Τῷ ὀνόματι Κυρίου καὶ ἄλλοι προεφήτευσαν, Βαλαὰμ καὶ Σαοὺλ καὶ Καϊάφας. Διδύμου. Ὡς ὁμολογῶν τὸν Θεὸν μόνῃ φωνῇ ἀρνεῖται τοῖς ἔργοις, οὕτως ἐστὶ κατὰ ψιλὴν διαληψιν γινώσκειν τὸν Ἰησοῦν· διὸ οὐ παράδοξον εἰ λέγει τὸ πνεῦμα τὸ πονηρὸν τοῖς ἐξορκισταῖς Ἰουδαίοις, “τὸν Ἰησοῦν γινώσκω” καὶ τὰ ἑξῆς· καὶ γὰρ ἕτεροι δαίμονες αὐτῷ τῷ Ἰησοῦ μετὰ βοῆς ἔλεγον· “οἶδά σε τίς εἶ, ὁ “Ἅγιος τοῦΘεοῦ,” εἰς ταῦτα λήψῃ τὸ, “καὶ δαιμόνια πιστεύουσι “καὶ φρίσσουσιν,” οὐδὲ γὰρ μαρτυρεῖται ὡς ἔχει τὰ δαιμόνια πίστιν λελογισμένην εἰς δικαιοσύνην· ῥητέον δὲ εἰς τὰ προκείμενα καὶ οὕτως· ὥσπερ οἱ τὰς ἰάσεις δεχόμενοι πρὸς τοῦ Ἰησοῦ κατὰ τὴν πίστιν ἑαυτῶν ἐλάμβανον, οὕτως οἱ ὀνομάζοντες τὸν Ἰησοῦν ἐπεκβολῇ δαίμονος ἣ ἄλλης ἰάσεως, καθ’ ἣν ἔχουσι πίστιν ἀνύουσιν· ἀκολούθως δὲ τὸ πνεῦμα φησὶ, “τίνες ἐστὲ ὑμεῖς” ὀνομάζοντες τὸν Ἰησοῦν· οὐ γὰρ αἰσθάνομαι δύναμιν, ἧς πολλάκις πεῖραν ἔσχον, λεχθείσης αὐτοῦ τῆς προσηγορίας. *Περὶ τῶν υἱῶν Σκευᾶ, ὅτιπερ οὐ δεῖ ἐγχειρεῖν ἀπιστοῖς καὶ ἀναξίοις τῆς πίστεως γενομένοις, καὶ περὶ ἐξομολογήσεως ἕως τῶν πιστευόντων. Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ οἱ τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δέ τινος ἐστέ; καὶ ἐφαλλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κρατήσας ἀμφοτέρων, ἴσχυσε κατ’ αὐτῶν, ὥστε γύμνους καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον, καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας αὐτοὺς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τοῦ Χρυσοστόμου. Λανθανόντως ἐποίουν· εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθενεία. Καὶ μετ’ ὀλίγα—Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραττεν ἐκείνοις τῇ τῶν ἐξορκιστῶν πλάνῃ· ἀλλὰ διήλεγξεν k αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐπόησεν· σεν· ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴτις περὶ τῶν ἐσχάτων κινδυνεύων ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν· ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον ὁμολογήσας, τότε ἔλαβεν ἐξουσίαν· ὅτι γὰρ οὐκ ὀνόματος ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διατὶ μὴ γεγένηται ταῦτα; προσήραξεν l αὐτῶν τὰς κεφαλὰς, ἴσως διέρρηξε τὰ ἱμάτια—Καὶ μετ’ ὀλίγα—Δείκνυται δαιμόνων ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. ἘΞ ἀνεπιγράφου. Ὥσπέρ ἐστι φωνῇ μὲν ὁμολογεῖν τὸν τοῖς δὲ ἔργοις ἀρνεῖσθαι, οὕτως ἐστὶν εἰδέναι τὸν Ἰησοῦν καὶ τοὺς Ἀποστόλους αὐτοῦ, οὐκ ἔχοντα δύναμιν ἐπιστημονικὴν καὶ γνωστικήν· διὸ οὐδὲ παράδοξον, εἰ τοῖς τοιούτοις ἐφάλλεται τὸ πνεῦμα τὸ πονηρὸν, λέγον· “ὑμεῖς δὲ τίνες ἐστέ;” ὧν τὴν φωνήν, φησι, τὴν προφέρουσαν τὸν Ἰησοῦν, οὐχ ὡς πυρὸς αἰσθάνομαι· πυρὸς γὰρ σφοδρότερον ἐνεργοῦσα εἰς τὰ πνεύματα τῇ τῶν Ἀποστόλων φωνῇ, ἡ τοῦ Ἰησοῦ προσηγορία ἐξήλαυνε τῶν σωμάτων αὐτούς. Πολλοὶ δὲ τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμένοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. Ἀμμωνίου. Δεῖ πάντα πιστὸν λέγειν τὰς ἑαυτοῦ καὶ ἀποτάττεσθαι διὰ τοῦ ἑαυτὸν ἐλέγχειν τοῦ ἔτι ποιεῖν τὰ αὐτὰ, ἵνα δίκαιος γένηται κατὰ τὸ εἰρημένον· “λέγε σὺ τὰς ἁμαρτίας “σου πρῶτον, ἵνα δικαιωθῆς·” καὶ τὸ, “δίκαιος ἑαυτοῦ κατήγο- “ρος·” τοσοῦτοι δὲ ἦσαν κατείδωλοι οἱ Ἐφέσιοι καὶ γόητες, ὅτι καὶ πολυτίμως τὰς γοητευτικὰς κατεσκεύαζον βίβλους, ὡς τῶν ἐν βίῳ ἐχουσῶν τὰ κάλλιστα· ἅπερ εἰς Χριστὸν πιστεύσαντες οὐκ ἐπώλησαν, καίτοιγε ἄλλων ἐκεῖσε τοιούτων ὄντων τῶν θελόντων τὰς βίβλους κτήσασθαι, ἀλλ’ ἔκαυσαν· πρῶτον μὲν ἵνα μήτις μετάσχῃ τῆς ἀπ’ αὐτῶν ψυχοφθόρου λύμης· ἔπειτα δὲ ἵνα μὴ ἀπὸ τοιαύτης αἰτίας κτήσωνται τι. ὥσπερ γὰρ ἀπηγόρευται τὸ τοῦ κυνὸς τίμημα, ἣ τὸ ἀπὸ πορνείας κέρδος προσάγειν Θεῷ, οὕτως οὐδὲ τὸ ἐκ τῆς αἰτίας ταύτης ἀργύριον τεθῆναι παρὰ τοὺς τῶν Ἀποστόλων πόδας δίκαιον ἔκριναν. Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, εἰσενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Τοῦ Χρυσοστόμου. Εἰδότες ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἢν, ὅταν καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιῶσιν. οὐκ ἄρα τὸ ὄνομα τι ποιεῖ, ἐὰν μὴ μετὰ πίστεως λέγηται· “ὁ πιστεύων εἰς ἐμὲ, φησι, “καὶ μείζονα ποιήσῃ, ὧν ἐγὼ ποιῶ· τοῦτο τὸ τῶν σκιῶν ἐστὶν ὅπερ ἔλεγε. Καὶ πάλιν—Ὅτε γοῦν τὸν δαίμονα τὸν πονηρὸν ἐκεῖνον ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες συνελθοῦσαι, πλῆθος βιβλίων τῶν μαγγανικῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο· καὶ καθάπερ ἐν πολέμῳ πύργου πεσόντος, ἣ τυράννου κατενεχθέντος, οἱ μετ’ ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες τῷ στρατηγῷ προσέχουσιν· οὕτω δὴ καὶ τότε ἐγένετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, οἱ πολυορκηθέντες ἅπαντες τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ κατακαύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Διδύμου. Οἱ διαβάλλοντες τοὺς Χριστοῦ μαθητὰς ὡς ἐκ κατασκευῆς ἔχοντας, προκειμένης λέξεως ἐλεγχέσθωσαν, δηλούσης ὡς δυνάμει τῆς διδασκαλίας αὐτῶν πᾶσα γοητεία καταλύετο. ἰδοὺ γοῦν οὐχ οἱ εὐκαταφρόνητοι, ἀλλ’ ἱκανότητα πολλὴν πρὸς τὴν τέχνην ταύτην ἔχοντες, αἴσθησιν λαβόντες τῆς καθαιρέσεως τῆς περιεργείας ἴσως τῶν δαιμόνων τῶν συνήθων, τὰς βίβλους πάσας τὰς περὶ τούτων συγκομίσαντες, ἔμπροσθεν πάντων τότε παρόντων κατέκαυσαν· καίτοι πολλοῦ τιμήματος οὔσας. προλήψει τοῖς προκειμένοις καὶ τὰ περὶ Σίμωνος. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαίαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι μετὰ τὸ γενέσθαι με δεῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦ Χρυσοστόμου. τήν τε παρουσίαν ἀπαγγεῖλαι, καὶ προθυμοτέρους ποιοῦντας, μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν τυραννὶς τῶν φιλοσόφων· καὶ ἐλθὼν πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἡ δεισιδαιμονία. Ἀποστείλας δὲ εἰς Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Τοῦ αὐτοῦ. Ἴσως ὡς κιβώρια μικρὰ πολλὴ ταύτης ἡ τιμὴ ἐν Ἐφέσῳ· ὅπου καὶ τὸ ἱερὸν αὐτῶν ἔμπροσθεν οὕτως ἐλύπησεν αὐτοὺς, ὡς τὸν ἐμπρήσαντα κελεῦσαι μηδὲ ὀνόματι λέγεσθαι· ὅρα πανταχοῦ τὴν εἰδωλολατρίαν ἀπὸ χρημάτων· καὶ οὗτος διὰ χρήματα, οὐ τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ’ ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. *Περὶ τῆς ἐν Ἐφέσω κινηθείσης e στάσεως ὑπὸ Δημητρίου τοῦ ἀργυροκόπου κατὰ τῶν Ἀποστόλων. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὄλιγος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυρόκοπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν· Τοῦ αὐτοῦ. τὸν κίνδυνον ἐπέστησεν, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν· καίτοι τὰ εἰρημένα ἱκανὰ εἰς εὐσέβειαν αὐτοὺς ἀγαγεῖν· ἀλλὰ ταλαίπωροι τινες ὄντες καὶ ψυχροὶ ταῦτα ποιοῦσιν· εἰ γὰρ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, δεῖ ἐννοῆσαι ἡλίκος ὁ τούτου θεός· καὶ ὅτι πολλῷ μᾶλλον ἐκεῖνα ὑμῖν δώσει ὑπὲρ ὧν φοβεῖσθε· ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων “ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι· ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες, ἐπειδὴ ἐπειδὴ ὅτι οἱ ὑπὸ ἀνθρώπων γινόμενοι οὐκ εἰσὶ θεοί· πανταχοῦ εἰς τὴν τέχνην ὠθεῖ τὸν λόγον· εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησιν. Οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶν ἐστι· Ἀμμωνίου. Ἤιδει οὖν ὁ Δημήτριος ὅτι ἠπάτα τοὺς ποιῶν αὐτοῖς ναοὺς καὶ θεοὺς ἀργυροῦς· καὶ ἐδεδείη f μὴ ἐλεγχθῇ αὐτοῦ ἡ ῥᾳδιουργία καὶ ἡ ἀπάτη, διὰ τῆς ἀληθοῦς τοῦ Παύλου διδαχῆς. σημειωτέον δὲ ὅτι τοσοῦτον διέλαμπεν ἡ ἀληθὴς πίστις, καίτοι μήπω ἐπικρατήσασα τότε τῆς οἰκουμένης, ὅτι Δημήτριος ἐδεδείει, μὴ καὶ εἰς τέλος ἀπόληται τῆς Ἀρτέμιδος ὁ ἐν Ἐφέσω ναός· καὶ προανεφώνει τὴν ἀπώλειαν τοῦ ναοῦ, ὃ καὶ γέγονεν. Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας T t μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χείρων γινόμενοι. Τοῦ Χρυσοστόμου. “Πείσας” μετέστησεν οὐ βιαίως· οὕτω δεῖ πείθειν. Καὶ μετ’ ὀλίγα—Πῶς ἔπεισεν ἄνθρωπος εὐτελής ; πῶς τοσαύτης ἐκράτησε συνουσίας ; τί ποίων, ἣ τι λέγων ; οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός· καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, “ὅτι οὐκ εἰσὶ “θεοί·” εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι κατα- γνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπε- λεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτεμί- δὸς ἱερὸν εἰς οὐδὲν λογισθῆναι μέλλει, καθαιρεῖσθαί τε τῆς μεγαλειότητος αὐτῆς, ἢν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκου- μένη σέβεται. Τοῦ Αὐτοῦ. Ὄρα πῶς ἔδειξε μείζω τὴν Παύλου δύναμιν, πάν. τὰς ἀθλίους αὐτοὺς καὶ ταλαιπώρους ἀποφαίνων, εἴγε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς ταῦτα δύναται· ὅρα παρ’ ἐχθρῶν τὰς μαρτυρίας τοῖς Ἀποστόλοις γινομένας· ὅτε ἐκαθῄρουν αὐτῶν τὰ σεβάσματα, τότε στέμματα καὶ ταύρους προσέφερον. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Τοῦ Αὐτοῦ. Πόθεν ὁ θυμὸς γέγονεν ; ὅτε περὶ τῆς Ἀρτεμιδος ἤκουσαν, ὅτε περὶ τοῦ πορισμοῦ· τοιαῦτα γὰρ τὰ τῶν ἀγοραίων ἤθη ἀπὸ τοῦ τυχόντος συναρπάσεσθαι καὶ ἐκκαίεσθαι· διὸ ταῦτα μετὰ ἐξετάσεως δεῖ ποιεῖν. Μεγάλη ἡ Ἄρτεμίς Ἐφεσίων. καὶ ἐπλήσθη ὅλη ἡ πόλις τῆς συγχύσεως· Τοῦ Αὐτοῦ. Κατὰ πόλιν γὰρ αὐτῶν ἦσαν θεοὶ, καὶ οὕτω διέ- κειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες· ὅρα ἄτακτον πλῆθος· παιδικὴ ὄντως ἡ διά- νοια· καθάπερ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβασμα αὐτῶν, συνε- ’^o χὠς ἐβόων. Ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπά- ἕσαντες Γάιον καὶ Ἀρίσταρχον Μακεδόνα, συνεκδήμους Παύλου. Τοῦ Χρυσοστόμου. τούτων ἔν τινι ἑαυτοῦ Ἐπιστολῇ μέμνηται ὁ Ἀπόστολος· πλὴν καὶ ἡ γραφὴ αὐτοῖς μαρτυρεῖ, ὅτι διὰ τὴν πίστιν καὶ ἐκινδύνευσαν. Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Τοῦ αὐτοῦ. “Παρεκάλουν τὸν Παῦλον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ “θέατρον” ἀτάκτῳ δήμῳ καὶ ῥύμῃ· καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἢν κενόδοξος οὐδὲ φιλότιμος. Καὶ πάλιν—Εἰδότες αὐτοῦ τὴν προθυμίαν παρεκάλουν· οὕτως αὐτὸν πάντες ἐφίλουν οἱ πιστοί. Μῆ δὴ καταπίπτωμεν ἐν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν δύναμιν τοῦ δύνασθαι ὑπενεγκεῖν· οὐδὲν οὕτως φίλους ποιεῖ καὶ συγκροτεῖ ὡς θλίψεις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις ἐπιτήδειον πρὸς τὸ τὰ παρ’ ἡμῶν λεγόμενα ἀκούεσθαι. ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ὁ ἀκροατὴς, χαῦνός τε ἐστι καὶ ῥάθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ, εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει· στενοχωρούμενός τε τὴν ψυχὴν πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει ὁ λόγος παραμυθίαν. Καὶ μεθ’ ἑτέρα—Μηδὲ κατα- πίπτωμεν ἐν ταῖς θλίψεσιν· ἀλλ’ ἐν πᾶσιν εὐχαριστῶμεν, ἵνα καὶ κερδάνωμεν μέγα· ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις συγχωροῦντι· μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν αἰτίαν· ἵνα καὶ τῆς παρὰ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν. Πολλοὺς κινδύνους ὑπέμεινεν ἐν Ἐφέσῳ ὁ Παῦλος, ὥστε μικροῦ δεῖν καὶ θηρίοις ὁμιλῆσαι· καὶ τοῦτό ἐστιν ὁ φησιν ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· “εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν “Ἐφέσῳ, τι μοι τὸ ὄφελος;” Ἰωάννης δὲ ὁ ἁγιώτατος Ἐπίσκοπος Κωνσταντίνου πόλεως ἐξηγούμενος τὸ ῥητὸν τοῦτο, οὕτως εἶπε· τί ἐστιν “εἰ κατὰ ἄνθρωπον;” ὅσον τὸ εἰς ἀνθρώπους ἧκον “ἐθηριο- “μάχησα·” τί γὰρ εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; ὥστε ὁ μάλιστα ὑπὲρ τούτων ὀφείλων μεριμνῶν· ἐγώ εἰμι ὁ τοσούτους κινδύνους ὑπομένων, καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν· εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀναστάσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέκλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ έσμέν. Καὶ μετ’ ὀλίγα—ταῦτα δὲ ἅπαντα ἔλεγεν· οὐκ ἐπειδὴ οὐκ εἶχεν ὄφελος, καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν πολλῶν ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς ’τον πέρι τῆς ἀναστάσεως στηρίξαι λόγον. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκα συνεληλύθεισαν. Ἀμμωνίου. Δείκνυσι τὴν ἄκριτον κατὰ τοῦ Παύλου ὅτι δὴ καὶ ἠγνόουν τινὲς καταβοῶντες, ἐφ’ οἷς συναχθέντες ἔκραζον. Τοῦ Χρυσοστόμου. τοιοῦτον τὸ πλῆθος· ἁπλῶς ἕπεται, καθάπερ πῦρ εἰς ὕλην ἐμπεσόν· ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθὼν δημηγορῆσαι, τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν· ἀλλ’ οἱ μαθηταὶ οὐκ εἴων· σκόπει πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ· καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον· ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοιγε ἤκουσαν ὅτι δεῖ αὐτὸν καὶ Ῥώμνη ἰδεῖν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλ- λόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ· ἐπιγνόντων δὲ ὅτι Ἰουδαῖος ἐστὶ, φωνὴ ἐγίνετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Τοῦ Χρυσοστόμου. Προεβάλοντο οἱ Ἰουδαῖοι τὸν Ἀλέξανδρον· οἰκονομικῶς δὲ οὗτος οὐκ ἐφθέγξατο· πάλιν δὲ ἔκραζον “μεγάλη ἡ “Ἄρτεμις·” παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ γὰρ φοβούμενοι μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων· δύο ἔτη ἐκάθισεν ἐκεῖ ὁ Παῦλος· καὶ ὅρα πόση ἔτη Ἕλληνες· τίνος δὲ ἕνεκεν Ἀλέξανδρος ἐβούλετο ἀπολογήσασθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη, ἀλλ’ ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι, καὶ ἑλκύσαι τοῦ δημοῦ τὸν θυμόν· εἶδες θυμὸν ἄτακτον. ΚαταστείΛας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησὶν, ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐκ ἐπιγινώσκει τὴν τῶν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; Τοῦ αὐτοῦ. Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεύς· “τίς ἐστι, φησὶν, “ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν;” περὶ οὗ ἐφοβοῦντο, οὐκοῦν τοῦτό φησιν, ὅτι οὐ θεραπεύετε αὐτήν· καὶ οὐκ εἶπε, τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν, ἀλλὰ τὴν πόλιν τὴν ὑμετέραν; ἐθεράπευεν αὐτήν· τι τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Ἀμμωνίου. “Καὶ τοῦ διοπετοῦς,” τοῦ ναοῦ τοῦ Δῖός· ἤτοι στρογγυλοειδοῦς· ἢ μᾶλλον ὅπερ καὶ ἀληθές ἐστι, διοπετὲς καλεῖ τὸ ἄγαλμα τῆς Ἀρτέμιδος, ἤτοι τὸ Παλλάδιον· ὅπερ ἄνωθεν ἐκ τοῦ Δῖός διαθήλασθαι g ᾤοντο, καὶ οὐκ ἐξ ἀνθρώπων. Ἰσιδώρου ἐπιστολῆσ αφλη'. τινὲς μὲν φασὶν τῆς Ἀρτέμιδος ἀγάλματος εἴρηται, τουτέστι τῆς μεγάλης Ἀρτέμιδος, καὶ τοῦ διοπετοῦς αὐτῆς ἀγάλματος· τινὲς, ὅτι καὶ τὸ Παλλάδιον, ἄγαλμα δὲ ἦν τῆς Ἀθηνᾶς· τοῦτο ἐσέβοντο μετὰ τῆς Ἀρτέμιδος. Τὸ ἐξ οὐρανοῦ παρὰ τοῦ Δῖός πεμφθὲν ἤτοι καταπτὰν, καὶ οὐ γενόμενον ὑπὸ ἀνθρώπου ἄγαλμα, ἢ τῆς Ἀρτέμιδος ἣ τῆς Παλλάδος, καθὼς ἐμυθεύοντο Ἕλληνες πρὸς κατάπληξιν τῶν ἀκεραιοτερων. Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἔστιν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ὑμῶν. Τοῦ Χρυσοστόμου. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς ὅτι προπετῶς ἔπραξαν, καὶ οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι· σφόδρα γὰρ αὐτοὺς ἠλόγησε καὶ διηπόρησε· “τίς γάρ ἐστιν ἀνθρώπων,” καὶ τὰ ἑξῆς· τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. “καὶ τοῦ διοπετοῦς·” ἱερὸν ἕτερον οὕτως ἐκαλεῖτο, ἤτοι τὸ ὄστρακον αὐτῆς φησιν. “οὔτε βλασφημοῦντα τὴν “θεὸν ἡμῶν·” τοῦτο ψεῦδος, ταῦτα μὲν πρὸς τὸν δῆμον· ὥστε δὲ κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνίται ἔχουσι πρός τινα λόγον, Τοῦ αὐτοῦ. Ὅρα πῶς οἱ ἄπιστοι· φρονίμως πῶς καὶ συνετῶς οὕτως ἔσβεσεν τὸν θυμόν· ὥσπερ γὰρ ῥαδίως ἐξάπτεται, οὕτω καὶ ῥαδίως σβέννυται. Ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοι εἰσίν· ἐγκαλείτωσαν ἀλλήλοις· εἰ δέ τι περαιτέρω ζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται· καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης· καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἀμμωνίου· Εἶδος ἦν δικαστῶν ἐν τῇ Ἀσίᾳ εὐτελῶν οἱ οἵτινες ἐδίκαζον τοῖς πένησι καὶ ἀγοραίοις ἀνθρώποις· διὸ καὶ ἀγοραῖοι ἐκαλοῦντο μᾶλλον· ὧσπέρ εἰσιν οἱ ἔκδικοι κατὰ πόλεις τινάς· οἱ δ’ ἀνθύπατοι ταῖς τῶν πλουσίων ἣ τῶν ἐγκλημάτων δίκαις ὑπήκουον· ἢ ἀγοραῖοι εἰσὶν οἱ δικολόγοι, παρὰ τὸ ἀγορεύειν λεχθέντες, ὁ ἐστι δημηγορεῖν.