Ancient Greek
ΚΕΦ. ΛΗ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. ΛΗ..1
Not analysed yet
Πλοῦς Παύλου ἐπὶ Ῥώμην κινδύνων τὲ πλείστων καὶ μεγάλων ἔμπλεως i. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῳ ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντι πλεῖν ἐπὶ τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· Τοῦ Χρυσοστόμου. Καὶ Ἀρίσταρχος μέχρι που συνέρχεται τῷ Παύλῳ· καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλλων ἅπαντα ἀπαγγέλλειν εἰς Μακεδονίαν τὰ περὶ αὐτοῦ. Φιλανθρώπως τὲ ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. Τοῦ Αὐτοῦ. “Φιλανθρώπως τέ. εἰκὸς γὰρ ἢν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι, τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι· ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. Τοῦ Αὐτοῦ. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι· ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον· ἐξέφυγε τὸ δικαστηριον, καὶ περιπίπτουσι ναυαγίῳ χειμῶνος. Κἀκεῖσε εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρινὸν πλέον εἰς Ἰταλίαν, ἀνεβίβασεν ἡμᾶς εἰς αὐτό. ἐν ἱσαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος τοῦ ἀνέμου, ὑπεπλεύ- σαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλε- γόνοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Κα. λοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασία. Τοῦ Αὐτοῦ. “Πλοῖον, φησὶν, ”Ἀλεξανδρινὸν,” εἰκὸς καὶ ἐκείνους ἀπαγγεῖλαι εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον, τούτους εἰς τὴν Λυκίαν· ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μετα- βάλλοντα· ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέμους τοὺς ἀνεπιτη- δείους πλεῖν· οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ’ ἀεὶ παρὰ γῆν ἔπλεον. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπι- σφαλοῦς τοῦ πλόος, διὰ τὸ καὶ νηστείαν ἤδη παρελή- παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, λέγων αὐτοῖς, Τοῦ Αὐτοῦ. τὴν νηστείαν ἐνταῦθα τῶν Ἰουδαίων λέγειν ἡγοῦ- ’μαι· μετὰ γὰρ τὴν πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρό- νον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης· καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα τὸ διασωθῆναι, καὶ δι’ αὐτὸν ἐκείνους. Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. Τοῦ Χρυσοστόμου. Ὄρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφη- τεύειν, ἀλλ’ ἀπὸ στοχασμοῦ λέγειν· ’*θεωρῶ, φησιν, οὐδὲ γὰρ ἃν ἐδέξαντο εὐθέως, εἰ τοῦτο ε-ι’πε· πρότερον προφητεύει καὶ λέγει, ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς· πῶς οὖν ἐγένετο μετὰ ζημίας ψυχῶν ; ἐγένετο ἃν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἂν, ἀλλ’ ὁ Θεὸς ἐκώλυεν. Ἀμμωνίου. Προφήτης γὰρ ὢν, ἀνήγγειλε τὸν ἐσόμενον ἐν τῷ πλοίῳ κίνδυνον Παῦλος· καὶ παραινῶν, οὐκ ἔπειθεν αὐτοὺς ἐν Κρήτῃ παραχειμάσαι, οὐ τῆς εἱμαρμένης αὐτοὺς εἰς τοῦτο εἰσα- γούσης, ἀλλὰ τῆς ἑαυτῶν γνώμης. Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμα- σίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴπως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ᾄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. Τοῦ Αὐτοῦ. Νομίζων ὅτι δεῖ μᾶλλον τοῖς ἐμπείρως ἔχουσι πρὸς τὸ πλεῖν πείθεσθαι, ἣ ἐπιβάτῃ ἀπείρῳ ναυτικῆς· ὥστε οὖν γνώμης ἦν καὶ οὐ τύχης τὸ ἁμάρτημα· ὅτι γὰρ οἴδαμεν κατὰ φύσιν ἐκφυγεῖν κίνδυνον, αὐτὴ ἡ πείρα τῶν πραγμάτων διδάσκει μὴ κατακρημνίζειν ἑαυτὸν τινὰ, ὡς ἀναμφιβόλως τοῦ πράγματος κίνδυνον φέροντος, τῆς τύχης καὶ εἱμαρμένης εἰπὼν προὖπτον κοιμωμένης, ἣ γρηγορούσης μὲν, μηδὲν δὲ δυναμένης ἀντιπράξασθαι κατὰ τῆς προαιρέσεως τῆς τῶν ἀνθρώπων· κἀς ἣν ᾧτ’ ἃν βούλωνται, τὰ ἐφ’ ἑαυτῆς πράγματα ἄγουσι καὶ φέρουσιν, ὡς καὶ οἱ σὺν τῷ Παύλῳ ἐκδημοῦντες· οὕτω δὲ κατὰ προαίρεσιν ἔπραττον, ὅτι εὐθέως ἐπιτηδείου τυχόντες ἀνέμου ἔχαιρον κατὰ τὸ ῥῆτον· φησὶ γὰρ, “ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατη- “κέναι,” ὧν τὸ ἀπειθὲς κατελέγχων ὁ Παῦλος φησὶν, “ἔδει μὲν, “ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης.” Μετ᾿ οὐ πολὺ δὲ ἔβαλε κατ’ αὐτῆς ἄνεμος τυφωνικὸς, ὁ καλούμενος εὐρυκλύδων. συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα· νησίον δέ τι ὑποδραμόντες Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἢν ᾄραντες, βοηθείας ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· Ἀμμωνίου. “Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ·” ὥστε οὐ δεῖ κυριολεκτεῖν ἀπαιτεῖν τὴν γραφήν· ἐπεὶ πῶς δύναται κυρίως ἐπὶ πλοίου λαβεῖν τὴν λέξιν τοῦ ἀντοφθαλμεῖν, ὅπου ἐπὶ ἀνθρώπου ἁρμόζει; Φοβούμενοί τε μὴ εἰς τὴν σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφερόμεθα. σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῆ ἑξῆς ἐκβολὴν ἐποιοῦντο. καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν· μήτε δὲ ἡλίου, μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνος δὲ οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιηρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Τοῦ Χρυσοστόμου. τουτέστι τὰ ἱστία· ὅταν γὰρ σφοδρὸς ἄνεμος ᾖ, τοῦτο γίνεται ἐγκοπτομένης τῆς πρύμνης· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο, τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποὶ. Καὶ μετ’ ὀλίγα—Εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος· καὶ ἵνα μὴ ἐπιλάθωνται, καὶ τὸ πλοῖον διαλύεται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα, ἴνα μὴ ἔχωσι μετὰ ταύτα αναισχυν- τεῖν· διὰ γὰρ τοῦτο καὶ τὸ πλοῖον διαλύεται καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί. *Παραίνεσις Παύλου πρὸς τοὺς σὺν αὐτῷ περὶ ἐλπίδος σωτηρίας. Πόλλης δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ ἐγὼ λατρεύω, ἄγγελος, λέγων, μὴ φοβοῦ, Παῦλε, Καίσαρί σε δεῖ παραστῆναι· Τοῦ Αὐτοῦ. Εἶτα μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων αὐτοῖς διαλέγεται, ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον πιστευθῆναι, καὶ τὰ γεγενημένα παραλαμβάνει εἰς μαρτυρίαν τῆς τῶν ῥηθησομένων ἀληθείας· καὶ δύο προλέγει· ὅτι εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες σωθήσονται· ὅπερ οὐκ ἦν στοχασμοῦ ἀλλὰ προφητείας· καὶ ὅτι “Καίσαρι “δεῖ παραστῆναι.” Καὶ ἰδοὺ, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι. εἰς νῆσον δέ τινα δεῖ ὑμᾶς ἐκπεσεῖν. Τοῦ Χρυσοστόμου. Τὸ “καχάρισταί σοι ὁ Θεὸς ἅπαντας,” οὐχὶ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσάγεσθαι τοὺς πλέοντας· οὐχ ἵνα αὐτῷ χάριν ἔχωσιν, ἀλλ’ ἵνα πείθωνται τοῖς ὑπ’ αὐτοῦ λεγομένοις· ὡσανεὶ ἔλεγεν, ἄξιοι μέν εἰσιν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γεγένηται· πρότερον γοῦν προφητεύει καὶ λέγει “ὁ Θεὸς ᾧ λατρεύω, ἐνάγων αὐτούς. πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν· ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ’ ὁ Θεὸς ἐκώλυσεν· εἶτα ἵνα δειχθῇ ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία ἔλεγε, καὶ ταύτα ἔμπειρος ὢν οὕτως οὐκ ἄπο στοχασμοῦ ἢν τὰ λεγόμενα· καὶ ὁ τόπος ταῦτα παρῄνει ἀνεύθετος ὢν, καὶ οἱ πλείους ἀπὸ στοχασμοῦ μᾶλλον ἐφαίνοντο λέγοντες· εἶτα χαλεπὸς ὁ χειμὼν, πολὺ τὸ σκότος, καὶ ἵνα μὴ ἐπιλάθωνται καὶ τὸ πλοῖον διαλύεται· καὶ ἐπισφίγγονται αὐτῶν αἱ ψυχαί· οὐ μικρὰ δὲ πρὸς τὴν ἀκρόασιν συνεβάλλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατοντάρχης· καὶ ὁ τόπος χαλεπὸς κατὰ τὸν Ἀδρίαν, καὶ ἀσιτία πολλή· ἐν μέσῳ γὰρ ἦσαν θανάτου. Ἀμμωνίου. “Κεχάρισται σοι ὁ Θεὸς πάντας· ὥστε οὖν ψευδὲς τὸ εἰρημένον τῷ Ὁμήρῳ· μοίραν δ’ οὔτινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται, Ὃ σημαίνει ὅτι ἀδύνατον ἐκφυγεῖν τὴν τοῦ θανάτου εἱμαρμένην ἅμα τῇ γεννήσει ὁριζούσῃ τοῦ ἀνθρώπου τὸν θάνατον· ἰδοὺ γὰρ εἰ μὴ διὰ Παῦλον πάντες εἶχον οἱ ἐν τῷ πλοίῳ ἀπολέσθαι, τοῦ Θεοῦ τοῦτο δωρησαμένου αὐτοῖς τιμῇ τοῦ δικαίου· ἔπειτα δὲ εἰ εἵμαρτο πάντας ἀπολέσθαι, ὅσον ἐκ τῶν εἰκότων, ἐν πελάγει ἄσιτος μείνας δεκατέσσαρας ἡμέρας ἐν τῷ πλοίῳ, καὶ ὕστερον ναυαγήσας· εἶπεγὰρ ὁ ψευδὴς λόγος, οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἔδει γὰρ καὶ τοὺς καλοὺς καὶ τοὺς κακοὺς ἐν ἑνὶ πεσόντας πτώματι ἀναμφίβολον φέροντι θάνατον, ἀποθανεῖν· ἀλλὰ τὸ ἐναντίον εἶπεν ἡ γραφὴ, ὅτι ὁ δίκαιος ἐσώζετο ἐξ ὡμολογημένου κινδύνου, καίτοι πάντων τῶν ἐν αὐτῷ ἀποθνησκόντων· οὕτω γὰρ ἦν τῷ Θεῷ δόξαν ἀπελθεῖν αὐτὸν ἐν Ῥώμῃ· καὶ ἠδύνατο μὲν ὁ Θεὸς καὶ ἁρπάσας ἀπὸ Ἱερουσαλὴμ δι’ ἀγγέλου στῆσαι ἐν Ῥώμῃ, καθὼς τὸν Ἀμβακοῦμ ἐξ Ἰουδαίας ἁρπάσας παρέστησεν ἐν Βαβυλῶνι τῷ λάκκῳ τοῦ Δανιήλ· ἀλλ’ οὐκ ἐποίησε· καὶ τοῦτο θαυματουργίας ἔργον εἶναι δείξας, τὸ ἐξ ἀνελπίστου κινδύνου σῶσαι τὸν Παῦλον καὶ τοὺς σὺν αὐτῷ· ἐχαρίσατο δὲ τὰς μὲν ψυχὰς τῷ Παύλῳ, φιλόστοργος γὰρ ἦν καὶ φιλάδελφος· τὸ δὲ πλοῖον καὶ τὰ σὺν αὐτῷ, ὡς μὴ ἀντιποιουμένου τοῦ θεοφιλοῦς τῶν ἐπὶ γῆς, μηδὲ ἀχθομένου ἐπὶ τῆ τούτων ἀπωλείᾳ· ὧδε οὖν διὰ τὸν δίκαιον ζῶσιν οἱ ἀσεβεῖς ἔστι δὲ ὅτε τὸ ἐναντίον καὶ πρὸ ὥρας ὁ ἀσεβὴς άπόλλυται διὰ τὴν ἑαυτοῦ κακίαν· τοῦ Θεοῦ οὕτως πάλιν βουλομένου, καθὼς ὁ Ἐκκλησιαστὴς φησὶ, “μὴ ἀσεβήσῃς πολὺ, μηδὲ γίνου “σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται πάντα μὲν δυνατὰ τῷ πιστεύοντι πλὴν οὕτος οὐ διὰ πίστεως καὶ εὐχῆς ἤνυσε τὴν σωτηρίαν τῶν συμπλεόντων, ἀλλὰ πιστεύσας ὅτι οὕτως ἔσται, ὡς ἐλαλήθη αὐτῷ. Ὡς δὲ τεσσαρεσδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ἐκ πρῴρας ἀγκύρας μελλόντων ἐκτείνειν, Τοῦ Χρυσοστόμου. Ἔμελλον οἱ ναῦται φεύγειν, ἀπιστοῦντες τοῖς λεγομένοις· ὁ δὲ ἑκατοντάρχης πιστεύει σὺν τῷ Παύλῳ· φησὶ γὰρ, ἐὰν οὗτοι φύγωσιν, “ὑμεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο, ἀλλ’ ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία. μὴ διαπέσῃ· ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτούς· τοῦ Παύλου τὴν φιλοσοφίαν· πῶς ἐκ μέσων αὐτῶν ἔσωσε τῶν κινδύνων· οἰκονομικῶς ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ πείρας τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονεν· ὅρα γοῦν πῶς πείθεται ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι καὶ ἀπόλεσαι· εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ’ ὕστερον πείθονται· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πὼς ἐστὶν, οὐκ ἔστιν εὐπαράδεκτον· ἐγκαλῶν τίς ἐν συμφορᾷ τότε εὐπαράδεκτος γίνεται· τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιαιρεθῇ· ἵνα μήτις εἴπῃ, ὅτι οὐδὲν γέγονεν, ὁ φόβος μαρτυρεῖ· τότε τὰ χρηστὰ λέγει. Εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οῦ δύνασθε. τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. Ἀμμωνίου. Ὅτε εἶδον ὅτι ἡ ἀβουλία αὐτῶν ἐποίησεν αὐτοὺς κινδυνεῦσαι, τότε ἤρξαντο τῷ Παύλῳ πείθεσθαι, ὡς μᾶλλον τῆς εὐκαίρου συμβουλῆς τῆς παρὰ ἁγίου ἀνδρὸς γινομένης, δυναμένης σῶσαι, ἣ εἱμαρμένης τῆς ἐν κινδύνῳ, μηδὲ ὄνομα ἐχούσης· εἰ γὰρ εἱμαρμένῃ ἐπείθοντο ἐκεῖνοι, καίτοι ὄντες ἐθνικοὶ, παριδόντες τὴν τοῦ θεοσεβοῦς συμβουλὴν, εἴων ἀπελθεῖν τοὺς ναύτας λέγοντες, ὅτι οὐκ ἃν οὗτοι ἀπέλθωσι, μὴ φέρῃ δὲ ἡμᾶς ἀποθανεῖν οὐδὲν τοῦτο ποιεῖ· ἀλλ’ οὐκ εἶπον οὔτε ἐποίησαν τὸ ἠλίθιον τοῦτο, καὶ πάσης γέμον Ψευδαπάτης καὶ ἀγνοία; δι’ ἃ ἐκ πολλῶν ἐκβλητέος ὁ περὶ εἱμαρμένης ἣ τύχης λόγος. Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλε γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν ἐπιτελεῖτε προσδοκῶντες, καὶ ἄσιτοι διαμένετε, μηδὲν προσλαβόμενοι. διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· Τοῦ Χρυσοστόμου. Παραινεῖ πάλιν μεταλαβεῖν τροφῆς· καὶ πείθονται, καὶ αὐτὸς πρῶτος μεταλαμβάνει· οὐ λόγῳ ἀλλ’ ἔργῳ πείθων, ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ καὶ μᾶλλον αὐτῶν τὰς ψυχὰς ὠφέλησε. Καὶ μετ’ ὀλίγα—Πῶς ἔφερον; ὁ φόβος καταεῖχεν αὐτοὺς, καὶ οὐκ εἴα εἰς ἐπιθυμίαν τροφῆς ἐμπεσεῖν, μέλλοντας ὑπὲρ τῶν ἐσχάτων κινδυνεύειν· τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον ὅτι ἐν καιρῷ τοιούτῳ, ἐκ μέσων ἐσώθη πάντων κινδύνων, αὐτός τε καὶ δι’ αὐτὸν οἱ λοιποί. Tοῦτο γὰρ πρὸς τὴν ὑμετέραν σωτηρίαν ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. Τοῦ Χρυσοστόμου. “τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτη- “ρίας,” ἐστὶ τὸ φαγεῖν· μήποτε τῷ λιμῷ διαφθαρῆτε· τὸ εὐχαριστῆσαι τῷ Θεῷ ἐπὶ τοῖς γεγενημένοις ἔρρωσεν αὐτοὺς, τοῦτο γὰρ ψυχῆς πεπληροφορημένης, ὅτι σωθήσονται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς· Ἀμμωνίου. “Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας τῷ Θεῷ ἐνώ- “πίον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν· ἑωρακὼς ὁ Παῦλος ὅτι διὰ τὴν ἀνάγκην ἐπείθοντο τῷ Παύλῳ οἱ συνόντες· καιρὸς δὲ οὐκ ἦν ἀθυμοῦσιν αὐτοῖς καὶ κινδυνεύουσιν εὐαγγελίζεσθαι τὸν Χριστόν· τέως ἐκ μέρους διδάσκει αὐτοὺς τὴν θεοσέβειαν, τὸ μὴ ἄλλως κλᾶν ἄρτον εἰ μὴ πρῶτον εὐχαριστήσαντας τῷ μόνῳ Θεῷ, καὶ οὕτως ἐσθίειν καὶ ἧμας ’δε τὸ αὐτὸ διδάσκει ο ’δε τῆς ευχαριστίας τρόπος τοῦτο δοκεῖ ἔχειν, ὅτι εὐχαριστοῦμεν σοι, ὤη Θεὸς, ὅτι ἠξίωσας ἡμᾶς ζῆσαι ἕως ἄρτι, ἀσίτους μείναντας· διό σοι δόξαν ἀναπέμποντες, κλῶμεν τὸν ἄρτον ἐπὶ τῷ μετασχεῖν τροφῆς. Ἦμεν δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομηκονταέξ. κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν καὶ τοῦτο· εἴγε ἐπίστευσαν, ἄκαιρος ὁ πλόος οὐ γέγονεν· ἀλλ’ οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς· ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ λόγου· εἰκὸς ἢν αὐτοὺς έρωτᾶν τὴν αἰτίαν δι’ ἣν πλέουσι, καὶ μαθεῖν πάντα· οὐκ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοῦς, ἀλλὰ παρέσχε τῷ Παύλῳ διδασκαλίας καιρόν. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύοντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμωνα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦ Αὐτοῦ. Ἡμέρας δὲ, φησὶ, γενομένης, ἀνῆκαν τὰς ζευκτηρίας, καὶ λύεται τὸ πλοῖον ἐν ἡμέρᾳ, ἵνα μὴ τῷ φόβῳ διαλυθῶσιν· ἵνα ἴδῃς ἔργῳ τὴν προφητείαν, ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν· διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατοντάρχης· οὕτως ἐμοὶ δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι ὥστε ἑλέσθαι αὐτοὺς ἀνελεῖν. Ναυάγιον Παύλου, ὅπως τὲ διεσώθησαν εἰς Μελίτην k τὴν νῆσον, καὶ ὅσα τὰ ἐν αὐτῇ ἐθαυματούργησεν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῴρα ἐρείσασα, ἔμενεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας τῶν κυμάτων. τῶν δὲ στρατιωτῶν ἡ βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας διαφύγῃ. ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, Πάλιν πειρᾶται ὁ διάβολος ἐμποδίσαι τῇ προφητείᾳ, καὶ ἐβούλοντό τινας ἀνελεῖν, ἀλλ’ οὐκ εἴασεν ὁ ἑκατοντάρχης, ἵνα τὸν Παῦλον σώσῃ· οὕτω ᾠκειωμένος ἢν αὐτῷ ὁ ἑκατοντάρχης. Ἀμμωνίου. Σημειωτέον πάλιν ὅτι ἑκών τις φονεύει τινὰ, οὐ τῆς εἱμαρμένης κωλυούσης τοῦτο γενέσθαι, ἢ προτρεπομένης· ἰδοὺ γὰρ βουληθέντες πρᾶξαι, ἦλθον ἐπὶ τὸ ἔργον τοῦ φόνου αὐτόβουλοι, καὶ ἀκούσαντες τοῦ ἑκατοντάρχου, πάλιν ἑκόντες ἐπαύσαντο, ὡς ἑξῆν αὐτοὺς μὴ πεισθῆναι, πολλοὺς ὄντας καὶ ἰσχυροὺς καὶ ζιφηφόρους· ἀλλ’ ἡ βουλὴ καὶ ἡ αὐθαίρετος γνώμη καὶ πράττει ἃ θέλει, καὶ οὐ πράττει ἃ μὴ βούλεται· μωρὸν οὖν τὸ ἐνθυμεῖσθαί τι πέρι ἀσυστάτων ὀνομάτων. Ἐκελευσέ τε τοὺς δυναμένους κολυμβᾷν, ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. καὶ διασωθέντες ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Τοῦ Χρυσοστόμου. “Καὶ πάντες ἐσώθησαν,” καὶ ἡ προφη- τεία τέλος ἐλάμβανε· καὶ εἰ μὴ τῷ χρόνῳ σεμνή τις οὖσα, οὐ γὰρ πρὸ πολλῶν ἐτῶν προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπομένη· ἀνέλπιστα γὰρ ἦν πάντα· καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐμάνθανον τίς ὁ Παῦλος ἦν· ἀλλ’ εἴποιεν ἄν τις, διατὶ μὴ καὶ τὸ πλοῖον διέσωσεν; ἵνα μάθωσιν οἷον κίνδυνον διέφυγον· ὅτι οὐκ ἀνθρωπίνης βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος χωρὶς πλοίου σωζούσης· ὥστε οἱ δίκαιοι, κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσιν· ἔπλεον, ἐκινδύνευον, καὶ ναυάγιον ὑπέμεινον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν· ἐννόησον τι ἐστιν ἔχειν ἅγιον ἄνδρα ἐν οἰκίᾳ· πολλοὶ γὰρ οἱ χειμῶνες καὶ ἡμῖν ἐφίστανται, καὶ πολλῷ τούτων χαλεπώτεροι· ἀλλὰ δύναται ἡμᾶς ὁ Θεὸς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις· καθάπερ ἐκεῖνοι ἂν ποιῶμεν ἃ πράττουσιν· οὐ γὰρ ἁπλῶς σώζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν· κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μείζον’ ἐργάζεται· ὁ λελυμένος ἑκατοντάρχης αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης, τοῦ μὴ κυβερνήτου ἔχρηζε· μᾶλλον δὲ τοῦ ὄντος κυβερνήτου· οὐ γὰρ τοιοῦτο κυβερνᾷ σκάφος, ἀλλὰ τῆς οἰκουμένης τὴν Ἐκκλησίαν· παρ’ ἐκείνου μάθωμεν, τοῦ καὶ θαλάσσης δεσπότου· πειθώμεθα Παύλῳ, κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντων ἀπαλλαγησόμεθα τῶν κινδύνων· κατέχωμεν παρ’ ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται χειμών· μᾶλλον δὲ κἂν χειμὼν ἦ, ἔσται γαλήνη καὶ εὐδία πολλὴ καὶ ἀπαλλαγὴ κινδύνων· ὅταν δὴ τὸν ἅγιον ἅγιον φίλον ἐκείνη ἡ χήρα, καὶ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν ζῶντα ἀπελάμβανεν· ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν οὐδὲν ἔσται λυπηρὸν, κἂν γένηται προσδοκιμὴν καὶ πρὸς μείζονα δόξαν Θεοῦ. ἔθισον τὸ ἔδαφος τῆς οἰκίας σου ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίμων ἐκεῖ· ἀλλ’ ὥσπερ ἔνθα ἄκανθα, ἐκεῖ θηρία· ἔνθα δὲ φιλοζενίαι, οὐκ εἰσὶν ἄκανθαι· ἡ γὰρ ἐλεημοσύνη ἐπεισελθοῦσα παντὸς δρεπάνου τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς k σφοδρότερον· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες· “δίκαιος γάρ,’ φησιν, “ὡς λέων πέποιθεν·” εἰσάγωμεν τούτους τοὺς λέοντας εἰς τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία· οὐ βοώντων αὐτῶν μεγάλα, ἀλλ’ ἁπλῶς φθεγγομένων· οὐ γὰρ οὕτως βρυχηθμὸς 1 λέοντος φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαιμόνας· ἃν φθέγξηται μόνον κατεπτήχασι· καὶ ποῦ τοιοῦτοι φησὶν, εἰσί; πολλαχοῦ· ἃν πιστεύωμεν ἡμεῖς, ἃν ζητῶμεν, ἃν περιεργαζώμεθα· ποῦ ἐζήτησας; εἶπέ μοι· πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα ἔθου τοῦτο; εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς ὅτι οὐχ εὑρίσκεις· ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν· ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί· κἂν μὴ τῇ οἰκίᾳ δέξῃ· ἄπελθε σὺ πρὸς αὐτὸν, συγγενοῦ τῷ ἀνδρί· πρὸς τὸ οἴκημα γενοῦ τὸ ἐκείνου, ἵνα δυνηθῇς ἐπιτυγχάνειν· σπουδάζωμεν ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθήψατο τῆς χειρὸς αὐτοῦ. Τοῦ Χρυσοστόμου. Ὅρα αὐτὸν ἐνεργοῦντα· ὅρα αὐτὸν οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ’ ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι πάλιν αἰτίας οὔσης ἐπροφήτευσεν οὐχ ἁπλῶς· καὶ ἐνταῦθα τέως φρύγανα ἐπιτίθησιν· οὐδὲν δὲ τετυφωμένον, ἀλλ’ ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς ἀπολαῦσαι. Τοῦ ἁγίου Βασιλείου. Μηδεὶς δὲ ἐγκαλείτω τῷ ποιήσαντι ἰοβόλα καὶ φθαρτικὰ καὶ πολέμια τῇ ζωῇ ἡμῶν· ἧ οὕτω γ΄ ἄν τις καὶ παιδαγωγῷ ἐγκαλοίη εἰς τάξιν ἄγοντι τὴν δυσκολίαν τῆς νεότητος, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστον σωφρονίζοντι. πίστεως ἐστιν ἀπόδειξις τὰ θηρία· πέποιθας ἐπὶ Κύριον; ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήση λέοντα καὶ δράκοντα· καὶ ἔχεις διὰ τῆς πίστεως ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· οὐχ ὁρᾷς ὅτι φρυγανιζομένῳ τῷ Παύλῳ ἐνάψασα ἔχις, οὐδεμίαν προσετρίψατο βλάβην, διὰ τὸ πληρωτὴν πίστεως εὑρεθῆναι τὸν ἅγιον· εἰ δὲ ἀπιστεῖς, φοβοῦ μὴ μᾶλλον τὸ θηρίον ἢ τὴν σεαυτοῦ ἀπιστίαν, δι’ ἧς πάσῃ φθορᾷ ἑαυτὸν εὐάλωτον κατασκεύασας. Θεοδωρήτου. Ὁ ἔχις τῇ τοῦ Ἀποστόλου χειρὶ τοὺς ὀδόντας ἐμβαλὼν, καὶ τῆς ἁμαρτίας τὸ χαῦνον οὐχ εὑρὼν, ἀπεπήδησε παραύτικα, καὶ κατὰ τῆς πυρᾶς ἥλατο, ὥσπερ δίκας ἑαυτὸν εἰσπραττόμενος, ὅτι τῷ μηδαμόθεν προσήκοντι προσέβαλε σώματι· ἡμεῖς δὲ τὰ θηρία δεδοίκαμεν, ἐπειδὴ τῆς ἀρετῆς τὴν πανοπλίαν οὐκ ἔχομεν. Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, Τοῦ Χρυσοστόμου. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν αὐτοὺς καὶ φθέγξασθαι ταῦτα· ἵνα ὅταν γένηται μὴ ἀπιστῆται τὸ πρᾶγμα· καὶ ὅρα αὐτοὺς αἰδεσίμως πρὸς ἀλλήλους λέγοντας· ὅρα τὴν φυσικὴν κρίσιν διηρθρωμένην, καὶ τὰ παρὰ βαρβάροις μηδὲ καταγινώσκοντας· ἁπλῶς καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὃν διασωθέντα ἐκ τῆς θαλάσσης, ἡ δίκη ζῆν οὐκ εἴασεν. ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. Τοῦ Χρυσοστόμου. Ἄρα καὶ τὸν περὶ προνοίας λόγον εἶχον· πολλῷ τῶν φιλοσόφων οὗτοι οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον· οὐκ ἀφίησι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην, καὶ πανταχοῦ νομίζουσιν αὐτοὶ παρεῖναι τὸν Θεόν· καὶ ὅτι κἂν πολλά τις διαφύγῃ, οὐ διαφεύξεται εἰς τέλος· καὶ οὐκ ἐπιτίθενται, ἀλλ’ αἰδοῦνται τέως διὰ τὴν συμφοράν· καὶ οὐκ ἐκπομπεύουσιν, ἀλλὰ πρὸς ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσμῶται ἦσαν· αἰσχυνέσθωσαν οἱ λέγοντες μὴ εὐ m ποίει τοῖς ἐν n ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους· οὐ γὰρ ᾔδεσαν τίνες ἦσαν ἐκεῖνοι, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς, τέως ὅτι ἄνθρωποι ἦσαν. Ἀμμωνίου. “Ὁ μὲν οὖν ἀποτιναξάμενος τὸ θηρίον εἰς τὸ πῦρ· οἱ γὰρ πιστοὶ κρείττους εἰσὶ πάσης ἐπιβουλῆς, εἴτε ὑπὸ ανθρώπων, εἴτε ὑπὸ θηρίων γινομένης· καὶ ὅμοιοι εἰσι θεοῖς, καθὼς καὶ ἡ γραφή “ἐγὼ εἶπα, θεοί ἐστε. ὑμεῖς δὲ δι’ ἀπιστίαν, ὡς ἄνθρωποι θνήσκετε· διὸ καὶ οἱ βάρβαροι ἑωρακότες τοῦτον μὴ ἀποθανόντα, ἀλλ’ ἐκφυγόντα τὸν ἀμφίβολον θάνατον, θεὸν αὐτὸν ἐνόμισαν εἶναι· ὡς ἔθος ἔχοντες πάντα τὸν ποιοῦντά τι παράδοξον θεὸν νομίζειν· ὥσπερ καὶ τοὺς παλαιοὺς θεοὺς ὠνόμαζον, ἢ δι’ ἰσχὺν περισσὸν τί τῶν καθ’ ἑαυτοὺς ποιοῦντας, οἷος ἦν ὁ Ἡρακλῆς ὁ ἐκ Σεμέλης· ἢ διὰ μαγείαν ἐξιστάνων τοὺς ὁρῶντας· τἷος ἦν ὁ Σίμων ἐν Σαμαρείᾳ. “προσεδόκων μέλλειν ἐμπίπρασθαι.” Οἱ δὲ προσεδόκουν αὐτὸν μέλλειν πίμπρασθαι ἣ καταπίπτειν ἄφνω νεκρόν· ἐπιπολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον. Τοῦ Χρυσοστόμου. τότε εἶδον καὶ ἐξεπλάγησαν, καὶ οὐκ ἐγένετο ἄφνω τὸ σημεῖον· ἀλλὰ τῷ χρόνῳ ἐνδιέτριψαν οἱ ἄνθρωποι· οὕτως οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Μεταβαλλόμενοι, ἔλεγον αὐτὸν θεὸν εἶναι. Τοῦ Αὐτοῦ. Πάλιν ἄλλη ὑπερβολή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἴδου πάλιν ἄλλος φιλόξενος ὁ Πόπλιος καὶ πλούσιος καὶ εὐπορώτατος, οὐδὲν ἰδὼν, ἀλλ’ ἀπὸ τῆς συμφορᾶς μόνον ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσε. Καὶ μετ’ ὀλίγα—Διηκόσια ὀγδοήκοντα ὀνόματα. ἐννόησον ὅσον τῆς φιλοξενίας τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης, οὐχ ὡς ἄκων, ἀλλὰ κέρδος τιθέμενος τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ κατεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ, ἰάσατο αὐτόν. τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῆ νήσῳ, προσήρχοντο καὶ ἐθεραπευοντο· Ὤστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς, ἰάσατο αὐτόν. Ἀμμωνίου. Δυσεντερία τὸ δυσίατον τοῦ πάθους· ἴασιν λαβὼν διὰ τοῦ Παύλου πολλοὺς εἰς πίστιν ἤγαγεν· ὥστε οὖν ἀεὶ τὰ σημεῖα ἐν τοῖς ἀπίστοις καὶ διὰ τοὺς ἀπίστους ὡς ἐπιτο[ολὺ γίνεται. Οἱ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, Τοῦ Χρυσοστόμου. Ὅρα δὲ τοῦ χειμῶνος ἀπαλλαγέντας ἀμελεστέρους γινομένους· ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γινομένην δι’ αὐτῶν. “καὶ πολλαῖς τιμαῖς,” φησιν, “ἐτίμησαν ἡμᾶς·” οὐχὶ μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ κατὰ τὸ γεγραμμένον, “ἄξιος “ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.” Καὶ ἀναγομένων ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Τοῦ Αὐτοῦ. Εὔδηλον ὅτι καὶ τὸν λόγον ἐδέξαντο τοῦ κηρύγματος οἱ οὕτως αὐτοὺς ὑποδεξάμενοι· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσούτῳ διελέχθησαν, μὴ σφόδρα αὐτῶν πιστευσάντων, καὶ καρποὺς ἐπιδειξαμένων ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους τῶν πιστευόντων ἐστιν ἰδεῖν.